Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Συμβολισμός, ενότητα και πνευματικός αγώνας των Τεσσαράκοντα Μαρτύρων

Ο συγγραφέας αναλύει τον συμβολισμό του αριθμού τεσσαράκοντα, παραβάλλει τους μάρτυρες με βιβλικούς τύπους και εγκωμιάζει την αδιαίρετη παράταξή τους απέναντι στους διώκτες και τις δαιμονικές δυνάμεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Καιρὸς λοιπὸν ἐπὶ τὰ ἀθλητικὰ σκάμματα ἐπαφῆναι τὸν λόγον, ἀδελφοὶ ἀγαπητοί· καιρὸς πρὸς τὴν [γὰρ] κρείττονα ἐπιβῆναι πορείαν· καιρὸς τοῦ διπλασιάσαι τοῦ ταλάντου τὰ κέρδη. Εἶπον γὰρ ὅτι ἦσαν ἐν λεγεῶνί τινι τεσσαράκοντα Μάρτυρες ζῶντες εὐσεβῶς, οἳ παραυτίκα ὑπέδειξαν ἀπὸ τῶν προοιμίων, ὅτι ἔνδοξος αὐτῶν καὶ ἔντιμος ὁ χορός.

Προφητικῆς γοῦν ὑμῖν εἰκόνος ἱστορίαν ἐπισυνήγαγον εἰπεῖν πρὸς τοὺς Μάρτυρας. Ὁ μὲν γὰρ Μωυσῆς τεσσαράκοντα ἡμέρας νηστεύσας, ἐν ὄρει Σινὰ τὸν νόμον ἐδέξατο· ἀλλ᾽ οὗτοι κατὰ ἀριθμὸν τὰ σώματα πρὸς σφαγὴν τάξαντες, αἰωνίου ζωῆς ἀπελαύοντο. Κἀκεῖνος μὲν κατιδὼν μαινόμενον τὸν λαόν, τὰς πλάκας ἐν τῷ ὄρει θυμωθεὶς συνέτριψεν· οὗτοι δὲ τοὺς δαίμονας λυττῶντας κατιδόντες ἀμετάτρεπτον αὐτῶν τὴν πίστιν ἐφύλαξαν. Ἐκ δευτέρου ὁ πρᾷος τῶν δέλτων ἐπιλαβόμενος, εἶθ᾽ οὕτω τοὺς Ἑβραίους πάντας ἐνομοθέτησεν· ἀλλ᾽ οὗτοι ἐν μιᾷ σταυροφόρῳ σφραγῖδι τὸν Χριστὸν ἐν ἑαυτοῖς πᾶσιν ἐδογμάτισαν.

Καὶ τί θαυμαστόν ἐστιν, εἰ καὶ τὴν τοῦ Ἠλιοὺ εὑρήσομεν ἀρετὴν τούτοις παρισουμένην; Ἐν γὰρ ἰσχύϊ μιᾶς βρώσεως ὁ Θεσβίτης Ἠλίας διὰ τεσσαράκοντα ἡμερῶν τὸ ὄρος Χωρὴβ κατέλαβεν, οὗτοι δὲ τοῦ σώματος τοῦ Χριστοῦ γευσάμενοι, τεσσαράκοντα ὁμοῦ εἰς οὐρανοὺς ἔφθασαν. Ὤφθη τούτῳ ὁ Θεὸς τρέχοντι πρὸς τὴν πορείαν, λέγων· πολλὴ ἀπὸ σοῦ ἡ ὁδός, ὦ Ἠλία· ἐγνώσθη δὲ καὶ τούτοις στηρίζων τὰς διανοίας αὐτῶν, καὶ λέγων· ἡ σπουδὴ ὑμῶν καλὴ πρὸς εὐσέβειαν. Ἔλειπεν ὁ ζηλωτὴς τὴν ἑαυτοῦ μηλωτὴν ἐπὶ τὸν Ἐλισαιέ, καὶ ἐπέβη ἅρματι· ἔδωκε καὶ ὁ Σωτὴρ τὴν ἑαυτοῦ εἰρήνην ἐπὶ τοὺς τεσσαράκοντα, καὶ ἀνελήφθη ἐν δόξῃ.

Καθὼς οὖν ὁ ἀριθμὸς τῶν τεσσαράκοντα ἡμερῶν πᾶσαν τὴν ἐπὶ Νῶε ἐξῆρεν ἀσέλγειαν, οὕτω καὶ ὁ ἀριθμὸς τῶν τεσσαράκοντα Μαρτύρων τὴν ἄνομον τότε ἐξέλυσε μανίαν. Ἦλθεν ἡ περιστερὰ βαστάζουσα τὸ κάρφος σύμβολον τῆς γαλήνης τῷ δικαίῳ διδοῦσα, ἀπῆλθον οἱ ἅγιοι τοὺς πόνους ἀράμενοι καὶ τὰ βραβεῖα τῆς νίκης τῷ Θεῷ προσφέροντες. Ἔλαβεν ἡ κιβωτὸς τὰ ἄλογα θύματα, καὶ πολλὰ ἐξ αὐτῶν ἔδωκεν εἰς λατρείαν, ἔλαβεν ἡ κάμινος τὰ ἅγια σώματα, καὶ ὅλα τῷ Δεσπότῃ εἵλκυσεν εἰς θυσίαν κατὰ τὴν θεόπνευστον Γραφήν, τὴν μαρτυροῦσαν, ὅτι πᾶσα θυσία πυρὶ ἁλισθήσεται.

Ἀλλ᾽ εἰπάτω νῦν ἡμῖν ἡ παμφάγος κάμινος, πῶς τῶν ἁγίων πάλιν ἐγένετο σύνοικος, καὶ πῶς ἐκ τῆς ἑῴας ἐπὶ τὸ βόρειον μέρος διώδευσε, ζητοῦσα τοιοῦτο γεώργιον; Οὐκ εἰς γῆν Χαλδαίων εἶ παντοῖα σιτουμένη, στυππίον, θέαφον, νάφθαν καὶ κληματίδα; Πῶς ἀπὸ τῆς Βαβυλῶνος ἐπὶ τὴν Σεβαστείαν μεταλλαττεύσασα ἧψας τὸ λαμπάδιον; Ναί, φησίν, εἰς γῆν Ἀσσυρίων ἤμην αὐλιζομένη, μακρὰν τῶν ῥωμαϊκῶν ὅρων, καὶ ἐπέκεινα, ἀλλ᾽ ἀκήκοα ὅτι ἐπὶ γῆς βορρᾶ τεσσαράκοντα βῶλοι εὑρέθησαν χρύσεοι, καὶ ἦλθον τοῦ πυρῶσαι τούτους καὶ ἐκλαμπρῦναι, ἵνα αὐτοὺς δοκίμους τῷ τεχνίτῃ ποιήσω. Ὅπου γὰρ δεσποτικὴ εὑρεθῇ ἐργασία, ἐκεῖ μου μεταφέρω τὴν ῥοπὴν τοῦ ἀέρος· ἐργαστήριον γάρ με ἐποίησεν ὁ Θεὸς διακρίνειν ἀγαθοὺς ἐκ μέσου τῶν πονηρῶν. Εἰς κάκωσιν γὰρ κεῖμαι τῶν μισούντων τὸν Θεόν· εἰς ἅγνισίν εἰμι τῶν ἀγαπώντων αὐτόν. Γινώσκω τοὺς ἁγίους, ἀγνοῶ τοὺς ἀχρείους· βδελύττομαι ἀσεβεῖς, καὶ φιλῶ τοὺς εὐσεβεῖς· οὐ καίω τοὺς ὁσίους, ὡς οἴονται οἱ ἄφρονες, οὐδὲ φλέγω τοὺς πιστούς, ὡς ἐροῦσιν οἱ Ἕλληνες. Δύο πυρὰς κέκτημαι, καὶ εἰς δύο ἐργάζομαι· μίαν πρὸς τὸν θάνατον, καὶ μίαν πρὸς τὴν ζωήν. ᾘσχύνθη Λικίνιος καὶ Ναβουχοδονόσωρ σὺν τοῖς ὑπουργοῖς αὐτοῦ· ἐκεῖνος μὲν γὰρ Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγὼ σὺν ταῖς τιάραις ζῶντας εἰς καῦσιν ἐνέβαλεν, οὗτος δὲ τοὺς ἁγίους δίχα τῶν ἐνδυμάτων κατεαγμένους πάντας πρός με ἐξαπέστειλε.

Τεκμαιρόμενοι, φησίν, οἱ ἄνομοι τύραννοι, ὅτι πῦρ ὀλέθριον ἔχω κατὰ τῶν πιστῶν, καὶ οὐκ ἐλογίσαντο πῶς ἀμφοτέροις μυστικῶς ὡς δούλη ὑπήκοος ἤμελλον διακονεῖν· οὓς γὰρ ἔλαβον ζῶντας, ζῶντας ἐξαπέστειλα, καὶ οὓς ἦρα θανόντας, πρὸς ζωὴν ἐπύρωσα. Οὔτε ἐκείνων ἐμόλυνα τὰ ἅγια σώματα, οὔτε τούτων τὰ σεμνὰ ἐμείωσα λείψανα. Οὐκ ἔσπεισαν ἐκεῖνοι εἰκόνι τῇ χρυσῇ, οὔτε οὗτοι ταῖς μορφαῖς τῶν ἀτίμων εἰδώλων.

Ἐκείνους ἀπέφλεγον εἰς δρόσον, ἐλάμπρυνε καὶ τούτους τὸ ῥεῖθρον τοῦ ποταμοῦ. Τρεῖς ἐκεῖσε λαβοῦσα, τέσσαρας ἀπετέλεσα. Ἵνα τῶν τεσσαράκοντα τὰς δεκάδας ὑφαίνωσι, τέσσαρας προαγέτας τῆς τετάρτης δεκάδος, πρὸ χρόνων οὐκ ὀλίγων, ἐμυσταγώγησα. Ταῦτα δὲ ἐτυποῦντο διὰ τῆς δυνάμεως τοῦ συμπαρασταθέντος τοῖς περὶ τὸν Ἀζαρίαν· ὅς ἐστι Θεὸς ἀληθινός, ὁ εἰπὼν ἐν Προφήταις, ὅτι ἐὰν στῇς ἐν πυρί, φλὸξ οὐ κατακαύσει σε.

Εἶδες πόσην ἅμιλλαν ὑπέδειξεν ἡ μνήμη τῆς καλῆς ἀνδρείας τῶν γενναίων ἀθλητῶν; Ἐβουλόμην οὖν πάλιν τρυτανεῦσαι τὸν λόγον, ὅπως τῆς εὐσεβείας καταμάθω τὸν τρόπον, ὅτι πῶς ἐν νουμέρῳ ὄντες οἱ τεσσαράκοντα, ἔχοντες τὰ σήμαντρα, γενναῖοι καὶ ἀήττητοι, οὕτω σαφῶς ἑαυτῶν τὸ ἔνδον τῆς καρδίας τῷ σταυροφόρῳ τύπῳ κατεστεμματίσθησαν· εἰ γὰρ καὶ τῷ σώματι τῷ φθαρτῷ βασιλεῖ παρίσταντο, ἀλλὰ πρὸς τὸν ἄφθαρτον τῷ πνεύματι ἐλάτρευον, καὶ πάντες τὸ τοῦ τυράννου κατέχοντες λάβαρον, τῷ σημειοφόρῳ τύπῳ τοῦ σταυροῦ ἐν ταῖς ψυχαῖς ἐβάσταζον.

Οὐκ ἴσχυσεν ὁ ζόφος τῆς δεινῆς δυσσεβείας ἀμαυρῶσαι τὸ φίλτρον τῆς καλῆς εὐσεβείας. Οὐκ ἔλυσεν ὁ δόλος τὸν τρόπον τῆς εἰρήνης, οὔτε πάλιν τὸ μῖσος τὸν δρόμον τῆς ἀγάπης. Οὐκ ἔσβεσεν ὁ γνόφος τῆς εἰδωλολατρίας ἐκείνην τὴν λαμπάδα τῆς θεογνωσίας. Οὐκ ἔθραυσεν ὁ φόβος τῶν στρατοπεδαρχούντων τὸν ζῆλον οὐδὲ τὴν σπουδὴν τῶν οὐρανοβατούντων. Οὐκ ἔσκυλε πλάνη τὴν πάλην τῆς ἀρετῆς, οὔτε αὕτη ἡ μάχη τὴν εὐχὴν τὴν ἀληθινήν. Ἀοράτως ἐπὶ γῆς οἱ αὐτοὶ εἰς ἑαυτοὺς πρὸς τὴν ἑαυτῶν μετρίαν ἐνεανιεύοντο. Ἔξωθεν ἐζώννυντο ἀσπίδι καὶ θώρακι, ἔσωθεν ὡπλίζοντο τῇ πίστει τῆς Τριάδος. Ἔξωθεν τὰς φαρέτρας προσῆγον τῷ σώματι, καὶ ἔσωθεν τῇ ψυχῇ τὴν πάρεδρον σοφίαν. Ἔξω τόξα καὶ βέλη χερσὶ περιέφερον, ἔσω δόξαν καὶ τιμὴν Θεῷ προσεκόμιζον· φησὶ γάρ· τὰ φανερὰ τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ πάντα Κυρίῳ τῷ Θεῷ. Τῷ ἔξω ἀνθρώπῳ ἐπετίθουν μάχαιραν, καὶ τῷ ἔσω τὸ ξίφος τοῦ Ἁγίου Πνεύματος. Ὁ εἷς ἀπεκρούετο τὸν αἰσθητὸν βάρβαρον, ὁ δὲ ἄλλος τὸν νοητὸν ὠλόθρευε τύραννον· ὁ εἷς παρετάττετο πρὸς τὸν ἐξεναντίας, καὶ 〈ὁ〉 ἄλλος πρὸς τὰς ἀρχὰς καὶ πρὸς τὰς ἐξουσίας. Ἐκεῖνος τοῦ πολεμίου ἔτυπτε τοὺς αὐχένας, καὶ οὗτος τοῦ πονηροῦ ἔκοπτε τὰς κεφαλάς· ἐκεῖνος κατέκοπτε τῶν ἐχθρῶν τὰ ἔνεδρα, καὶ οὗτος προέβλεπε τοῦ Βελίαρ τὸν δόλον· ἐκεῖνος κατέβαλλε τῶν πορθούντων τὸν τύφον, καὶ οὗτος κατεπάτει τῶν δαιμόνων τὰ στίφη.

Ἦν οὖν ἰδεῖν θέαμα καινὸν καὶ παράδοξον, ἐν τῷ ἑνὶ ἀγῶνι δύο ἀνδραγαθίας· καὶ δὴ τοῦτο σαφῶς ἐκκαλύπτει καὶ λέγει, ὅτι καὶ ἐν πολέμοις ἰσχυροὶ καὶ ἀήττητοι. Οὐκ εἶπον, ἐν πολέμῳ, ὡς πρὸς μίαν συμβολήν· διπλῆ γὰρ ἦν ἡ μάχη καὶ διπλοῦς ὁ πόλεμος. Ὅθεν τῶν ἑκατέρων τὴν νίκην ἀράμενοι τὸ τῆς δικαιοσύνης στέμμα ἀνεδήσαντο.

Μέγα τοίνυν κατιδεῖν, ἀδελφοὶ ἀγαπητοί, τῆς ἱστορίας ταύτης τὰ ἐγκαλλωπίσματα· τεσσαράκοντα γὰρ ἦσαν πρόσωπα τὸν ἀριθμόν, καὶ πᾶσι θεόθεν καθωρᾶτο· διάφοροι αἱ μορφαὶ καὶ προσηγορίαι, καὶ εἰς ἑαυτοὺς ἴσον τὸ κάλλος τῆς ὁμωνυμίας. Οὐκ ἔσβεσεν αὐτῶν τὸ ἀμάραντον κάλλος ὁ τῆς ἀπιστίας αὐχμός, οὐδ᾽ ὁ τῆς πλάνης λιμός· οὐκ ἔτεμεν αὐτοὺς ὅπλον δεισιδαιμόνιον, οὐδὲ ἐμόλυνεν αὐτοὺς βέλος ἠκονημένον, ἀλλὰ καὶ ἀδιαίρετον καὶ ἀκμαῖον ἕστηκε στίφος τῶν ἀθλητῶν πρὸς τὸν Σωτῆρα Χριστόν.

Ὦ σύλλογος ἁγίων καὶ πιστῶν συνέδριον· ὦ χορὸς ἀέριος καὶ κλῆρος οὐράνιος· ὦ ἑσμὸς ἁρμόδιος καὶ σύνδεσμος ἄλυτος· ὦ λαμπρὸν συμπόσιον καὶ φρικτὸν ὁμογνήσιον· ὦ ὁδὸς ἀμέριστος καὶ σύνοδος ἄρρητος· ὦ στρατὸς ἀνεπίληπτος καὶ σύγκλητος ἄμεμπτος· ὦ ἔθνος ἡγιασμένον καὶ λαὸς ἠθροισμένος. Κληρονόμοι τῆς ζωῆς καὶ τῆς ἀναστάσεως· ἀστέρες ὑπέρλαμπροι καὶ λαμπτῆρες ἄσβεστοι· οἰκήτορες ἔνδοξοι τοῦ τερπνοῦ παραδείσου· ἄξιοι τοῦ νυμφῶνος καὶ τῆς ἄνω κλήσεως· ἄξιοι τῶν παστάδων τοῦ ἀϊδίου φωτός. Οἱ συνθεματίσαντες ἀλλήλοις τὰ κρείττονα τοῦ ἕπεσθαι τὸ σκῆπτρον τῆς βασιλείας· οἱ ἐπιβαλόμενοι τὴν χεῖρα τῷ ἀρότρῳ, καὶ μὴ ὑπτιάσαντες τὸ βλέμμα εἰς τὰ ὀπίσω· οἱ ἀποβαλόμενοι τὴν τιμὴν τῶν παρόντων, καὶ ἐπιλεξάμενοι τὴν δόξαν τῶν μελλόντων· οἱ συναγελασθέντες ὁμοτρόπως εἰς σφαγὴν καὶ συγκατοικισθέντες ὁμωνύμως εἰς ζωήν.