Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐπιστολὴ πρὸς Ἰωάννην μοναχὸν περὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και προτροπές για τη φιλαδελφία

Εισαγωγή της επιστολής προς τον μοναχό Ιωάννη, με έπαινο για τη φιλοξενία και τονισμό της ωφέλειας που προκύπτει από την κοινή προσευχή και ψαλμωδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Ἐπιστολὴ πρὸς Ἰωάννην μονάζοντα Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ ἀπατᾶσθαι τοῖς λογισμοῖς προφάσει δικαιωμάτων, καὶ λέγειν, ὅτι ὡς βοσκὸς πορεύομαι. Καὶ περὶ σωφροσύνης Πολλὰ παραινέσαντες τὸν εὐλαβέστατον Θεόδωρον τοῦ μὴ ἀποστῆναι τοῦ τόπου ἑαυτοῦ, οὐκ ἰσχύσαμεν πεῖσαι. Εἶπε δὲ πρὸς ἡμᾶς· ἐὰν θέλῃς, φησί, βοηθῆσαί μοι, καὶ μετὰ Θεὸν σῶσαί μου τὴν ψυχήν, ἀπόστειλόν με εἰς τὸ μοναστήριόν σου· ᾧ τινι ἀπεκρίθην ὅτι, ἀφ᾽ οὗ τὴν ἐπιμέλειαν τοῦ μοναστηρίου ἐπέτρεψα τῷ ἀδελφῷ Ἰωάννῃ, ἄνευ βουλῆς αὐτοῦ, συντάξασθαί τινι οὐ δύναμαι. Καὶ τῷ νῦν καλῶς πεποίηκας δεξάμενος τὸν προειρημένον ἀδελφόν. Ὡς γὰρ ἐπανῆκεν, ἀπήγγειλεν ἡμῖν, ὁποίαν συμπάθειαν ἐνεδείξω εἰς αὐτόν. Καὶ γὰρ τοὺς τοιούτους δεῖ ἐντίμως ἔχειν, τοὺς ὑπὲρ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκα καὶ τέκνα καὶ συγγενεῖς καὶ φίλους, ἀγαπῶντας τὸν Κύριον. Καλῶς δὲ ποιεῖς, εἰς τύπον καλῶν ἔργων παρεχόμενος ἑαυτόν, καὶ μάλιστα τοῖς σὺν σοὶ οἰκοῦσιν ἀδελφοῖς· κατὰ τὸν εἰπόντα· ἀπ᾽ ἐμοῦ ὄψεσθε, καὶ οὕτω ποιήσατε. Καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος παραινεῖ, λέγων· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· ἵνα οὓς ὁ λόγος οὐ πληροφορεῖ, τὸ ἔργον πείσῃ. Τῆς δὲ πνευματικῆς λειτουργίας μὴ καταφρονήσητε, μηδὲ προφάσει τῶν σωματικῶν χρειῶν τῆς συνάξεως ὑμῶν παραμελήσητε.

Τὰ γὰρ λόγια τοῦ Θεοῦ μελετώμενα καὶ ψαλλόμενα, ψυχὴν μὲν τρέφουσι καὶ διαφυλάττουσι, σῶμα δὲ φρουροῦσι καὶ παιδαγωγοῦσι, δαίμονας δὲ ἀπελαύνουσι καὶ μεγίστην γαλήνην τῇ ψυχῇ ἐμποιοῦσι.