Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας

Ἐφραίμ ὁ Σύρος

Η Εκκλησία, οι Μάρτυρες και το αποστολικό έργο του Παύλου

Ο εγκωμιασμός των αθλητών του Χριστού ως εγκαλλώπισμα της Εκκλησίας και η αναφορά στη θαυμαστή μεταστροφή, την κλήση και την αγάπη του Αποστόλου Παύλου προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Μακάριοι οὖν ἐκεῖνοι οἱ τοῦ Χριστοῦ ἀθληταί, οἱ τοῦ φωτὸς μέτοχοι καὶ τῆς ζωῆς τῆς αἰωνίου, οἱ στύλοι τῆς πίστεως καὶ ἀγάπης σύνδεσμοι, οἱ ζῶντες θεμέλιοι καὶ πάντα συνέχοντες, οἱ υἱοὶ τῆς σεμνῆς τοῦ Χριστοῦ Ἐκκλησίας, οἱ πύργοι τῶν βάρεων τῆς ἐπουρανίου Σιών. Οὗτοι νῦν φαιδρύνουσι τὴν Νύμφην τοῦ Σωτῆρος.

Οὗτοι καλλωπίζουσι τὴν ταύτης εὐπρέπειαν. Οὗτοι κατακοσμοῦσι κόσμῳ τινὶ νοητῷ, καθάπερ βασίλισσαν, τὴν ὡραίαν Ἐκκλησίαν, ἣ καὶ παρέστη αὐτῷ ἐκ δεξιῶν στίλβουσα, περικεκοσμημένη ἐν ἱματισμῷ διαχρύσῳ τῶν ποικίλων ἀρετῶν τοῦ ἰδίου Δεσπότου, ἀεὶ λαμπρυνομένη τῇ αἴγλῃ τοῦ Πνεύματος, ὑπερεξαστράπτουσα ὑπὲρ τὴν λαμπρότητα τοῦ αἰσθητοῦ ἡλίου· ἔτι καθ᾽ ὑπερβολὴν μυριοπλασίως πᾶσαν ὑπερβαίνουσα ἔννοιαν ἀνθρωπίνην τὸ φθέγγος.

Ταύτης δὲ νυμφαγωγός ἐστιν ὁ θεσπέσιος ἀπόστολος Παῦλος, ὁ σοφὸς ἀρχιτέκτων, ὁ πρότερον μὲν πορθῶν καὶ λεηλατῶν αὐτήν, ζῆλον ἔχων τοῦ Νόμου, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. Σαῦλος δὲ λεγόμενος, τὰ πάντα ἐπλήρωσε σάλου καὶ ταραχῆς καὶ πολλῆς συγχύσεως, σύρων τε καὶ μαστίζων ἅπαντας τοὺς σεβομένους Χριστόν, παρεδίδου δεσμίους εἰς φυλακάς, ἀπειλῆς τε καὶ φόνου ἐμπνέων ἀνεικάστου κατὰ τῶν τὸ κήρυγμα καταγγέλλειν θελόντων, καὶ εἰς τὰς ἔξω πόλεις περιεργαζόμενος, καὶ μετὰ πολλῆς σπουδῆς ἀνιχνεύων, μή που τις εὑρεθῇ τὸν Χριστὸν ὀνομάζων.

Οὕτως εἶχεν ἀπεχθῶς καὶ πρὸς αὐτὸ τὸ ὄνομα τὸ πᾶσι τοῖς ἀνθρώποις ἡδύ τε καὶ ποθεινόν, τὸ σῶσαν ἐκ πλάνης τὸ γένος τῶν ἀνθρώπων. Σφόδρα δὲ χαλεπαίνων τοῖς τοῦ Λόγου μαθηταῖς, πτεροῦται ἐπιστολαῖς ταῖς παρὰ τῶν ἀρχιερέων, ὅπως, ἐάν τινας εὕρῃ Χριστὸν ὀνομάζοντας, ἄνδρας τε καὶ γυναῖκας, δεσμεύσας παραδῷ τιμωρηθησομένους παρὰ τοῦ ἡγεμόνος, καὶ θανάτου πρόστιμον μέλλοντας ὑφίστασθαι. Οὐρανόθεν δὲ κληθεὶς παρὰ τοῦ φιλανθρώπου Δεσπότου, ἐπεσχέθη τοῦ δρόμου, ὃν κακίστως ἔτρεχε· Σαῦλε, Σαῦλε, γάρ φησιν, ἵνα τί με διώκεις, ἀγνοῶν τὴν δύναμιν τῆς ἐμῆς ἐξουσίας; Ἔπεχε οὖν τὸ λοιπὸν τοῦ ἀκαίρου σου ζήλου, καὶ παῦσαι τοῦ διώκειν τοὺς ἐμὲ προσκυνοῦντας.

Ὁ δὲ Σαῦλος τυφλωθεὶς τὰς ὄψεις τοῦ σώματος ἀπὸ τῆς ὑπερβολῆς τοῦ ἀνεικάστου φωτὸς τοῦ λαλοῦντος πρὸς αὐτὸν ἐν νεφέλῃ φωτεινῇ, ἐνεὸς γενόμενος ἔκειτο. Ἀνεῳγμένων τοίνυν τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἐθεώρει τῶν συμπορευομένων.

Δεξάμενος γὰρ λόγον, ὡς ἰχθὺς τὸ ἄγκιστρον, ἀνειλκύσθη τοῦ βυθοῦ. Ἐτυφλώθη χρησίμως· καὶ τῆς λαμπρότητος τοῦ βίου καὶ τῶν ἰουδαϊκῶν ἐθῶν ἀπαλλαγείς, ἔκτοτε ἠκολούθει τῷ Χριστῷ· καὶ ἐν κολυμβήθρᾳ τῶν γλυκερῶν ναμάτων ἐμβληθείς, ἀνέβλεψε τῇ Χριστοῦ ἐπικλήσει· καὶ Παῦλος μετακληθεὶς παρέσχε τὴν ἄνεσιν τοῖς τοῦ Χριστοῦ μαθηταῖς· καὶ κῆρυξ ἀσφαλής, καὶ στύλος τῆς πίστεως ἑδραῖος γενόμενος, συνεβίβαζεν ἀεὶ αὐτὸν εἶναι τὸν Χριστόν, ὀλίγον ὕστερον καὶ τὴν ἑαυτοῦ ψυχὴν ὑπερβολῇ ἀγάπης παρέδωκεν. Οὕτω γὰρ ἐπόθησεν ὁλοψύχως αὐτόν, ὡς ὅλον ἐπιδοῦναι τοῖς κινδύνοις ἑαυτόν· καὶ θέλων ἐνδείξασθαι τὸν ἔρωτα τοῦ πόθου, ὅνπερ ἔσχε πρὸς αὐτόν, οὕτω πᾶσιν ἔγραφε· τίς ἡμᾶς χωρίσαι δύναται ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης σώματος, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ ἀπηρίθμησε, λέγων· οὔτε ἄγγελοι, οὐκ ἀρχαί, οὐ δυνάμεις, οὐχ ὕψωμα, οὐ βάθος, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.