Τί μάτην ταράσσῃ, ἄνθρωπε; Μία πυρετοῦ προσβολὴ παύσει σου τὰ πηδήματα καὶ τὰ σκιρτήματα. Μία ὥρα ἐχώρισέ σε τῶν συγχορευτῶν. Μία νύξ, καὶ μαρανθήσονταί σου αἱ σάρκες, καὶ οἱ πόδες παύσονται, καὶ ὀφθαλμοὶ τακήσονται, καὶ ἡ γλῶσσα ἡσυχάσει, καὶ ἡ ἄτακτος φωνὴ ἐκλείψει, καὶ ὁ στεναγμός σου πλεονάσει, καὶ τὰ δάκρυά σου προτρέχουσι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος, καὶ πάντες ἀφέντές σε ἀπελεύσονται ἕκαστος εἰς τὰ ἴδια, καὶ οὐδεὶς παραστήσεταί σοι, εἰ μὴ 〈οἱ〉 θεραπευθέντες ὑπὸ σοῦ ἀόρατοι δαίμονες. Ὁ δὲ ἀπότομος Ἄγγελος μακρόθεν ἱστάμενος ἐκδέχεται τοῦ Δεσπότου τὸ νεῦμα, ἵνα ἁρπάσας τὴν ἀθλίαν σου ψυχὴν ὑπενέγκῃ εἰς τὸν ἡτοιμασμένον αὐτῇ τόπον, ἵνα θερίσῃ ὃ ἔσπειρεν· ὅπου γεωργεῖται καὶ εὐθηνεῖ καὶ περισσεύει κλαυθμὸς καὶ ὀδυρμὸς καὶ πένθος καὶ στεναγμὸς καὶ θλῖψις καὶ στενοχωρία καὶ βρυγμὸς ὀδόντων καὶ οὐαί. Ἐκεῖ τακήσονται ὀφθαλμοὶ μεθύσων· ἐκεῖ μαρανθήσονται χεῖρες τῶν χορευτῶν· ἐκεῖ ὀδυνήσουσι καὶ στενάξουσι οἱ μετὰ κιθαρῶν καὶ αὐλῶν τὸν οἶνον πίνοντες· ἐκεῖ κλαύσουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, πόρνοι καὶ μοιχοί, κλέπται, μάντεις, φαρμακοί, μάγοι, ἐπαοιδοί, πεταλογράφοι, καὶ πάντες οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδίσαντες· οὐαὶ δὲ αὐτοῖς· οὐδὲ γὰρ ἐνδέχεται ὧδε σκιρτῆσαι καὶ χορεῦσαι καὶ ἐκεῖ, καθώς φησιν ὁ Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε.