Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Τελική ικεσία και δοξολογία

Καταληκτήρια δέηση προς τους Μάρτυρες, επίκληση των πρεσβειών τους, αναφορά στα ιερά λείψανα και τελική δοξολογία προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Καὶ περὶ ἁμαρτωλοῦ καθεύδοντος ἐν καιρῷ τῆς αὐτοῦ εὐεργεσίας, πρεσβεύσατε νῦν, Ἅγιοι, ὅπως ἐλέους τύχῃ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν φανεροῦνται τὰ κρυπτὰ τῶν ἀνθρώπων. Ὡς οἰνοχόος οἰκτρὸς γέγονα ὑμῖν ἐγώ, ἀθλοφόροι Μάρτυρες· ἐκ τοῦ ἀγαθοῦ οἴνου τῆς ὑμῶν ἀθλήσεως ὑπηρέτησα πόθῳ τοῖς τέκνοις καὶ ἀδελφοῖς τῆς ὑμετέρας πίστεως· ἐκ τῆς καλῆς τραπέζης τῆς ὑμετέρας νίκης, τῆς γεμούσης πάντοτε ἐδέσματα, πατράσι καὶ ἀδελφοῖς καὶ ὑμῶν συγγενεῦσι, προσερχομένοις ἀεὶ ἐσθίειν τε καὶ πίνειν ἐκ τῆς αὐτῆς τραπέζης, ἡμέραν καθ᾽ ἡμέραν, μετὰ πόθου καρδίας. Ἰδοὺ γὰρ ψάλλουσι καὶ ἀγαλλόμενοι τὸν Θεὸν δοξολογοῦσι, τὸν στεφανοῦντα τὰς κεφαλὰς τῆς γενναιότητος ὑμῶν, καὶ μετὰ χαρᾶς πολλῆς, κύκλῳ περιστήκουσι τῶν ἁγίων λειψάνων τῆς ἀθλήσεως ὑμῶν, θέλοντες εὐλογηθῆναι καὶ λαβεῖν μεθ᾽ ἑαυτῶν ἰάματα τῆς ψυχῆς 〈καὶ〉 τοῦ σώματος. Εὐλογεῖτε οὖν πάντας ὡς ἀγαθοὶ μαθηταὶ τοῦ ἀγαθοῦ Δεσπότου. Κἀγὼ οὖν ἀσθενῶν, ἐνισχυθεὶς ἀφ᾽ ὑμῶν ἔψαλα μετὰ πόθου ἔμπροσθεν τῶν λειψάνων ὑμῶν τῶν ἁγίων. Γίνεσθε οὖν πρεσβευταὶ ὑπὲρ ἐμοῦ τοῦ χαύνου ἔμπροσθεν τοῦ βήματος, ὅπως εὑρεθῶ ἐκεῖ δι᾽ ὑμῶν πρεσβειῶν σῳζόμενος, χάριτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.