Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς κεκοιμημένους πατέρας

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και θρήνος για την εκδημία των πατέρων

Εισαγωγικός θρήνος και παρομοίωση της μετάστασης των αγίων με τον τρυγητό των ώριμων καρπών από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος εἰς πατέρας τελειωθέντας Τὴν καρδίαν μου ἀλγῶ· συμπαθεῖτε, ἀδελφοί, δοῦλοι εὐλογημένοι. Δεῦτε, ἀκούσατε· ὀδυνᾶταί μου ἡ ψυχή· ἀλγοῦσί μου οἱ νεφροί. Ποῦ εἰσι τὰ δάκρυα καὶ ποῦ ἡ κατάνυξις, ἵνα λούσω σῶμά μου δάκρυσι καὶ στεναγμοῖς;

Τίς ἄν με μετέθηκεν ἐν τόπῳ ἀοικήτῳ, ὅπου οὐκ ἔνι θόρυβος ἐκκόπτων τὰ δάκρυα, οὔτε πάλιν σύγχυσις ἐμποδίζουσα κλαυθμόν; Καὶ ὑψώσας τὴν φωνὴν ἔκλαυσα πρὸς τὸν Θεὸν μετὰ πικρῶν δακρύων, καὶ εἶπον ἐν στεναγμοῖς· ἴασαί με, Κύριε, ἵνα ἰαθήσωμαι, διότι ὑπερβολῇ ἀλγεῖ μου ἡ καρδία, καὶ οἱ στεναγμοὶ αὐτῆς οὐκ ἐῶσί με ῥοπὴν ἄνεσιν ἀναλαβεῖν. Θεωρῶ γάρ, Δέσποτα, ὅτι τοὺς ἁγίους σου, ὥσπερ χρυσὸν ἐκλεκτόν, οὕτως παραλαμβάνεις ἐκ τοῦ ματαίου κόσμου εἰς ἀνάπαυσιν ζωῆς. Καθάπερ ὁ συνετὸς γεωργὸς ἐν φρονήσει, ὅταν ἴδῃ τοὺς καρποὺς ὡριμάσαντας καλῶς, τρυγᾷ αὐτοὺς ἐν τάχει, ἵνα μὴ ἀδικηθῇ ὑπό τινων τραυμάτων ἐναντιούντων αὐτοῖς, οὕτως καὶ αὐτός, Σωτήρ, συλλέγεις τοὺς ἐκλεκτοὺς τοὺς κάμνοντας ὁσίως.