Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐπιστολὴ πρὸς Ἰωάννην μοναχὸν περὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Η αποφυγή των σαρκικών παθών και τα βιβλικά παραδείγματα

Προτροπές για την απομάκρυνση από την αμαρτία, με αναφορά στην καταστροφή των Σοδόμων και στα πρότυπα σωφροσύνης της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Αἰσχρότατον γὰρ ἀληθῶς, ἄνδρα ἐν εἰκόνι θεάσασθαι γυναικὶ ὁμιλοῦντα ἀσέμνως, καὶ μάλιστα τῶν δοκούντων σχῆμα εὐσεβείας περιβεβλῆσθαι. Εἰ δὲ καὶ μετὰ ἄρρενος· κατὰ τὸν εἰπόντα· ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· τίς ἄρα τολμήσει ἐνατενίσαι τῇ εἰκόνι; Φευκτέον καὶ τὸ θέαμα. Εἰ τοιαῦτα ἐννοηθείημεν, ἐν τοιαύτῃ ἀτιμίᾳ θεαθῆναι οὐ βουλόμενοι, τῆς αἰσχύνης ἀποναρκήσαντες, πάντως ἐκφευξόμεθα τοῦ αἰσχροῦ πάθους, τῆς χάριτος συνεργούσης.

Φροντίσωμεν τοίνυν εἰλικρινῶς τῆς ἀρετῆς, ὅπως γένηται ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τῆς περὶ ἡμῶν ἱστορίας καλή τε καὶ εὔφημος, εἰς ζῆλον ἀγαθὸν ἐξάπτουσα διὰ τῆς καλλονῆς τοῖς ἐντυγχάνουσι. Μηδὲν δυσειδὲς ἢ ἀνοίκειον τῆς ἀρετῆς χαρακτηρίζωμεν ἐν αὐτῇ. Καὶ γὰρ ἡ τῶν Σοδομιτῶν ἱστορία ἀνεξάλειπτος καθέστηκε, διαγορεύουσα πῶς ἐκύκλουν τὴν οἰκίαν τοῦ δικαίου οἱ ἄσωτοι, ἄχρις οὗ ἐπλάγησαν τῇ ἀορασίᾳ, καὶ ὑπὸ τῆς τοῦ πυρὸς ἐπομβρίας καταφλεχθέντες ἐτεφρώθησαν αὐτοί τε καὶ τὰ ἐδάφη αὐτῶν, ἐφ᾽ οἷς τὰς ἀθέσμους κατειργάζοντο μίξεις. Τούτων τὴν ἱστορίαν, ὡς εἰκόνα τινὰ φόβου γέμουσαν, προτέθηκεν ὁ ποιήσας ἡμᾶς Θεὸς τῷ ἑκάστου ἡμῶν συνειδότι, ἵνα πρὸς τὸ ὑπόδειγμα ἀφορῶντες ἐκκλίνωμεν τῶν φαύλων.

Οἱ δὲ ἐπικαμμύοντες τῇ θεωρίᾳ τῆς προκειμένης ἡμῖν ἱστορίας, ῥᾳδίως ἐμπίπτουσιν ἐν τῷ βαράθρῳ τῶν ἡδονῶν. Σὺ δὲ ἐρηρεισμένον ἔχε τὸ τῆς διανοίας ὄμμα πρὸς τὴν τοιαύτην κατανόησιν, ἵνα τῷ φόβῳ ἐγκρούσῃς τὰ αἴσχιστα πάθη, καὶ τὰς φλεγμαινούσας ἡδονὰς καταμαράνῃ ἡ προσδοκία τῆς ὀργῆς. Τίς γὰρ ἐννοῶν τὴν θεήλατον ἐκείνην ὀργὴν οὐ καταπτήσσῃ καὶ συστέλληται τῇ διανοίᾳ, εἰ μήτε παρέργως κέχρηται τῇ θεωρίᾳ; Ἐγὼ δὲ ὁ ῥᾴθυμος τὸν νοῦν μερικῶς ἐπιστήσας τῇ ἱστορίᾳ ἐστέναξα, καὶ τὸ πρόσωπον τοῖς γόνασιν ἐπιθεὶς ἔκλαυσα. Πῶς γὰρ οὐ φοβερὸν ἔσται ἀληθῶς, τοῖς καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ ἐνορῶσι τῇ σφοδροτάτῃ ῥύσει τοῦ πυρὸς ἐκείνου καὶ τὴν γῆν φρυσσομένην καὶ τῶν οἰκητόρων τηκομένων, ὡσεὶ κηρός, καὶ τοῦ καπνοῦ ἀνιόντος; Ἆράγε οὐ δύναται ταῦτα τὰ ὑποδείγματα τῶν προπεπονθότων καὶ ψυχὴν λελιθωμένην μαλάξαι; Τοιγαροῦν πυκνότερον τῇ ἱστορίᾳ ἐνατενίζωμεν, μᾶλλον δὲ ἀπαραλείπτως, ἵνα τῇ σπουδῇ τῶν κρειττόνων, τῶν προειρημένων τὴν πεῖραν φύγωμεν. Ἡ γὰρ ἀμέλεια αὔξει τὴν ἀφοβίαν· ἐξ ἑκατέρων δὲ συνίσταται ἡ συνήθεια. Οἱ δὲ ἐν ἕξει τοῦ κακοῦ γενόμενοι, δυσέκβατοι ὑπάρχουσι τούτου, πάντοτε ἐπὶ λύμῃ τοῦ πνευματικοῦ καρποῦ ἐπιρρέποντες.

Πάλιν δέ, ὡς ἐν εἰκόνι, φέρωμεν τὴν μνήμην, πῶς ἡ μὲν Αἰγυπτία εἷλκε τὸν Ἰωσὴφ ἐπισπῶσα πρὸς ἑαυτήν, τὸν δὲ θεοφιλῆ τὸ ἱμάτιον αὑτοῦ καταλείψαντα καὶ ἀποδράσαντα τοῦ μύσους. Καὶ πάλιν τοὺς πρεσβυτέρους τοὺς ἐν Βαβυλῶνι, ὡς ἐν εἰκόνι, θεωρῶμεν τῇ διανοίᾳ, πῶς ἤπειγον, πρὸς αἰσχρουργίαν τὴν μακαρίαν Σωσάνναν· αὕτη δὲ εὐσεβεῖ καὶ ἀνδρείῳ λογισμῷ χρησαμένη, τούτους κατέβαλεν. Οὕτως οὖν καὶ ἡμεῖς ἀγωνισώμεθα εἰλικρινῶς, καὶ μάλιστα πεπεισμένοι ὅτι οὐδὲν κρυπτόν, ὃ οὐ φανερωθήσεται, ἵνα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα ἐφευρέσθω περὶ ἡμῖν· ἵν᾽ ὦμεν ἐν τοῖς ἐπαινουμένοις καὶ μὴ ἐν τοῖς ψεγομένοις.