Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντας καὶ μετανοοῦντας

Ἐφραίμ ὁ Σύρος

Η άπειρη φιλανθρωπία του Θεού και η αναγκαιότητα της εμμονής στην αρετή

Τονίζεται η ετοιμότητα του Θεού για συγχώρηση και απευθύνεται αυστηρή σύσταση για τη διατήρηση της χάριτος και την αποφυγή της υποτροπής στην αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Οὕτω τῶν ἁμαρτωλῶν τοὺς ἀκαμπεῖς κολάζει, οὐκ ἐὼν τοὺς εὐπειθεῖς ἀφειδῶς ἀπολέσθαι. Σπεύσατε, δεήθητε, σώθητε, φυλάχθητε. Ἕτοιμος Κύριος εἰς χάριν, εἰς ἴασιν. Ταχὺς εἰς βοήθειαν, πρόθυμος εἰς λύτρωσιν. Δίδωσι τοῖς αἰτοῦσι, ἀνοίγει τοῖς κρούουσι, δεομένοις παρέχει, προτείνει τοῖς χρῄζουσιν, οὐ φθονεῖ τοῖς ζητοῦσιν, οὐ κοτεῖ τοὺς πεσόντας, χεῖρα σῴζειν ὀρέγει. Χαίρει λύσιν ζητοῦσιν, ἀπειλεῖ ἀπειθοῦσιν.

Ἐσφάλης, ἀνάνηφε· ἔπεσας, ἐπίστρεφε. Εὔχου, δέου, πρόσπιπτε, αἴτει, ζήτει λαμβάνειν, πεῖθε δοῦναι. Προσκύνει, δέου, σῴζου· δυσώπει τὸν δοῦναι βουλόμενον, τὸν σῶσαι δυνάμενον. Σωθεὶς μὴ ἐκπίπτῃς· πεσὼν ἐξανάστηθι, ἀνορθοῦ. Κατενεχθείς, ὡς πταίσας ἀνάλυε· ἰαθεὶς ἐπίμεινον. Ὑγιαίνων δι᾽ ὅλου καὶ σωθείς, ἀποστρέφου τὴν νόσον, ἣν ἀπόθου. Μὴ ἀνάψῃς οὖν πάλιν ἣν ἅπαξ κατέσβεσας· μὴ προσπέσῃς βορβόρῳ, ὃν καλῶς ἀπέπλυνας· μὴ μιμήσῃ τοὺς χοίρους τοὺς βορβόρῳ χαίροντας· μὴ ζηλώσῃς τοὺς κύνας τοὺς ἐμέτους λάπτοντας.

Οὐδεὶς ἅπαξ ἐμβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, βασιλείαν εὕρατο. Οὐδεὶς ἅπαξ ἐκπλυνθείς, τῷ ῥύπῳ προσέδραμεν. Εἷς Χριστός, μία πίστις, εἷς σταυρός, εἷς θάνατος, μία χάρις, ἓν πάθος, μία καὶ ἀνάστασις. Οὐ δεῖ πάλιν σφάγιον τὸν τυθέντα γενέσθαι, οὐδὲ λύτρον ὑπὲρ σοῦ τὸν αὐτὸν ἐκδοθῆναι. Ἐλυτρώθης, μὴ γένῃ δοῦλος δυσαυθαίρετος· μολυσμῶν ἁμαρτίας ἐλούσω, μὴ ῥυπωθῇς· οὐ γὰρ ἔχεις ἕτερον λουτρὸν πάλιν εἰς πλύσιν τῇ τομῇ τοῦ θανάτου ἑτοίμως προκείμενον.