Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους

Ἐφραίμ ὁ Σύρος

Η έσχατη κρίση και η μεσιτεία της ελεημοσύνης

Η περιγραφή της φοβερής ημέρας της κρίσεως, η κατάργηση της κοσμικής δόξας και η σωτηριολογική αξία της αγάπης προς τους πτωχούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ ἀπέκρυψε καὶ συνεκάλυψε καὶ συνεσκίασεν ἀφ᾽ ἡμῶν τὰ ἐκεῖ, ἕως καὶ ἡμεῖς ἀπελθόντες καταλάβωμεν τὰ ἐκεῖ, ἡνίκα ἐκ νεκρῶν ἀναστῶμεν ἅπαντες, καὶ παριστάμεθα, καὶ ἐξομολογούμεθα, καὶ λογοθετούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερόν, εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ ἀδιήγητον τοῦ Δικαστοῦ δικαστήριον· ὅτε ἐξ οὐρανοῦ ἐλεύσεται κρῖναι πᾶσαν τὴν οἰκουμένην ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ὅταν αἱ φωναὶ τῶν φοβερωτάτων σαλπίγγων ἐκείνων ἠχήσωσιν, ὅτε ἡ κτίσις φόβῳ καὶ τρόμῳ κλονεῖται καὶ ταράττεται, ὅτε οἱ τάφοι ἀνοίγονται καὶ πᾶσα σὰρξ ἐξανίσταται γυμνὴ καὶ τετραχηλισμένη, ὅτε πᾶν στόμα φραγήσεται καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς ἕλκει ἔμπροσθεν τοῦ Δικαστοῦ, περὶ οὗ φησιν ὁ Δανιήλ, ὅτι ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισεν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.

Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς φησι καὶ ὁ Δαυΐδ· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ 〈πονηρᾷ〉; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐκείνην τὴν ἡμέραν κατηράσατο ὁ Ἰώβ, λέγων· καταρασάτω αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· τουτέστι τὸν Διάβολον. Περὶ ἐκείνης τῆς ἡμέρας καὶ ἕτερός τις Προφήτης βοᾷ· ἰδοὺ ἔρχεται, λέγει Κύριος Σαβαώθ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἡνίκα ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται; Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν σάρκα εἰς φοβερὸν ἐκεῖνο δικαστήριον, ὅπου οὐκ ἔνι μικρὸς καὶ μέγας, δοῦλος καὶ ἐλεύθερος· ὅπου οὐκ ἔνι βασιλεὺς καὶ ὑποκείμενος· ἀλλ᾽ ἐπίσης πάντες κατάδικοι, πάντες δέσμιοι, πάντες γυμνοί, ἀπερίστατοι, τρέμοντες, κλαίοντες, ταραττόμενοι, ἀγωνιῶντες, μεριμνῶντες ἕκαστος τίς εἴπῃ 〈ἢ〉 τί ἀπολογήσηται τῷ Δικαστῇ περὶ ὧν ἔπραξε κακῶν.

Ποῦ ἐκεῖ ἡ τῶν βασιλέων φαντασία; Ποῦ ἡ τῶν τυράννων μεγαλαυχία; Ποῦ ἡ τῶν ἀφρόνων ὑπερηφανία; Ποῦ ἡ τῆς νεότητος μαλακία; Ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων; Ποῦ οἱ παριστάμενοι καὶ παρατρέχοντες δοῦλοι; Ποῦ αἱ κοσμούμεναι θυγατέρες; Ποῦ ὁ χρυσός; Ποῦ ὁ ἄργυρος; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ τὰ μύρα; Ποῦ τὰ καπνίσματα; Ποῦ τὰ ἀρώματα; Ποῦ τὰ εἰς μάτην ἀπολλύμενα; Ποῦ ἡ τρυφή; Ποῦ ἡ σπατάλη; Ποῦ τὰ συμπόσια τὰ ἐν νυκτὶ καὶ ἡμέρᾳ γινόμενα; Ποῦ οἱ μετὰ τυμπάνων καὶ ὀρχηστῶν τὸν οἶνον πίνοντες καὶ σπαταλῶντες, τοῦ Θεοῦ δὲ καὶ τῶν πενήτων καταφρονοῦντες; Οὐδὲν τούτων ἔνι ἐκεῖ, ἀλλὰ πικρὸν οὐαί, οὐαί.

Οὐκ ἔστιν ἐκεῖ λοιπὸν πλουτῆσαι, ἀλλὰ φρῖξαι. Οὐκ ἔστιν ἐκεῖ εὐημερία, ἀλλὰ ἀπολογία. Οὐκ ἔστιν ἐκεῖ καλλωπισμός, ἀλλὰ σκοτισμός. Οὐκ ἔστιν ἐκεῖ χορεῦσαι, ἀλλὰ θρηνῆσαι. Οὐκ ἔστιν ἐκεῖ νεότητος φαντασία, ἀλλ᾽ ἐν τῷ ᾅδῃ ἐξορία. Οὐκ ἔστιν ἐκεῖ ἐξιλασμός, ἀλλὰ μέγας φόβος. Οὐκ ἔστι παράκλησις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἀλλὰ δικαία καὶ ἀκριβὴς ἀνταπόδοσις.

Καλόν σοι βοήθημα τότε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰ ἐποίησας ὧδε τοῖς πτωχοῖς συμπάθειαν. Καλοὶ ὑπὲρ σοῦ πρὸς Χριστὸν συνήγοροι οἱ παρὰ σοῦ διατραφέντες, καὶ ἐλεηθέντες, καὶ σκεπασθέντες, καὶ διασωθέντες πένητες. Καλοὶ καὶ ἰσχυροὶ ὑπὲρ σοῦ παρακλήτορες οἱ ἀδελφοὶ τοῦ Χριστοῦ, 〈οἱ〉 πένητες, οἱ ὀρφανοί, αἱ χῆραι, οἱ ξένοι, οἱ ἄποροι, οἱ κυλλοί, οἱ τυφλοί, οἱ αἰχμάλωτοι, οἱ ἀπερίστατοι, οἱ ἐν βασάνοις, οἱ ἐν ἐρήμοις, οἱ ἐν φυλακαῖς, οἱ ἐν ἐξορίαις, οἱ ἐν ἀσθενείαις, οἱ ἐν συμφοραῖς, ὑπὸ σοῦ διασωθέντες καὶ ἐλεηθέντες. Μεγάλοι σου οὗτοι τότε γενήσονται προστάται ἐκεῖ, μεγάλοι ἀντιλήπτορες, μεγάλοι βοηθοί, ὑποδεικνύοντες τῷ Χριστῷ ἅπερ αὐτοῖς δέδωκας, ἅπερ αὐτοὺς ἔθρεψας, ἅπερ αὐτοὺς ἀνέπαυσας, ἅπερ αὐτοῖς ἐδούλευσας. Καλοί σοι οὗτοι γενήσονται ἀδελφοὶ ἐκεῖ, ὡς ἀδελφοὶ τοῦ Χριστοῦ τυγχάνοντες.

Εἰ γὰρ εἷς ἀδελφὸς βασιλέως πολλάκις πολλὰ ἰσχύει εἰς παράκλησιν πρὸς τὸν οἰκεῖον ἀδελφὸν τὸν βασιλέα, πολλῷ μᾶλλον ὅπου πλῆθος ἀδελφῶν δυσωπεῖ. Ὅτι γὰρ ἀδελφοὺς ὀνομάζει Χριστὸς τοὺς πένητας ἐν ἐκείνῃ τῇ φοβερᾷ ὥρᾳ τῆς κρίσεως, ἄκουσον αὐτοῦ πρὸς δικαίους τοὺς ἐκ δεξιῶν τότε ἱσταμένους λέγοντος, ὅτι ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· λέγων δὲ τοῦτο, ὑποδείκνυσι πάντως τῷ δακτύλῳ ἐκεῖ παρόντας καὶ πρὸς τοὺς πόδας αὐτοῦ καθεζομένους.

Τίς ἄρα ἄξιος, τίς μακάριος ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅτε πάντες Ἄγγελοι καὶ ἄνθρωποι φρίττουσι καὶ τρέμουσι, ὀνομασθῆναι ἀδελφὸς τοῦ Χριστοῦ; Πόσων σοι θησαυρῶν τοῦτο, πόσου πλούτου, πόσων στεφάνων ἐστὶν ὑψηλοτέρα ἡ τοιαύτη φωνή; Τίνες ἄρα εἰσὶν ἐκεῖνοι, ἵνα μακαρίσωμεν αὐτούς; Τίνες ἄρα εἰσίν, ἵνα αὐτοὺς ἐπαινέσωμεν;

Τίνες ἄρα εἰσίν, ἵνα καὶ ἡμεῖς ζηλώσωμεν αὐτούς, οἵτινες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὥρᾳ τῆς φρικτῆς καὶ φοβερᾶς κρίσεως εἰσέρχονται θαρροῦντες καὶ πεπαρρησιασμένοι καὶ ἄφοβοι, ὡς πρὸς πατέρα αὐτῶν καὶ φίλον γνήσιον τὸν Χριστόν, γινώσκοντες καὶ ἀκριβῶς ἐπιστάμενοι ὅτι περ ὡς υἱοὺς καὶ φίλους γνησίους, οὕτως ὑποδέξεται αὐτούς, ὡς δουλεύσαντας αὐτῷ γνησίως καὶ φυλάξαντας αὐτοῦ τὰς ἐντολάς;

Τίς ἄρα ἐστὶν ἐκεῖνος ὁ τρισμακάριος, ὅντινα θεωρήσας Χριστός, καθήμενος ἐπὶ τοῦ θρόνου, εἰσερχόμενον πρὸς αὐτόν, ὑποδέξεται, καὶ ὑπαντήσει αὐτῷ ἱλαρῷ τῷ προσώπῳ, καὶ μειδιῶντι βλέμματι, καὶ περιχαρεῖ προσηγορίᾳ, καὶ εὐμενεῖ παρρησίᾳ; 〈Καὶ〉 κρατήσας τοῦτον περιλάβῃ, καὶ ἀσπασθήσηται, καὶ ὡς ἀπὸ ξένης διὰ χρόνου ἐλθόντα φίλον υἱὸν καταφιλήσῃ, τοιαῦτά τε πρὸς αὐτὸν εἴπῃ; Εὖ ἦλθες, φίλε ἀγαθὲ καὶ πιστέ! Καλῶς ἦλθες, ὁ τροφεύς μου, ὁ ξενοδόχος μου, ὁ σκεπαστής μου. Εὐχαριστῶ τῇ προθέσει σου, καὶ οὐ λανθάνομαι τῆς ἀγάπης σου. Μέμνημαι ὅσα ἀγαθά μοι ἐποίησας. Οἶδα πόσα με ἀνέπαυσας. Εἶτα ταῦτα πρὸς αὐτὸν λέγων ὁ Χριστός, κρατήσας αὐτὸν τῆς χειρὸς ἐνώπιον πάσης τῆς μεγάλης ἐκείνης πανηγύρεως, ἐνώπιον Ἀγγέλων καὶ Ἀρχαγγέλων, καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ Δικαίων καὶ Προφητῶν καὶ Ἀποστόλων καὶ Ὁσίων, καὶ στήσας τοῦτον ἐς μέσον, ἀνακηρύξει ὑποδεικνὺς αὐτὸν πᾶσι καὶ λέγων· οὗτος ὁ ἄνθρωπος πεινῶντά με εἶδέ ποτε καὶ ἔθρεψε, διψῶντα καὶ ἐπότισε, ῥιγῶντα καὶ ἐσκέπασε, ξένον καὶ ὑπεδέξατο, ἀσθενοῦντα εἶδε καὶ διηκόνησε, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ εἰσήγαγε. Τοὺς πόδας μου ἔνιψε, τὰ τραύματά μου ἀπέπλυνεν, ἐπὶ τῆς κλίνης αὐτοῦ με ἀνέπαυσεν· ἠνέῳξέ μοι τὰς πύλας τοῦ οἴκου αὐτοῦ, ὑπήντησέ μοι μετὰ χαρᾶς, ἀνέπαυσέ με ὁλοψύχως.

Ἐν ἀνάγκῃ με εἶδε καὶ ἐλυτρώσατο, ἐν φυλακῇ με εὗρε καὶ ἐξηγόρασε. Διὸ κἀγὼ λέγω αὐτῷ· εὗ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ἀπόλαυσον τῆς τρυφῆς τοῦ παραδείσου μου· εἴσελθε εἰς τὴν βασιλείαν τοῦ Κυρίου σου· εἴσελθε εἰς τὴν ζωὴν τὴν αἰώνιον.