Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας

Ἐφραίμ ὁ Σύρος

Η συντριβή της ειδωλολατρίας και η μακροθυμία των Μαρτύρων

Η καταστροφή των ειδώλων μέσω της θείας δύναμης των αγίων, καθώς και η ανεξικακία και η προσευχή των Μαρτύρων υπέρ των διωκτών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ὁ τέλειος χαρακτὴρ τοῦ γεννήσαντος αὐτόν, καὶ ἡ πηγὴ τῆς ζωῆς, καὶ πάντων δημιουργός· ὁ τῶν ὁμολογητῶν ἄσειστος θεμέλιος· ὁ τῶν ἀθλούντων στέφανος καὶ νικώντων βραβευτής· ὁ Θεὸς ὁ ἰσχυρὸς καὶ ἄρχων τῆς εἰρήνης· ὁ τοῦ ᾅδου σκυλευτὴς καὶ νεκρῶν ζωοποιός. Αὐτὸς ἐκραταίωσε τοὺς ἁγίους Μάρτυρας νικῆσαι τῶν τυράννων τὰς ἀπανθρώπους ἐπινοίας. Αὐτὸς περιέθηκε πᾶσαν τὴν πανοπλίαν τοῖς αὐτοῦ στρατιώταις εἰς τοῦτον τὸν πόλεμον, περιφράξας πάντοθεν θυρεῷ πίστεως, καὶ θώρακι ἀγάπης, 〈καὶ〉 γνώμης στερρότητι· περιζώσας τε αὐτοὺς μαχαίρᾳ τοῦ Πνεύματος, ἐν ᾗ καὶ κατέτεμνον τοῦ Ἐχθροῦ τὴν κεφαλήν, τοὺς ναοὺς τῶν εἰδώλων ἐκ βάθρων ἀνέσκαψαν, καὶ συνέτριψαν ξόανα ὡς κόνιν λεπτοτάτην, ἀνέτρεψαν τεμένη καὶ θυσιαστήρια ἀκαθάρτων θυσιῶν καὶ σπονδῶν παρανόμων· καὶ τοὺς ἐναγεῖς αὐτῶν πρεσβυτέρους πυριφλέκτους ἅμα καὶ τοῖς νεωκόροις πεποίηκεν ὁ Χριστός· καὶ τοὺς τῶν ἀπατηλῶν ἀγαλμάτων δαίμονας ἐκδιώξας ἀπ᾽ αὐτῶν, γεέννῃ παρέδωκε.

Θεωροῦντες δὲ ταῦτα οἱ ἔνδοξοι Μάρτυρες οὕτως ἐνεργούμενα τῇ δυνάμει τοῦ Χριστοῦ, μείζονα προθυμίαν ἐλάμβανον τοῦ πάσχειν ὑπὲρ τοῦ ὀνόματος τῆς αὐτοῦ δυνάμεως, καὶ αὐτόχειρες λοιπὸν ἔστρεφον τὰ εἴδωλα, συντρίβοντες εἰς τὴν γῆν πάντα τὰ βδελύγματα· καὶ ὅπου εὕρισκον ἄγαλμα ἱδρυμένον λίθοις κατακλῶντες εἰς βόρβορον ἔρριπτον, εἰς αἰσχύνην ἐσχάτην καὶ γέλωτα τῶν σεβομένων αὐτὰ καὶ προσκυνούντων αὐτά· λέγοντες τοῖς ἀνόμοις ἄρχουσι καὶ τυράννοις· ἰδοὺ τὰ σεβάσματα ὑμῶν τὰ ἀναίσθητα καὶ κωφὰ καὶ ἀσθενῆ, 〈τὰ〉 τυφλὰ καὶ ἀκίνητα, οἷς ὑμεῖς λατρεύετε· ἀλάλοις οἱ λογικοί· οὓς ὁ Θεὸς ἐτίμησε κατ᾽ εἰκόνα ἰδίαν, ἵνα ἐπιγινώσκητε τὴν αὐτοῦ δυναστείαν, καὶ αὐτῷ λατρεύητε μετὰ φόβου καὶ τρόμου, καὶ τὰ ἀρεστὰ αὐτῷ ποιῆτε καθ᾽ ἑκάστην· αὐτὸς γάρ ἐστι Θεὸς ἄναρχος καὶ κραταιός, φοβερὸς καὶ δυνατός, ἔνδοξος καὶ ἀόρατος. Ἀφέντες δὲ προσκυνεῖν τὸν ποιήσαντα ὑμᾶς, τῇ κτίσει λατρεύετε εἰς παροξυσμὸν αὐτοῦ. Ἥλιον ἐποίησεν εἰς φαῦσιν τῆς ἡμέρας, ἵν᾽ ἀπολαύοντες τοῦ φωτὸς καὶ τῆς θέρμης, τὸν τούτου δημιουργὸν δοξάζητε πάντοτε, τὸν παρέχοντα ὑμῖν τὴν τούτων ἀπόλαυσιν· ὑμεῖς δέ, ὥσπερ τυφλοί, ἀφέντες τὸν κτίσαντα, τῷ ποιήματι αὐτῷ μᾶλλον ἐσεβάσθητε. Ὁμοίως τὴν σελήνην δι᾽ ὑμᾶς ἐποίησεν ὁ σοφὸς δημιουργὸς εἰς δαδουχίαν τῆς νυκτός· ὑμεῖς δέ, ὡς ἄφρονες, καὶ ταύτην ἀντὶ Θεοῦ λογισάμενοι εἶναι, αὐτῇ λατρεύετε.

Ὁ δὲ εὔσπλαγχνος Θεὸς μακροθύμως ἔφερεν, ἐκδεχόμενος ἀεὶ τὴν πάντων ἐπιστροφήν, μὴ θέλων τὸν θάνατον τῶν ἁμαρτωλῶν ποτε· ἀλλ᾽ ἐκδεχόμενος τὴν ἐπιστροφὴν αὐτῶν, [καὶ] βοᾷ διαπαντός, λέγων· δεῦτε πρός με, πάντες οἱ κεκοπιακότες ἐν τοῖς παραπτώμασι, καὶ οἱ πεφορτισμένοι φορτία δυσβάστακτα τῶν ἀθέσμων πράξεων καὶ ἡδονῶν σαρκικῶν, καὶ ἀναπαύσω ὑμᾶς ἐν τρυφῇ αἰωνίᾳ, διδοὺς ὑμῖν ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν· καὶ γένησθε υἱοὶ τῆς ἐμῆς βασιλείας, καὶ συναναπαύσησθε πᾶσι τοῖς ἐκλεκτοῖς μου.

Ταῦτα εἰς ἐπιστροφὴν παρῄνουν οἱ Μάρτυρες τοῖς ἀνόμοις, εἰ βούλοιντο σωθῆναι. Οἱ δὲ ματαιόφρονες ἐμυκτήριζον αὐτούς, λοιδοροῦντες ἀσεβῶς τὰς αὐτῶν παραινέσεις, ὅτι εἰς κακότεχνον ψυχὴν καὶ δαιμονιώδη οὐκ εἰσελεύσεται σοφία καὶ σύνεσις. Οἱ δὲ Ἅγιοι πάντα ἔλεγον καὶ ἐποίουν εἰς ἐπιστροφὴν αὐτῶν, καίτοι μαστιζόμενοι· πληροῦντες τὸ λόγιον τοῦ ἑαυτῶν Δεσπότου· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ τοὺς μισοῦντας ὑμᾶς, ὅπως ὁμοιωθῆτε τῷ Πατρὶ τῷ ἐμῷ οὐρανίῳ, ὄντες ἀμνησίκακοι καὶ πᾶσιν οἰκτίρμονες.