Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Οι καρποί της μαρτυρικής θυσίας και ο εσωτερικός αγώνας

Αναδεικνύονται οι καρποί του μαρτυρίου και η ανάγκη ομόνοιας, με προτροπή προς τους πιστούς να μιμηθούν τους Μάρτυρες μέσω του αόρατου αγώνα κατά των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ταῦτα τὰ λαμπρὰ ἆθλα τῆς γενναιότητος ὑμῶν, ἀγωνισταὶ τέλειοι, καὶ ἀνδραγαθήματα τῆς ὑμετέρας πίστεως, ἀθληταὶ χριστοφόροι. Τοῦτο τὸ γαυρίαμα τῆς ὑμετέρας νίκης, γενναῖοι θεοφόροι καὶ φιλόθεοι· ταῦτα τὰ καυχήματα. Ὁ ὑμέτερος θάνατος μᾶλλον [δὲ] ζωὴν ὑμῖν κατειργάσατο. Κατενόησαν σοφοὶ εἰς ὑμετέρας σφαγάς, καὶ ἐξέστη ἡ φρόνησις τῶν διανοιῶν αὐτῶν· ἐνεοὶ γενόμενοι πρὸς ἀλλήλους ἔλεγον· μέγας Θεὸς ἀληθῶς ὁ Θεὸς τῶν Χριστιανῶν, εἰς ὃν πεπιστεύκασι πάντες οἱ μαθηταὶ αὐτοῦ. Πλειστάκις δὲ γεγόνασιν αὐτοὶ οἱ τιμωρηταὶ προσκυνηταὶ ἀληθῶς, καὶ φοβούμενοι Θεόν, καὶ τέλειοι τῇ πίστει, ὁρῶντες ὑπομονὴν τῶν ἁγίων Μαρτύρων, καὶ καλὴν παράκλησιν, ἣν εἶχον πρὸς ἀλλήλους ἐν αὐτῷ τῷ ἀγῶνι.

Ἴδετε, ὦ ἀδελφοί, συμφωνίαν θεϊκήν! Ἴδετε, ἀγαπητοί, ἀγάπην κατὰ Θεὸν στηρίζουσαν ἐν πόνῳ τὰ μέλη τὰ ἴδια! Ἐκεῖνοι γὰρ οἱ Ἅγιοι ἀλλήλους παρεκάλουν ἐν αὐτῷ τῷ ἀγῶνι, καὶ τοὺς ὀλιγοψύχους παρεμυθοῦντο ἀεί, ἵνα καὶ αὐτοὶ οἱ δοῦλοι σὺν αὐτοῖς στεφανωθῶσι μετὰ χαρᾶς· ἡμεῖς δὲ οἱ πονηροὶ ἀλλήλους φθονοῦντες, ἀλλήλους ἐσθίομεν καὶ ἀλλήλους δάκνομεν διὰ τὴν πικρότητα τῆς ἡμῶν πονηρίας.

Δεῦρο γενοῦ μαθητὴς τῶν ἁγίων Μαρτύρων. Ἐὰν θέλῃς μαθητεῦσαι, γίνονταί σοι καὶ αὐτοὶ διδάσκαλοι ἀγαθοί, καὶ μανθάνεις ἐξ αὐτῶν τὴν καλὴν ἀπάθειαν, τὴν πίστιν τελείαν, τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ συμπάθειαν πολλήν, καὶ πόθον τῶν μελλόντων.

Οὗτοι γὰρ ἐνίκησαν καιομένην τὴν πυρὰν ἐκ δυνάμεως τοῦ Θεοῦ καὶ τελείας πίστεως· νίκησον καὶ αὐτὸς φλεγομένην πάντοτε ἐπιθυμίαν κακήν. Πάλιν δὲ ἐνίκησαν ἐκεῖνοι τὰς βασάνους διὰ τῆς ὑπομονῆς καὶ τῆς ἐν Χριστῷ ἐλπίδος· νίκησον πάλιν 〈καὶ〉 αὐτὸς διὰ τῆς σωφροσύνης καὶ εὐσεβοῦς λογισμοῦ πάντα τὰ αἰσχρὰ πάθη. Ἐνίκησαν τυράννους διὰ τῆς πρᾳότητος καὶ τῆς μακροθυμίας· νίκησον δὲ καὶ αὐτὸς τυραννίδα τῆς ὀργῆς. Ἐκεῖνοι μὲν φανερῶς γεγόνασι μάρτυρες· γενοῦ δὲ καὶ αὐτὸς ἐν κρυπτῷ μάρτυς ἀεὶ τέλειος. Ἐκεῖνοι ἐτέλεσαν ἀγῶνα παρρησίας· ἐπιτέλεσον καὶ σὺ τὸν ἐν κρυπτῷ ἀγῶνα, ἵνα καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως σὺν αὐτοῖς στεφανωθῇς, καὶ ἐν τῇ βασιλείᾳ συγκληρονόμος αὐτῶν εὑρεθῇς, χαιρόμενος εἰς αἰῶνα αἰῶνος.