Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς κεκοιμημένους πατέρας

Ἐφραίμ ὁ Σύρος

Επίλογος και προσωπική ικεσία

Ταπεινή παράκληση του συγγραφέα προς τους αδελφούς για προσευχή, ώστε να επιτύχει τη μετάνοια προ της συντέλειας του αιώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Πάντων ὑμῶν δέομαι καὶ πάντας ἱκετεύω ἐγὼ ὁ ἀνάξιος ἅμα καὶ ἁμαρτωλός, καὶ ἐπ᾽ ἐμοὶ τῷ χαύνῳ ἐκχέατε δάκρυα ἐν τῇ προσευχῇ ὑμῶν καὶ δεήσει καθαρᾷ, ἵνα κἀγὼ κατανυγῶ καὶ δακρύσω σὺν ὑμῖν, καὶ φωτισθῇ ὀλίγον ἡ τυφλή μου καρδία, καὶ ζητήσω τὸν Θεόν, σωτῆρα τὸν ἅγιον, ὅπως μοι δωρήσηται προθυμίαν τελείαν μετὰ σπουδῆς μετανοεῖν, ἕως οὗ καιρός ἐστι δεχθῆναι τὰ δάκρυα, καὶ σὺν ὑμῖν, ἀδελφοί, σωθήσομαι καὶ ἐγὼ ὁ ἀνάξιος τῆς ζωῆς. Δέομαι, ἀγαπητοί, δέξασθε παράκλησιν τοῦ ἁμαρτωλοῦ Ἐφραΐμ, ἀδελφοῦ ὑμῶν χαύνου. Καὶ σπουδάσωμεν πάντες τὸν Θεὸν τὸν ἅγιον ἵλεων ποιήσασθαι ἕως ἔχομεν καιρόν. Ἰδοὺ γὰρ ἐπὶ θύραις ἕστηκεν ὁ Κύριος ποιῆσαι συντέλειαν αἰῶνος τοῦ ματαίου.