Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας

Ἐφραίμ ὁ Σύρος

Τα βασανιστήρια των Μαρτύρων και η χάρη των αγίων λειψάνων

Περιγραφή της καρτερίας των Μαρτύρων απέναντι στα σκληρά μαρτύρια, η συνεχιζόμενη θαυματουργική ενέργεια των λειψάνων τους και η αναφορά στην επουράνια κληρονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Οὕτω γὰρ οἱ μάρτυρες ὁλοψύχως ἑαυτοὺς ἐξέδωκαν τῷ Θεῷ ἐξ ὅλης καρδίας, ὡς καταφρονεῖν λοιπὸν καὶ αὐτοῦ τοῦ θανάτου καὶ πάσης τῆς δυσμενοῦς ἀπειλῆς τῶν τυράννων, ἕτοιμοι εἰς αἰκισμοὺς καὶ βασάνων ἀνάγκας καὶ παντὸς τοῦ σώματος διαφόρους στρεβλώσεις, τοὺς νώτους ἔδωκαν εἰς πληγῶν κατατομάς, ἰνῶν τε καὶ μυελῶν πολυτρόπους συγκοπάς· διόπερ οἱ ἀσεβεῖς τῶν τυράννων ὑπουργοί, αἱμοχαρεῖς τε ὄντες καὶ λίαν φονιώδεις, λαβόντες τοὺς ἁγίους διέσπων ταῖς μάστιξι, τοῖς δὲ ὄνυξι τὰς πλευρὰς ἐντόμως κατασπῶντες· ἔπειτα μολυβίσιν, ἀνελεεῖ τῷ θυμῷ, τὰ μετάφρενα αὐτῶν ἀφειδῶς συνέθλων, τοῦ στήθους τὸν σύνδεσμον ὀξέσιν ὀβελίσκοις βρύκοντες ἐμέριζον ὡς θῆρες ἀνήμεροι, καὶ ταῖς μασχάλαις αὐτῶν σφαίρας πεπυρωμένας προσάγοντες, ἔκαιον ἐν πολλῇ ὠμότητι· τοὺς μηροὺς σὺν τοῖς νεύροις ξίφεσιν ἀνατέμνοντες, τοὺς τῶν φλεβῶν ὀχετοὺς μαχαίραις ἀνέσχιζον, καὶ οὐκ ὑπέλειπον ἓν μέλος ἀτιμώρητον· ἀλλὰ γὰρ καὶ τὰ ὀστᾶ συνέτριβον ἐκμανῶς.

Διὰ τοῦτο ἔλαβον δύναμιν παρὰ Θεοῦ, ὥστε πάντα γενναίως ὑπομεῖναι τὰ πάθη, καὶ ἀνάλγητοι ἦσαν πρὸς πᾶσαν μεθοδείαν, ὥσπερ ἐν ἀλλοτρίοις τοῖς σώμασι πάσχοντες· μᾶλλον ἐπεμβαίνοντες τοῖς κολάζουσιν εὐθαρσῶς καὶ εἰς μείζονα θυμὸν ἐξεγείροντες αὐτούς, λέγοντες, εἰ ἔχετε δεινοτέρας βασάνους, προσαγάγετε ἡμῖν· αὗται γὰρ οὐδέν εἰσιν.

Ὅθεν ἐμπιμπράμενοι καὶ τῷ θυμῷ ζέοντες, ὡς θῆρες ἀνήμεροι, κατ᾽ αὐτῶν ὠρύοντο, τοῖς δημίοις κράζοντες σφοδροτέρως αἰκίζειν τὰ ἄγια σώματα τῶν ἁγίων ἀθλητῶν. Οἱ δὲ ἀντεφθέγγοντο πάλιν τοῖς ἡγεμόσι· ποῦ γάρ εἰσιν ἀπειλαὶ τῶν κολάσεων ὑμῶν; Τὸ γὰρ πῦρ ὑμῶν ψυχρόν, αἱ βάσανοι ἀδρανεῖς, οἱ τύπτοντες ἄτονοι, τὰ ξίφη ξύλα σαθρά. Οὐδὲν ἔχετε ἴσον τῇ προθυμίᾳ ἡμῶν. Πλείονα παθεῖν ἡμεῖς ἕτοιμοι ἱστάμεθα.

Τούτου χάριν θανόντες, ὡς ζῶντες ἐνεργοῦσι, νοσοῦντας ἰώμενοι, δαίμονας ἐλαύνοντες, καὶ πᾶσαν πονηρίαν τῆς αὐτῶν τυραννίδος δραπετεύειν ποιοῦντες τῇ δυνάμει τοῦ Κυρίου· σύνεστι γὰρ πάντοτε τοῖς ἁγίοις λειψάνοις χάρις τοῦ Ἁγίου Πνεύματος πάντα θαυματουργοῦσα. Ἐπειδήπερ ἀνδρείως Χριστὸν ὡμολόγησαν ἐνώπιον ἀνθρώπων ἐν πολλῇ ὑπομονῇ, διὰ τοῦτο καὶ αὐτὸς ἀνεκήρυξεν αὐτούς, ἐνώπιον τοῦ Πατρὸς καὶ τῶν Ἀγγέλων αὐτοῦ, καὶ ὑπέσχετο αὐτοῖς τὰ ἀγαθὰ ἐκεῖνα ἃ ὀφθαλμὸς οὐκ εἶδεν, ἃ οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου θνητοῦ ἦλθεν, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Τί γὰρ πλεῖον θέλομεν τῷ λόγῳ παραδηλοῦν;

Συγκληρονόμους ἑαυτοῦ ἐποίησεν αὐτούς. Ἡ δὲ κληρονομία ποία ἐστὶ τοῦ Χριστοῦ, ὡς ἔγωγε νομίζω, ὅτι οὐδεὶς ἀγνοεῖ· οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸ φῶς τὸ ἀπρόσιτον, καὶ ὁ θρόνος τῆς δόξης· ἡ γῆ τῶν πραέων, καὶ πᾶς ὁ παράδεισος· τὰ δένδρα τὰ ἐν αὐτῷ, καὶ ὁ ἥδιστος καρπός. Ταῦτά ἐστι τὰ κτήματα τοῦ Χριστοῦ Βασιλέως, καὶ προσεπιτούτοις ἕτερα μυριοπλασίονα, ὧν ἡμεῖς ἀγνοοῦμεν καὶ τὰς ὀνομασίας, διότι ἀθέατα ὑπάρχουσιν ἀνθρώποις.

Τρισμακάριοί εἰσιν ἅπαντες οἱ Ἅγιοι, ὁποίας κληρονομίας μέλλουσιν ἀπολαύειν, καὶ τῆς μετὰ Χριστοῦ ἀεὶ συνδιατριβῆς, τοῦ ὑπεραστράπτοντος τὸ φῶς τὸ ὑπέρλαμπρον· οὗ ἀνεκδιήγητος ἡ δόξα τῆς οὐσίας, καὶ ἀνεξιχνίαστος ἡ μεγαλοπρέπεια, καὶ ἀνεξερεύνητος ἡ τῆς οἰκονομίας φανέρωσις τῆς ἐπὶ γῆς ἐνανθρωπήσεως.