Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ἑρμηνεία
Σωματική άσκηση και αντιμετώπιση των παθών
Οδηγίες για την εγκράτεια, την τήρηση του μέτρου στη νηστεία, καθώς και την αντιμετώπιση της ακηδίας και της πνευματικής ραθυμίας στον μοναχικό βίο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σωματική άσκηση και αντιμετώπιση των παθών
Οδηγίες για την εγκράτεια, την τήρηση του μέτρου στη νηστεία, καθώς και την αντιμετώπιση της ακηδίας και της πνευματικής ραθυμίας στον μοναχικό βίο.
〈Ἑρμηνεία〉 Τὸ σαρκομανεῖν καὶ δαιμονίου καὶ γλεύκους ἐπιβουλεύοντος· ὅτι ἡ σαρκομανία, τουτέστιν ἡ ἀκολασία τῆς σαρκός, οὐ μόνον ἐξ ἐπιβουλῆς τοῦ Δαίμονος, ἀλλὰ καὶ ὑπὸ μέθης προσγίνεται. Οὐχ ἡ πύρωσις διόλου σαρκίνη τοῦ Δαίμονος, ἀλλὰ καὶ φύσεως ἐγκρατείας ἰσχνῆς, ἀνίκμοις πνεύμασιν ἐνοχλουμένης. Δεῖ οὖν μετρίως κιρνᾶν, ἵνα τῇ πάντῃ ἀκρασίᾳ μὴ τὸ σπουδάζον παθαίνοιτο. Οὐκ ἔχει τὸ πᾶν τῆς κινήσεως τῆς σαρκὸς ἡ πύρωσις ἐξ ἐπηρείας τοῦ Δαίμονος, ἀλλ᾽ ἔστιν ὅτε καὶ ἐπ᾽ ἐσχάτης ἐγκρατείας ἔσχε τὴν κίνησιν, πνευμάτων ξηροτέρων καὶ θερμοτέρων κινούντων τὴν φύσιν. Τοῦτο γὰρ δοκεῖ τοῖς δεινοτέροις τῆς φύσεως ἐξετασταῖς. Ὥστε συγκιρνᾶν δεῖ μετρίως τὸ σῶμα διὰ τῆς μεταλήψεως, ἵνα μὴ τῇ παντελεῖ ἀκρασίᾳ, τουτέστιν ἐγκρατείᾳ, ὁ ἀγωνιστὴς ὑπὸ τῶν τῆς σαρκὸς κινημάτων βιάζηται.
Τὸ ἀκαταμάχητον ἄριστον· εἰ δέ γε σαλευθῇς τῆς ζωῆς, ἐνσημειούσθω σοι τύπος ζωηρός, καὶ τὸ δυσμενὲς κατηγώνισται· ὅτι βέλτιστον μὲν τὸ μὴ πάθεσιν ἁλῶναι, τουτέστι μὴ τῇ προσβολῇ τῶν πονηρῶν ἐννοιῶν ὑπενδοῦναι· εἰ δὲ ποτέ τις ὑπὸ τούτων ὥσπερ διασεισθῇ, τῷ τοῦ σταυροῦ ζωοποιῷ τύπῳ αὐτίκα ἐνσημειούσθω, καὶ ὁ Ἐχθρὸς καταβάλλεται. Τοῦτο δέ φησιν ὁ λόγος ἐκ μεταφορᾶς τῶν ἐνίοτε μὲν ἐν πολέμῳ παρὰ τῶν ὑπεναντίων ταραχθέντων, τῷ δὲ τοῦ πλαισίου σχήματι, ὅπερ ἐστὶν ἐπὶ μῆκος τετράγωνον, εὐθέως ἀσφαλιζομένων, καὶ τῆς ἐπιβουλῆς τῶν πολεμίων ἀναλώτων διατηρουμένων. [Ἑρμηνεία] Ἀκρίζουσα νηστεία καὶ πλήρωσις σιτήσεως ἐπίμεμπτα· ὅτι ἡ πολὺ ἐπιτεταμένη ἐγκράτεια καὶ ἡ τῆς τροφῆς πλησμονὴ φαῦλα. Ἡ μὲν γὰρ ἄτονον ποιεῖ τὸν ἀγωνιστὴν καὶ παντελῶς πρὸς τὰς πράξεις ἀνενέργητον, ἡ δὲ τὰ πάθη τῆς σαρκὸς ἐπιπλέον διεγείρει, καὶ σφοδρότερον τὸν κατὰ τῆς ψυχῆς πόλεμον ἀνίστησι.
Ὑστάτῳ πάθει τελευταία καὶ ἀκριβὴς ἐγκράτεια βέλτιστος. Ὕστατόν φησι πάθος, οὐκ αὐτὴν τὴν ἁμαρτίαν, ἀλλὰ τὸ κίνημα τῆς ἁμαρτίας, τὸ πρὸς τὴν ἁμαρτίαν ἐγκείμενον καὶ ἀποτελέσαι ταύτην ἀγωνιζόμενον, οἷον τὴν ἐπιθυμίαν.
Λέγει οὖν ἐπὶ τῆς ἐπιθυμίας· τελείως κατακρατεῖν δοκούσης, τότε ἡ ἀκριβὴς καὶ λίαν ἰσχνὴ ἐγκράτεια σωτήριος. Βρενθυομένῳ πάθει θεῖος λιμὸς ἐπιτεινέσθω· ἀνάλογος δὲ τῇ τοῦ παθαινομένου ῥώμῃ προσίτω· τὸ γὰρ τοιοῦτον πόνος μακρὸς ἐξιάσατο. Ἁμαρτήματος σφοδρυνομένου θεῖος λιμός, τουτέστιν ἡ νηστεία, ἐπαυξανέσθω· πλὴν ἀνάλογος τῆς τοῦ ἁμαρτήσαντος ἰσχύος οἰκονομείσθω· τὰ γὰρ σφοδρὰ τῶν ἁμαρτημάτων χρονιωτέρων δεῖται καμάτων πρὸς ἴασιν.
Ἀπροφάσιστος ὄκνος πρὸς τὰ φαῦλα παρατροπῆς ἄγγελος· ὅτι ῥᾳθυμία γνώμης, μὴ προηγουμένης αἰτίας τινός, τουτέστιν ἀρρωστίας σωματικῆς ἐνίοτε, ἤ τινος δυσχεροῦς, δηλοῖ τὴν ψυχὴν ὅτι πρὸς τὰ χείρω παραφέρεται. Ἀπροφάσιστον γὰρ ὄκνον ἔφη τὴν ἐξ οὐδεμιᾶς αἰτίας περιστατικῆς πρὸς ἐργασίαν τῆς ἀρετῆς ἀκηδίαν καὶ ἀμέλειαν.
Τῷ τῆς ἁμαρτάδος ἀποδράντι, φιλοπονοῦντι δὲ πρὸς τὴν 〈τῶν〉 Γραφῶν ἐντυχίαν, εἰ μή τις ἐπίδοσις ἀρετῆς, δεινὸν συμβήσεται. Ἐάν τις θείᾳ φιλανθρωπίᾳ τῆς ἁμαρτίας ἐλευθερωθεὶς μελετᾷ φιλοπόνως τὰ θεῖα λόγια, μηδὲν δὲ προκόπτῃ πρὸς ἀρετὴν διὰ τῆς τοιαύτης μελέτης, φόβος ἔσται τὸν τοιοῦτον πάλιν ἁλῶναι τῇ ἁμαρτίᾳ.
Νεόφυτος δυστερματεῖ δουλογάστριος. Ὁ ἐν ἀρχῇ τῆς κακώσεως τῇ γαστρί, ἤτοι τῇ γαστριμαργίᾳ, δουλούμενος, εἰς κακὸν καταλήξει τέλος. Μονάζοντι πρόοδος ἀκάθεκτος ὡς ἐπὶ πᾶν παρόλισθον ἐξειργάσατο· ὅτι οὐ δεῖ τὸν μοναχὸν συχνὰς ποιεῖσθαι τὰς προόδους· ὡς ἐπὶ πολὺ γὰρ ἐκ τούτων τὰ παραπτώματα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.