Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς κεκοιμημένους πατέρας
Αντιπαραβολή του ασκητικού βίου προς τη σύγχρονη ραθυμία
Αντίθεση ανάμεσα στις αρετές και την άσκηση των κεκοιμημένων πατέρων και την ακηδία, τα πάθη και την αμέλεια των συγχρόνων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αντιπαραβολή του ασκητικού βίου προς τη σύγχρονη ραθυμία
Αντίθεση ανάμεσα στις αρετές και την άσκηση των κεκοιμημένων πατέρων και την ακηδία, τα πάθη και την αμέλεια των συγχρόνων.
Καὶ ἡμεῖς οἱ ῥᾴθυμοι χαῦνοι τῇ προαιρέσει ἀπεμείναμεν οὕτως ἐν σκληρότητι ἡμῶν, καὶ καρπὸς ἡμῶν ἀεὶ ἄωρος ἀπέμεινε τῷ μὴ ἔχειν πρόθεσιν, ἵνα καλῶς ὡριμάσῃ ἐν ἔργοις τοῖς ἀγαθοῖς καὶ τρυγηθῇ ὁσίως εἰς ἀποθήκην ζωῆς· οὐκ ἔχει γὰρ δάκρυα ὁ ἡμέτερος καρπός, ἵνα αὐτὸν ὡριμάσῃ· οὔτε μὴν κατάνυξιν, ἵνα εὐθαλὴς γένηται ἐκ πνοῆς τῶν δακρύων· οὔτε μὴν ταπείνωσιν, ἵνα ἐπισκιάσῃ ὑπεράνωθεν αὐτοῦ εἰς τὸν πολὺν καύσωνα· οὔτε ἀκτημοσύνην, ὅπως ἂν μὴ βαρηθῇ ἀπὸ τῶν ἐναντίων· οὔτε ἀγάπην Θεοῦ, τὴν ῥίζαν τὴν κραταιάν, τὴν βαστάζουσαν καρπόν· οὔτε ἀμεριμνίαν τῶν γηΐνων πραγμάτων· οὔτε μὴν ἀγρυπνίαν· οὔτε νοῦν ἐγρήγορον, νήφοντα ἐν προσευχῇ. Ἀντὶ τούτων τῶν καλῶν καὶ ἀγαθῶν ἀρετῶν ἔχει τὰ ἐναντία· ὀργὴν δεινὴν καὶ θυμὸν κολαφίζοντα καρπόν, ὅπως μὴ χρησιμεύσῃ. Ἡ πολυκτημοσύνη βαροῦσα αὐτὸν κάτω, ἀκηδία μεγάλη, αὗται πᾶσαι συμφοραί, πῶς ἐῶσι τὸν καρπὸν ὡριμάσαι ὁσίως, ἵνα καὶ χρησιμεύσῃ τῷ ἰδίῳ δεσπότῃ, οὐρανίῳ γεωργῷ;
Οἴμοι, οἴμοι, ὦ ψυχή, λάλησον καὶ δάκρυσον στερηθεῖσα ἐν τάχει ἐκ πατέρων τελείων καὶ ἀσκητῶν ὁσίων. Ποῦ εἰσιν οἱ πατέρες; Ποῦ εἰσιν οἱ ἅγιοι; Ποῦ εἰσιν οἱ γρήγοροι; Ποῦ εἰσιν οἱ νηφάλιοι; Ποῦ εἰσιν οἱ ταπεινοί;
Καὶ ποῦ εἰσιν οἱ πραεῖς; Ποῦ εἰσιν οἱ ἥσυχοι; Ποῦ εἰσιν οἱ ἐγκρατεῖς; Ποῦ εἰσιν οἱ εὐλαβεῖς; Καὶ ποῦ οἱ ἀκτήμονες; Ποῦ οἱ κατανυκτικοί, εὐάρεστοι τῷ Θεῷ; Οἵτινες ἑστήκεισαν ἐν προσευχῇ καθαρᾷ ἐνώπιον τοῦ Θεοῦ, ὡς ἄγγελοι τοῦ Θεοῦ, βρέχοντες σχεδὸν τὴν γῆν 〈διὰ〉 τῶν γλυκέων δακρύων [καὶ] τῆς κατανύξεως; Ποῦ εἰσι φιλόθεοι μεστοὶ ἀγάπης Θεοῦ, μὴ κτησάμενοι ὅλως τι φθαρτὸν ἐπὶ τῆς γῆς, ἀλλὰ σταυρὸν ἑαυτῶν αἴροντες διηνεκῶς, Σωτῆρα ἠκολούθουν, βαδίζοντες ἀσφαλῶς ἐν τῇ ὁδῷ τῇ στενῇ, προσέχοντες ἀκριβῶς μὴ ἐκπεσεῖν εἰς κρημνούς, ἐν ἐρήμῳ ἀβάτῳ, ἀνύδρῳ καὶ σκοτεινῷ, ἀλλ᾽ ἐν τῇ εὐθείᾳ ὁδῷ τῆς ἀληθείας τῶν ἐντολῶν τοῦ Θεοῦ, πλήρεις ἀεὶ φωτισμοῦ προσταγμάτων τοῦ Χριστοῦ, ὁδεύοντες ἐν καλῇ πολιτείᾳ καὶ θερμῶς δουλεύοντες τῷ Θεῷ, θλιβέντες ἑκουσίως ἐν βίῳ τῷ ματαίῳ; Διὰ τοῦτο ὁ Θεὸς ἀγαπῶν αὐτοὺς λίαν, ἐπεσύναξεν αὐτοὺς εἰς λιμένα τῆς ζωῆς καὶ χαρὰν αἰώνιον, ἵν᾽ ἐκεῖ ἀγάλλωνται καὶ ἐκεῖ τρυφήσωσιν ἐν παραδείσῳ τρυφῆς καὶ παστῷ οὐρανίῳ, Νυμφίῳ ἀθανάτῳ, ἐν χαρᾷ τῇ μεγίστῃ.
Ἀπεδήμησαν ἔνθεν πρὸς Θεὸν τὸν ἅγιον, ἔχοντες τὰς λαμπάδας μεθ᾽ ἑαυτῶν ἑτοίμους. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀρετή, οὐδ᾽ ἔστιν ἐν ἡμῖν ἐκείνων ἡ ἄσκησις. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἐγκράτεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ εὐλάβεια, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ πραΰτης, οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀκτημοσύνη. Οὐκ ἔστι νῦν ἐν ἡμῖν ἐκείνων ἡ ἀγρυπνία, οὐδ᾽ ἔστιν ἐν ἡμῖν ἀγάπη πρὸς τὸν Θεόν. Οὐκ ἔστι νῦν ἐν ἡμῖν εὐσπλαγχνία τοῦ Χριστοῦ, οὔτε ἐστὶν ἐν ἡμῖν συμπάθεια τῶν μελῶν. Ἀλλὰ πάντες ἤμεθα ἄγριοι, ἀνήμεροι καὶ μὴ ἀνεχόμενοι ἀλλήλων τὸ παντελῶς.
Βέλη πεπυρωμένα εἰσὶν αἱ γλῶσσαι ἡμῶν κατ᾽ ἀλλήλων καθ᾽ ὥραν. Πάντες τιμὴν ζητοῦμεν· πάντες φιλοδοξοῦμεν· πάντες φιλοκτήμονες· πάντες ἤμεθα χαῦνοι· πάντες ἐσμὲν ὑπνώδεις· πάντες ἐσμὲν σκολιοί. Εἰς φλυαρίαν εὔτονοι, εἰς τὰς εὐχὰς ὀκνηροί. Πλάζεσθαι αὐθαίρετοι, ἡσυχάσαι ἀσθενεῖς. Εἰς τρυφὴν εὐπρόθυμοι, εἰς ἐγκράτειαν στυγνοί· εἰς τὴν ἀγάπην ψυχροί, καὶ εἰς τὸν θυμὸν θερμοί· εἰς ἀγαθὰ ὀκνηροί, καὶ εἰς κακὰ σπουδαῖοι.
Τίς ἄρα μὴ θρηνήσει, καὶ τίς ἄρα μὴ κλαύσει τὴν διάθεσιν ἡμῶν τὴν πλήρη χαυνότητος; Ἐκεῖνοι οἱ πατέρες γενόμενοι πρὸ ἡμῶν χρήσιμοι τῷ Κυρίῳ, σώσαντες καὶ ἑαυτούς, οὐκ ἦσαν οὕτως χαῦνοι. Οὐδὲ δύο λογισμοὺς εἶχον οἱ τέλειοι, ἀλλὰ ἕνα λογισμόν, τὸ πῶς μόνον σωθῶσιν· ἔσοπτρον καλὸν ἦσαν ἅπασι τοῖς θεαταῖς. Εἷς αὐτῶν ἠδύνατο τὸν Θεὸν παρακαλεῖν ὑπὲρ πολλῶν ἀνθρώπων· δύο πάλιν ἐξ αὐτῶν ἴσχυον παρίστασθαι ἐνώπιον τοῦ Θεοῦ ἐν προσευχαῖς ἁγίαις, δυσωπῆσαι ὁσίως τὸν φιλάνθρωπον Θεὸν καὶ ὑπὲρ χιλιάδων.
Οἴμοι οἴμοι, ὦ ψυχή, ἐν ποίῳ καιρῷ ἐσμεν; Οἴμοι, ἀγαπητοί μου, εἰς ποίαν ἰλὺν κακῶν νῦν ἐφθάσαμεν ἡμεῖς; Ἀγνοοῦμεν θέλοντες. Ἐπειδὴ γὰρ οὐ νήφει ὁ τῆς ψυχῆς ὀφθαλμὸς ἐκ πολλῆς τυφλώσεως καὶ τῶν μετεωρισμῶν, χάριν τούτου οὐκ ἐσμὲν δυνατοὶ κατανοεῖν εἰς προκειμένην θλῖψιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.