Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας

Ἐφραίμ ὁ Σύρος

Η τέλεια αυταπάρνηση, η μίμηση του Αποστόλου και η τελική δοξολογία

Προτροπή προς τους πιστούς για την άρση του σταυρού κατά το παράδειγμα του Αποστόλου Παύλου, ο μακαρισμός των Μαρτύρων ως μιμητών του και η κατακλείδα του εγκωμίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Τίς δύναται νῦν εἰπεῖν, ὅτι οὕτως ἀγαπᾷ τὸν ποιήσαντα ἡμᾶς καὶ σῴζοντα; Τίς οὕτως ὁλοψύχως καταφρονεῖ τοῦ βίου, καὶ πάντων τῶν ἐν αὐτῷ εὐχερῶς ἀφίσταται; Τίς ἄρα εὑρίσκεται ἀνώτερος τῶν παθῶν καὶ τῆς κενοδοξίας διαφεύγων τὰ δεσμά; Τίς δὲ ἀπετάξατο παντελῶς καὶ αὐταῖς ταῖς σκιαῖς τῶν πραγμάτων, καὶ πάντα καταλιπών, τὸν σταυρὸν ἐβάστασε τοῦ Χριστοῦ, λέγοντος ἐνεργεῖ ἀποφάσει τοῖς θέλουσιν ἀκούειν· εἴ τις ἔρχεται πρός με καὶ οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής. Κἂν βραχύτατόν τι τῆς οὐσίας κατέχει παρ᾽ ἑαυτῷ, καὶ οὕτως ἁμαρτάνει· οὐ γὰρ ἀπετάξατο παντελῶς τῶν ἑαυτοῦ, ἀλλ᾽ ἐν δυσπιστίᾳ καὶ δισταγμῷ προσῆλθε.

Δεῖ τοίνυν τὸν τοιοῦτον ἀρνήσασθαι ἑαυτόν, καὶ λαβόντα τὸν σταυρὸν ἀκολουθεῖν τῷ Χριστῷ. Ὡς γὰρ ὁ ἡλωμένος τὸ σῶμα ἐν τῷ σταυρῷ οὐ δύναται βαστάσαι τί ποτε, οὕτω καὶ ὁ σταυρώσας ἑαυτὸν τοῖς τοῦ κόσμου, μηδὲν ἐπισυρέσθω τῶν τοῦ βίου πραγμάτων, ἵνα μὴ ὁμοιωθῇ ἐν τούτῳ Ἀνανίᾳ καὶ τῇ αὐτοῦ γυναικί, ὡς κλέψασι τὰ τοῦ Θεοῦ. Οὕτω γὰρ κατὰ πάντα ἐχώρισεν ἑαυτὸν τῶν τοῦ βίου πραγμάτων ἀπόστολος Παῦλος, ὡς λέγειν τε καὶ γράφειν· ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ αὐτὸς παντελῶς τῷ κόσμῳ ἐσταύρωμαι· καὶ ἡγοῦμαι τὰ πάντα ὥσπερ τὰ σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, ὅνπερ καὶ ἠγάπησα.

Τοῦτον μιμησάμενοι οἱ ἔνδοξοι Μάρτυρες, ἑαυτοὺς ἐπέδωκαν εἰς πᾶσαν τιμωρίαν, ἀφορῶντες εἰς αὐτὸν τὸν σοφὸν διδάσκαλον, τὸν τοῦ πολέμου τούτου ἀρχηγὸν καὶ νικητήν, ὃς γέγονεν ὁδηγὸς πᾶσι τοῖς βουλομένοις τῆς αἰωνίου ζωῆς εὑρεῖν τὴν ἀπόλαυσιν. Καὶ προθύμως παθόντες μεθ᾽ ὑπομονῆς πολλῆς, ἰδοὺ μακαρίζονται εἰς αἰῶνας αἰώνων.

Καὶ γὰρ χρεωστοῦμεν ἅπαντες ὑμνεῖν μετ᾽ ἐγκωμίων τὰ ἆθλα τῶν Ἁγίων, ὅτι ἠγωνίσαντο γενναίῳ φρονήματι Θεὸν ἐξιλεώσασθαι, τῷ οἰκείῳ αἵματι ἱλαστήριον ἡμῶν ἁπάντων γενόμενοι, ὁλοκαυτώματα [ἑαυτοὺς] ὑπὲρ ἡμῶν, ὡς ἀρνία ἄκακα, ἄσπιλά τε καὶ ἄμωμα, ἀπαρχὴ γενόμενοι ὑπὲρ παντὸς τοῦ λαοῦ, καὶ τὰς ἑαυτῶν ψυχὰς θυσίαν εὐάρεστον σὺν πολλῇ εὐωδίᾳ Θεῷ προσάγοντες, ἔχοντες ὑπόδειγμα τοὺς γενναίους τρεῖς Παῖδας τοὺς τοῦ Νόμου φύλακας καὶ τοῦ Θεοῦ κήρυκας· μεθ᾽ ὧν ἀνυμνήσωμεν τὸν Σωτῆρα τοῦ κόσμου. Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.