Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Η αντιπαραβολή με την παρούσα ραθυμία και η προσδοκία του παραδείσου

Έλεγχος της πνευματικής αμέλειας των πιστών σε καιρό ειρήνης, με παράλληλη ανάδειξη της ήττας του πονηρού και της προσδοκίας των μελλοντικών αγαθών από τους Μάρτυρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἡμεῖς δέ, ὦ ἀδελφοί, ποίαν ἀπολογίαν ἔχομεν πρὸς τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ κρίσεως ἐκείνῃ τῇ φοβερᾷ· ὅτι χωρὶς διωγμοῦ καὶ παντοίας θλίψεως, οὕτως ἠμελήσαμεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ ἡμετέρας ζωῆς; Οἱ Μάρτυρες θλιβόμενοι, καὶ πάλιν πειραζόμενοι καὶ βασανιζόμενοι ἐν δειναῖς τιμωρίαις, ἠγάπησαν τὸν Θεὸν ἐξ ὅλης αὐτῶν ψυχῆς, καὶ οὐκ ἴσχυσαν πειρασμοί, οὐ χαλεπαὶ βάσανοι αὐτῶν ἕνα χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ· ἡμεῖς δὲ ἐν ἀνέσει καὶ τρυφῇ ὑπάρχοντες, οὐκ ἀγαπῶμεν τὸν Θεόν, τὸν ἀγαθὸν Δεσπότην. Καὶ τί οὖν ποιήσωμεν, ὅταν δείξωσιν ἐκεῖ ἐν τῇ φρικτῇ ἡμέρᾳ ἀθλοφόροι Μάρτυρες ἔμπροσθεν τοῦ βήματος, ἐν πολλῇ παρρησίᾳ, τὰς οὐλὰς τῶν τραυμάτων καὶ δεινῶν τιμωριῶν; Ἡμεῖς ἄρα, ἀδελφοί, τί ἂν δείξωμεν ἐκεῖ; Ποῖα κατορθώματα; Τὴν ἀγάπην τοῦ Θεοῦ ἢ ἄρα πρᾳότητα;

Τὴν ἐλεημοσύνην ἢ ἄρα συμπάθειαν; Τὰς εὐχὰς τὰς καθαρὰς ἢ ἄρα κατάνυξιν τὴν ἁγνήν; Ἀγρυπνίαν ἢ ἄρα τὰ δάκρυα; Μακάριος ὁ ἔχων ταῦτα κατορθώματα, ὅπως ἔσται ἐκεῖ συμμέτοχος Μαρτύρων, καὶ μὴ ἐκβαλλόμενος ἐκ παστοῦ τοῦ φωτός, ἀλλὰ ἔχει πεποιθὼς παρρησίαν τὴν αὐτὴν διὰ κατορθωμάτων ἐνώπιον τοῦ Χριστοῦ καὶ τῶν Ἀγγέλων αὐτοῦ.

Ἀθλοφόροι Μάρτυρες, θλιβόμενοι ἑκουσίως ἕνεκεν τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Σωτῆρος, παρρησίαν ἔχοντες πρὸς αὐτὸν τὸν Δεσπότην, πρεσβεύσατε, Ἅγιοι, ὑπὲρ ἡμῶν τῶν χαύνων, καὶ ἁμαρτωλῶν, καὶ μεστῶν ῥᾳθυμίας, ἵνα ἔλθῃ ἐφ᾽ ἡμᾶς ἡ χάρις τοῦ Χριστοῦ καὶ φωτίσῃ καρδίας ἁπάντων τῶν ῥᾳθύμων, ἵνα αὐτὸν ἀγαπῶμεν.

Ὑμεῖς ἐστὲ ἀληθῶς μακάριοι καὶ ἔνδοξοι. Ἄγγελοι καὶ ἄνθρωποι ὑμᾶς μακαρίζουσιν· ἐν καιρῷ γὰρ θλίψεως, ὅταν ἐπληθύνετο ἀλγηδὼν τῶν βασάνων, ὑμεῖς τὸν παράδεισον εἴχετε πρὸ ὀφθαλμῶν, λέγοντες ἐν ἑαυτοῖς· πληθυνθῶσιν ἐνταῦθα βάσανοι τοῦ σώματος, ὅπως πληθυνθῇ ἐκεῖ ἐν παραδείσῳ τρυφῆς ἡ ἀνάπαυσις αὐτοῦ· καὶ ὅταν ἠγείρετο ζάλη τοῦ κλύδωνος διὰ τῶν τιμωριῶν, τὸν μακαρισμὸν τοῦ Θεοῦ εἴχετε πρὸ ὀφθαλμῶν, πεισθέντες ὅτι ἀψευδής ἐστιν ὁ ἐπαγγειλάμενος Θεὸς ὁ ὕψιστος.

Ἐπειδὴ πρὸ ὀφθαλμῶν ταῦτα εἴχετε τὰ μέλλοντα ἀγαθά, πεπληροφορημένοι ἀτελευτήτως αὐτῶν ἀπολαύειν ἐν χαρᾷ, διὰ τοῦτο, Ἅγιοι, οὐκ ἐχαυνώθη ὑμῶν ὁ ἰσχυρὸς λογισμός. Ἡ χαρὰ τῶν μελλόντων, ἡ ἀγαλλίασις τῆς προσδοκίας ὑμῶν, ἀνδρείους καὶ γενναίους κατειργάσατο ὑμᾶς καθ᾽ ἑκάστην ὥραν, μηδὲν κορεννυμένους ποτὲ τῶν τιμωριῶν. Εἶδεν ὑμᾶς ὁ Ἐχθρὸς στήκοντας ἐν ἀγῶνι θαρσηροὺς καὶ ἀφόβους, μὴ ἔχοντας παντελῶς δειλίαν ἐν καρδίᾳ βασάνων καὶ πειρασμῶν, καὶ ἐξελύθη ἡ ἰσχὺς τῆς αὐτοῦ πονηρίας.

Νικησάντων δὲ ἡμῶν πάσας αὐτοῦ βασάνους, ὑπέλαβεν ὁ Ἐχθρὸς διὰ φόβον τοῦ ξίφους εἰς δειλίαν ἐμβαλεῖν τὴν ὑμετέραν ἀνδρείαν, ἵνα ἀρνήσησθε Χριστόν, τὸν ποθούμενον ἀεὶ ἐν ταῖς ψυχαῖς τῶν φοβουμένων αὐτόν· καὶ οὐκ εἴδῃ ὁ ἄθλιος ὅτι τὸ ξίφος αὐτοῦ πηγὰς αἱμάτων πολλῶν βρύει ἐκ τῶν αὐχένων τῶν ἁγίων ἀθλητῶν, ἵνα ἀποπνιγῇ αὐτὸς ἀνὰ μέσον τῶν κυμάτων αἱμάτων τῶν Ἁγίων· ταῖς δυνάμεσι δὲ αὐτοῦ ἔλεγε μετ᾽ αἰσχύνης· φοβοῦμαι καὶ δειλιῶ ἐκ τοῦ αἵματος τούτου, τοῦ βρύοντος ἐξ αὐχένων τῶν σφαγιαζομένων ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ Ναζαρηνοῦ· ἀλλήλους γὰρ προσκαλοῦνται τοῦ θανεῖν ὑπὲρ αὐτοῦ. Σκοτοῖ με ἀποφορὰ ἡ τοῦ αἵματος αὐτῶν.

Οὐκ ἰσχύω οὐκέτι σταθῆναι μίαν ὥραν ἢ ῥοπὴν ἔμπροσθεν συμφωνίας τῶν μαθητῶν τοῦ Χριστοῦ. Βέλτιον ἦν μοι πολύ, ἵνα μὴ ἐξήγειρα τοὺς βασιλεῖς κατ᾽ αὐτῶν. Ἰδοὺ γὰρ τὰ αἵματα αὐτῶν διώκει με πάντοθεν· ἡ ὀσμὴ τοῦ αἵματος ἐκλύει μου τὴν δύναμιν· οὐ δύναμαι γὰρ προσχεῖν παντελῶς εἰς τὸν τόπον, ὅπου εἰσὶ τὰ ὀστᾶ τῶν μαθητῶν Ἰησοῦ.