Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Η φιλόπονη μητέρα και οι προτροπές προς τον μαρτυρικό υιό

Εξιστορείται η ηρωική απόφαση της μητέρας να μεταφέρει τον ημιθανή υιό της, υπερβαίνοντας τη γυναικεία φύση, και παρατίθενται οι λόγοι με τους οποίους τον προτρέπει να εισέλθει στον ουράνιο νυμφώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἵνα γὰρ ἕνα ἐμπνέοντα ἴδωσιν οἱ τάλανες, οὐκ ἂν ἔλαβον αὐτὸν μετὰ τῶν ὁμοτίμων. Ἀλόγῳ φρονήματι τοίνυν ἐλεγχόμενοι τὸν ἕνα τοῦ ἀριθμοῦ κλέψαι ἠβουλήθησαν. Ἀλλ᾽ ἡ τούτου γηπόνος μήτηρ ἐπ᾽ ὤμων ἀραμένη, κομίσασα συνῆψε τοῖς δράγμασιν, ὅπως εἰς τὴν νοητὴν καταφθάσῃ ἅλωνα, καὶ εἰς τὴν θημωνίαν τῆς ὑψηλῆς κλήσεως, ὅπως ἐν τῷ λικμητῷ τοῦ νοεροῦ πνεύματος θᾶττον μεταριθμηθῇ ἀπὸ γῆς εἰς οὐρανόν· ὅπως εἰς γῆν συνιεὶς τὸν υἱὸν τοῦ φωτὸς εἰσαχθῇ εἰς τὴν ζῶσαν πόλιν Ἱερουσαλὴμ καὶ γένηται ἅγιος ἄρτος ἅμα τοῖς λοιποῖς εἰς τὴν ἀπαράλλακτον τῶν οὐρανῶν τράπεζαν.

Οὕτως ἐλογίζετο ἡ πιστὴ καὶ ὁσία, φέρουσα τὸν υἱὸν κατὰ τῆς λεωφόρου· οὕτως ὑπεστήριζε τὸν ἑαυτῆς αὐχένα καὶ ἠνιόχει αὐτὸν ἐπὶ τὰ βασίλεια· οὕτω πίστει ἔβλεπε συνηγμένον τὸν φόρτον, καίγε δεδιασμένον τὸν ἑαυτῆς υἱόν. Εἰ γὰρ κἀκεῖνοι, φησίν, οἱ δόλιοι ἐργάται εἴασάν μου τὸν καρπόν, καὶ οὐκ ἐπεσύναξαν, ἀλλ᾽ ἐγὼ οὐ παρορῶ βλάστημα ἐμῶν ὠδίνων, ἀλλ᾽ αὐτὸν καλαμῶμαι, καὶ προσφέρω τῷ Χριστῷ, ὅπως ἐν ἀφθαρσίᾳ ἀπολήψωμαι αὐτόν, ὅταν ἔλθῃ ὁ σταυρωθεὶς δι᾽ αὐτόν.

Οὐκ ἐκλύομαι οὐκοῦν οὕτως ἀχθοφοροῦσα, ἐπειδήπερ ἀπεῖπον τῆς θήλεως τὸν οἶκτον. Διερράγηντο ὅροι πάσης τῆς βαρύτητος, καὶ τὰ ὡροσκόπια τῆς γυναικωνίτιδος. Ἀνδρεία ἐγενόμην, καὶ σφριγῶσα ἔχομαι τῆς καλλίστης πορείας τοῦ ἐμοῦ ἀγαπητοῦ. Ἐννέα μῆνας αὐτὸν ἐβάστασα ἐν γαστρί, ἵνα κατελθὼν ἴδῃ τῆς ἠπείρου τὰ πλάτη· βαστάσω δὲ αὐτὸν πάλιν μικρὸν ἐπὶ τῶν ὤμων, ἵνα ἀνελθὼν ἴδῃ τῶν οὐρανῶν τὰ κάλλη. ᾙμαγμένον ἐν μήτρᾳ περιέφερον αὐτόν, ἕως οὗ μετὰ πάντων ἀπέτεκον ἄνθρωπον· ᾑμαγμένον δὲ πάλιν τίθημι ἐν τραχήλῳ, ἕως οὗ μετὰ ὄχλου χορεύσῃ τῶν Ἀγγέλων. Ἅπαξ αὐτὸν ἐκ μήτρας προσήνεγκα τῷ κόσμῳ, καὶ ἦλθεν ἔχων σῶμα θνητὸν καὶ ἐπίκηρον· δεύτερον δὲ ἐπ᾽ ὤμων προσφέρω τῷ ὑψίστῳ καὶ ἀθανάτῳ. Λοιπὸν ἔχω αὐτὸν ἐν πᾶσιν.

Ἰδοὺ γὰρ θαῦμα μέγα περιέχει μου τὸν νοῦν· οἷα ἐγὼ προορῶ τὸν ἐμὸν υἱόν· καὶ ἰδοὺ προτρέχει μοι, καὶ νεανιεύεται. Ὑπτίασται ἐν ἐμοὶ ὁ παῖς κατεαγμένος, καὶ ὄρθιος πρὸς αὐτὸν ἵσταται τὸν οὐρανόν· τραύμασι καὶ μώλωψι περιεστιγμάτισται, καὶ στολὴν περὶ αὐτὸν ὁρῶ ὑπερένδοξον· σιωπᾷ τῷ στόματι, καὶ ὑμνεῖ τῷ πνεύματι· πτερὰ ἔχει τὰς βάσεις, καὶ τοῦ ὕψους καθάπτεται. Φωνὴ αὐτὸν προσκαλεῖ μετὰ τῶν ὁμοτίμων λέγουσα, ὅτι δεῦτε εἰσέλθετε εἰς τὸν παστὸν τοῦ φωτός.

Διὸ δὴ ἐπὶ τούτων ἁπάντων χαρήσομαι, καὶ εἴπω πρὸς τὸν ἐμὸν υἱόν, ὅτι μακάριος εἶ, υἱὲ ἀγαπητέ, οἵαν ἄφνω ἀξίαν προσῆψας τῷ κάλλει σου· οἵαν κληρονομίαν εὗρεν ἡ νεότης σου, καὶ θείαν εὐωχίαν εὗρεν ἡ ζωή σου. Μακάριαί εἰσιν αἱ χεῖρές σου, υἱὲ ἀγαπητέ, ὅτι τὸν ἀόρατον ἐψηλάφησαν πλοῦτον. Μακάριοί σου εἰσὶν οἱ πόδες, παμφίλτατε, ὅτι ἀνεσπάσθησαν ἀπὸ πηλοῦ ἰλύος. Πόσα διενοήθην ἐν ἑαυτῇ λέγουσα· πόθεν προσκαλέσομαι γάμους τῷ υἱῷ μου; Ἐγώ εἰμι τὸ πτωχόν, καὶ αὐτὸς τὸ ἄσημον. Πῶς οὖν τις προσδέξηται ἡμᾶς εἰς ἀγχιστείαν; Πῶς ζητήσω οὐσίαν, ἢ γένους ἐμφάνειαν προσεπικλινομένην τῇ ἡμῶν εὐτελείᾳ;

Ταῦτα ἐλογιζόμην, καὶ οὐκ ᾔδειν ὅτιπερ ἀφράστως τῷ Δεσπότῃ συντεταγμένος ἦσθα· οὐκ ᾔδειν ὅτι ἀνέβης τοῖς νοητοῖς ὀφθαλμοῖς καὶ συνήφθης πνεύματι ταῖς ἄνω δυνάμεσιν· οὐκ ἔγνων ὅτι ἔσβεσας τοῦ σώματος τὰ πάθη, καὶ τὴν ἀσώματον ἐκτήσω ἀπάθειαν. Ὅθεν φαιδρὸν ἐπὶ σὲ τὸ ἐπὶ Ῥεβέκκας ἐγένετο μνῆστρον, υἱὲ ἀγαπητέ.

Δι᾽ ἐκείνην Ἀβραὰμ τὸν οἰκέτην ἔπεμψε, καὶ διὰ σὲ ὁ Θεὸς τὸν ἑαυτοῦ μονογενῆ· ἐκείνη ἐπὶ τῆς πηγῆς ὅρμαστρα ἐδέξατο, καὶ σὺ ἐπὶ τῆς λίμνης τὰ ἄχραντα στέμματα· ἐκείνη δι᾽ ὕδατος ἐνώτια ἐφόρεσε, καὶ σὺ δὲ δι᾽ αἵματος τὴν χάριν τοῦ Πνεύματος. Οὐκ ἔπρεπε τῇ παιδὶ τότε ὁ καλλωπισμός, ὡς σοὶ διὰ Χριστὸν τὰ τραύματα σήμερον· οὐκ ἔστεψεν ὁ χρυσὸς τὴν νεάνιδα, ὅσον σε αἱ μάστιγες τούτου τοῦ μαρτυρίου· οὐχ ὑπήντησεν Ἰσαὰκ ταύτῃ εἰς τὸ πεδίον, ὡς σοὶ προϋπήντησεν ὁ τοῦ Θεοῦ Υἱός. Οὐκ εἰς γῆν Χαναναίων ἔσῃ σὺ κατοικῶν, ἀλλ᾽ εἰς τὴν ἁγίαν πόλιν τῶν πρωτοτόκων· οὐ μόνον τὸν Ἀβραὰμ ὑπάγεις θεάσασθαι, ἀλλά γε καὶ τὸν Θεὸν τοῦ πατρός σου Ἀβραάμ. Οὐ συγγένειαν τοίνυν καὶ οἶκον ἐμίσησας, ἀλλὰ τὸν κόσμον ὅλον, ἵνα Χριστὸν κερδήσῃς. Αὐτός σοι τὰ προικῷα γράφει ἐν τοῖς οὐρανοῖς· αὐτὸς καταφαιδρύνει τὴν σὴν νηπιότητα, καὶ ἐπὶ τῆς σῆς θήσει κορυφῆς στέφανον, καὶ προκαθιεῖ λαμπρῶς εἰς τὴν αἴγλην τοῦ φωτός. Ἐγίνωσκες, υἱέ, ὅτι χηρείαν ἐγὼ καὶ ἐσχάτην πενίαν ἀσπάζομαι ἔκπαλαι, καὶ διὰ τοῦτο οὕτως ἔσπευσας καταφυγεῖν τῷ πατρὶ τῶν ὀρφανῶν καὶ κριτῇ τῶν χηρῶν· διὰ τοῦτο τὴν ψυχήν σου ᾑρήσω παραδοῦναι ἁγνὴν καὶ ἀμίαντον τῷ Κυρίῳ τῆς δόξης· διὰ τοῦτο ἑαυτὸν πιστὸν οἰκητήριον ὑπάγεις συστήσασθαι εἰς ζωὴν αἰώνιον.

Ἐκπλήττομαι ἐπὶ σοὶ καὶ δοξάζω Κύριον· πῶς ἀθρόον τοσοῦτον ὕψος μετεπήδησας. Ἰδοὺ εὗρες ἑαυτῷ πλοῦτον τὸν ἀμίαντον, ὃν σοὶ οἱ πατέρες σου οὐ προεθησαύρισαν· ἰδοὺ εὗρες ἀξίαν ἰσχυρὰν καὶ ἀρραγῆ, ἣν σοὶ ἐπίγειος βασιλεὺς οὐκ ἔδωκεν· ἰδοὺ εὗρες ἀδελφοὺς πάσης γνησιότητος, οὓς σοὶ ἡ πολύπτωχος μήτηρ οὐκ ἀπέτεκεν. Εἰς τερπνὴν συνοδείαν κατέταξας ἑαυτόν· μετὰ πιστῶν ὁδοιπόρων ὁδεύεις πρὸς τὸν Χριστόν. Καλὴν ἐντεῦθεν ἠγάπησας χορείαν· καλὴν καὶ ἐπίδοξον καὶ σφόδρα ἐπίσημον. Τούτοις προσκολλήθητι νῦν καὶ εἰς τοὺς αἰῶνας· σὺν τούτοις καὶ στῆθι ἐκ δεξιῶν τοῦ Πατρός. Ἐπαναπαύου μικρὸν ἐν τῇ ἁμάξῃ, ἵνα ἄρξῃς τῶν δέκα πόλεων ἐν οὐρανοῖς. Συμμιγείη τὸ αἷμά σου τοῖς τιμίοις αἵμασιν, ἵνα τὸ ὄνομά σου ταγῇ ἐν βίβλῳ ζωῆς. Ὑπτιασθῇ ὁ τροχὸς ὑπὸ τοῦ λειψάνου σου, ἵνα ἴδῃς τοὺς τροχοὺς τοῦ θρόνου τοῦ Ὑψίστου. Ἐπανακλίθητι ἔτι μίαν ῥοπὴν μετ᾽ αὐτῶν, ἵνα φθάσῃς σὺν αὐτοῖς τὴν οὐράνιον μονήν. Πορεύθητι μετ᾽ αὐτῶν εἰς τὸ πῦρ τὸ αἰσθητόν, ἵνα ἐνδύσῃ σὺν αὐτοῖς τὸ φῶς τὸ ἀληθινόν. Συνείσελθε μετ᾽ αὐτῶν εἰς τὸ χωνευτήριον, ἵνα ἐξέλθῃς σὺν αὐτοῖς χρυσὸς κεκαθαρμένος.

Οἶδα τοίνυν ἐκ ποίας ζάλης ἐλυτρώθητε, καὶ πρὸς ποῖον λιμένα μέλλετε ὁρμίζεσθαι. Οἶδα ὅτι μέτοχοι γεγόνατε κλήσεως, καὶ πρὸς τὸν οὐράνιον Πατέρα ὑπάγετε. Οἶδα ὅτι τὴν χώραν τρέχετε ἀπολαβεῖν, ἔνθα ἀπέδρα λύπη, ὀδύνη καὶ στεναγμός· ὅπου οὐκ ἔστι θλῖψις, οὐδὲ φθορὰ σώματος· οὐ φθόνος ἀναλίσκων, οὐκ ἐχθρὸς ἐπίβουλος· ὅπου οὐκ ἔστι κακία, οὐ μὴν οὐδὲ σκοτία, ἀλλὰ φῶς ἀληθείας καὶ φέγγος εὐπρεπείας· ὅπου ἡ εὐταξία καὶ ἡ εὐεργεσία· ὅπου ἡ σωτηρία καὶ ἡ ἀφθαρσία.

Διατί με μεθ᾽ ὑμῶν οὐκ ἐτιμωρήσατο ὁ θεομάχος τύραννος; Διατί τὸν θάνατον τὸν μακάριον τοῦτον οὐκ ἀπέθανον, υἱέ, καὶ ἤμην μακαρία; Διατί δὲ εἰς ταύτην τὴν λαμπρὰν πανδαισίαν οὐ κατετάγην κἀγώ, καὶ ἔφθασα τὴν τρυφήν; Μὴ ἄρα ὅτι γυμνὴ ὑπάρχω, ἢ ἁμαρτωλός, ἢ ὅτι οἰκτρά εἰμι καὶ σφόδρα ἐλεεινή; Ἀλλ᾽ οὐχ ἕνεκα τούτων οὐκ ἔρχομαι σὺν ὑμῖν, ὁ γὰρ καλέσας ὑμᾶς φιλόπτωχος ὑπάρχει· ἀλλ᾽ ὅτι οὐ δέχεσθε πλεονασμὸν ἐν ὑμῖν. Γεγόνατε γὰρ Θεῷ μία τεσσαρακοστή, ὅτι ἀνεκλίθητε ἀνὰ δέκα καὶ δέκα ἐπὶ τὴν εὐωχίαν τὴν τῶν Εὐαγγελίων· ὅτι εἰς τὸν ἀριθμὸν τῶν τετραμόρφων ζώων προσετάχθητε φέρειν τὸ θεοφόρον ἅρμα, καὶ λέγειν διαπαντὸς τὸ ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ τῆς δόξης Βασιλεύς.

Ἐπεὶ οὖν τῶν τοιούτων ἠξιώθης, υἱέ, πρὸς τὸν σωτῆρα Χριστὸν πρέσβευε ὑπὲρ ἐμοῦ, ὅτε λέγει πρὸς ὑμᾶς, δεῦτε κληρονομήσατε τὴν ἐμὴν βασιλείαν, ἣν ἡτοίμασα ὑμῖν. Μνήσθητί μου, υἱέ, σὺν τοῖς ὁμοτίμοις σου, καὶ αἴτησαί μοι μισθὸν ἐκ τοῦ Πατρὸς τῶν φώτων, ἵνα καθὼς ἔνευσαν τὰ χρῶτά σου ἐν ἐμοί, νεύσωσί μοι οὐρανόθεν οἱ τοῦ Χριστοῦ οἰκτιρμοί, καὶ καθὼς τὸ αἷμά σου ἔβαψέ μου τὰ ῥάκη, οὕτω με ἀρδεύσωσιν ἄνωθεν τὰ ἐλέη τοῦ Κυρίου. Καὶ ὡς ἦλθον μετὰ σοῦ τοῦτο τὸ ἓν μίλιον, οὕτω φθάσω μετὰ σοῦ τὰς μονὰς τῶν ἁγίων· ὅπως σὺν τούτοις κἀγὼ ἀνυμνήσω καὶ εἴπω, ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος ἡμῶν, ὅτιπερ ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ καὶ ὕψωσε τὸ κέρας πάντων τῶν δούλων αὐτοῦ· τοὺς ἐχθροὺς κατῄσχυνε καὶ τοὺς πτωχοὺς ἔσωσε· καὶ αὐτῷ πρέπει ἀεὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.