Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς κεκοιμημένους πατέρας

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική προσδοκία και προτροπή σε νήψη

Αναφορά στην επικείμενη Παρουσία του Κυρίου και την Έσχατη Κρίση, με έκκληση για εγρήγορση, μετάνοια και δάκρυα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ὅσιοι καὶ δίκαιοι ἰδοὺ νῦν ἐκλέγονται καὶ ἐπισυνάγονται εἰς λιμένα τῆς ζωῆς, ἵνα μὴ θεωρῶσι τὴν θλῖψιν καὶ σκάνδαλα ἐπερχόμενα ἡμῖν δι᾽ ἡμῶν ἁμαρτίας. Ἐκεῖνοι ἐκλέγονται, καὶ ἡμεῖς νυστάζομεν· ἐκεῖνοι ἁρπάζονται, καὶ ἡμεῖς συρόμεθα εἰς κόσμον τὸν μάταιον· ἐκεῖνοι συνάγονται, καὶ ἡμεῖς καθεύδομεν· ἐκεῖνοι ὑπάγουσι πρὸς Θεὸν παρρησίᾳ, καὶ ἡμεῖς μετεωριζόμεθα ἐπὶ τῆς γῆς. Κυρίου παρουσία ἐπὶ θύραις ἕστηκε καὶ ἡμεῖς διστάζομεν· σάλπιγξ ἡ οὐράνιος ἑτοίμη ἐστὶ βοᾶν ἐν προστάγματι Θεοῦ, καὶ σαλεῦσαι σύμπαντα διὰ τῆς φρικτῆς φωνῆς, ἵν᾽ ἐγείρῃ τοὺς νεκρούς, ἵν᾽ ἕκαστος ἀπολάβῃ κατὰ τὴν πρᾶξιν αὐτοῦ· δυνάμεις τῶν οὐρανῶν ἕτοιμαι ἑστήκασιν ἐν τοῖς τάγμασιν αὐτῶν προσελθεῖν μετὰ φόβου ἔμπροσθεν τοῦ Νυμφίου ἐρχομένου ἐν δόξῃ ἐν νεφέλαις οὐρανῶν κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἡμεῖς ἀπιστοῦμεν.

Τί ἄρα ἂν γένηται ἐν τῇ ὥρᾳ ἐκείνῃ ἐφ᾽ ἡμῶν, ἀδελφοί; Πῶς ἔχωμεν ἐκεῖσε Θεῷ ἀπολογήσασθαι διὰ τὴν ἀμέλειαν τῆς ἡμῶν σωτηρίας; Ἂν μὴ νῦν σπουδάσωμεν καὶ κλαύσωμεν ἀναιδῶς, μετανοοῦντες καλῶς ἐν ταπεινώσει ψυχῆς καὶ πρᾳότητι πολλῇ, πῶς μέλλομεν ἕκαστος θρηνῆσαι ἐν τῇ θλίψει; Καὶ μεταμελούμενος εἴπῃ ἕκαστος ἡμῶν μετὰ πικρῶν δακρύων· οἴμοι τῷ ἁμαρτωλῷ, τί ἄφνω ἐγένετο; Πῶς παρῆλθεν ὁ βίος τῆς ἐμῆς χαυνότητος;

Ἠγνόησα παντελῶς πῶς ἐκλάπη ὁ χρόνος ἐμοῦ τοῦ μετεώρου. Ποῦ εἰσιν αἱ ἡμέραι ἐκεῖναι αἱ ἥσυχοι, ἃς ἐγὼ ἐτέλεσα ἐν τοῖς μετεωρισμοῖς, ἵνα μετανοήσω μετὰ σάκκου καὶ σποδοῦ; Καὶ οὐδὲν ὠφελήσῃ ἐκ τῶν πολλῶν ῥημάτων. Ὅταν πάλιν ἴδωμεν τοὺς ἁγίους ἐν δόξῃ ἱπταμένους ἐν φωτὶ ἐν νεφέλαις ἀέρων εἰς ἀπάντησιν Χριστοῦ τοῦ βασιλέως τῆς δόξης, ἑαυτοὺς δὲ βλέποντες ἐν τῇ μεγάλῃ θλίψει, τίς ἄρα ὑπενέγκῃ τὴν αἰσχύνην ἐκείνην καὶ δεινὸν ὀνειδισμόν; Νήψωμεν, ὦ ἀδελφοί, νήψωμεν, ἀγαπητοί, νήψωμεν, φιλόθεοι, τέκνα ἠγαπημένα παρὰ τοῦ Θεοῦ πατρός, ἔλθωμεν εἰς ἑαυτούς, καὶ ἐπισυνάξωμεν ὀλίγον τοὺς λογισμοὺς ἐκ τοῦ ματαίου βίου· προσπέσωμεν τῷ Θεῷ μετὰ πολλῶν δακρύων· παρακαλέσωμεν αὐτὸν ἀναιδῶς μετὰ σπουδῆς, ἵνα ἡμᾶς ῥύσηται τοῦ πυρὸς τοῦ ἀσβέστου καὶ πικρᾶς κολάσεως. Μὴ αὐτοῦ χωρισθῶμεν τοῦ γλυκέος Δεσπότου, ἀγαπήσαντος ἡμᾶς καὶ δόντος ὑπὲρ ἡμῶν ἑαυτὸν εἰς τὸν σταυρόν.