Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις
Η μίμηση του αποστόλου Παύλου και οι πνευματικοί αγώνες
Προτροπή για την πιστή ακολουθία του αποστολικού προτύπου τόσο στη διδασκαλία όσο και στην υπομονή των θλίψεων, με παράλληλη νέκρωση των παθών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μίμηση του αποστόλου Παύλου και οι πνευματικοί αγώνες
Προτροπή για την πιστή ακολουθία του αποστολικού προτύπου τόσο στη διδασκαλία όσο και στην υπομονή των θλίψεων, με παράλληλη νέκρωση των παθών.
Θέλεις ἀκοῦσαι καὶ τοῦ μακαρίου Παύλου τὰς ἑορτὰς καὶ τὴν ἄνεσιν καὶ τρυφὴν καὶ τὰ σκιρτήματα; Δεῦτε ἀκούσωμεν, ἀδελφοί, τί συμβουλεύει ὁ μακάριος Παῦλος. Δεῦτε ἀκούσατε πῶς προτρέπεται καὶ παρακαλεῖ λέγων· μιμηταί μου γίνεσθε, ἀδελφοί. Τί δὲ καὶ ὁ Παῦλος ἔπραξεν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, ἵνα ἀξιωθῶμεν καὶ τῆς αὑτοῦ μερίδος; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων· ἐγὼ τοῦ Ἀποστόλου ἀκούω, καὶ ὡς ἐδίδαξεν οὕτω ποιῶ. Βλέπε τί λέγεις· μὴ ψεύσῃ· μὴ ἀλλοιώσῃς σου τὸ ῥῆμα. Ἐὰν οὖν ἀληθεύσῃς, μακάριος ἔσῃ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ἀλλ᾽ ὑφορῶ καὶ δειλιῶ, μήπως εὑρεθῇς ψεύστης· διότι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, καὶ πάντες ἐξέκλιναν. Πλὴν ὁ μακάριος Παῦλος προτρέπεται πάντας, λέγων· μιμηταί μου γίνεσθε. Μίμησαι τὸν Παῦλον, Χριστιανέ, ὁ λέγων ὅτι ὅσα λέγει ὁ Ἀπόστολος δέχομαι καὶ ποιῶ. Ὁ βουλόμενος Παύλου μιμητὴς γενέσθαι, οὐ χορεύει ἐπὶ τῆς γῆς, οὐκ εὐφραίνεται, οὐ τρυφᾷ. Μιμηταί μου γίνεσθε, ἀδελφοί. Ἆρα μὴ ἐχόρευεν ὁ Παῦλος; Μὴ ἐκιθάριζεν;
Μὴ ἆρα τὰ ᾄσματα ἔλεγε τῶν δαιμόνων; Μὴ γένοιτο! Πόθεν οὖν παρέλαβον χορεύειν οἱ λέγοντες τὴν τοῦ Ἀποστόλου τηρεῖν διδασκαλίαν; Τίς ὁ διδάξας ταῦτα Χριστιανοῖς; Ταῦτα ὁ Παῦλος οὐκ ἐδίδαξεν, οὐδὲ Πέτρος, οὐδὲ Ἰωάννης, οὐδέ τις τῶν θεοφόρων· ἀλλὰ ταῦτα ἐδίδαξεν ὁ Δράκων ὁ ἀρχαῖος, ὁ ἐχθρὸς τῶν ἀληθῶς Χριστιανῶν, ὁ διδάσκαλος πάσης ἀκαθαρσίας. Ὁ διδάξας πορνεύειν, ἐδίδαξε καὶ βαλλίζειν· ὁ διδάξας εἰδωλολατρεῖν, ἐδίδαξε καὶ παίζειν.
Διὰ τοῦτο ὁ Ἀπόστολος εἰδωλολάτρας ἀπεκάλεσε τοὺς παίζοντας, λέγων· μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἀκούσατε οἱ παίζοντες, μᾶλλον δὲ οἱ παιζόμενοι, ὅτι μετὰ τῶν εἰδωλολατρῶν ὑμᾶς ἔταξεν ὁ Παῦλος. Αἰσχύνθητε λοιπὸν καὶ παύσασθε ταύτης τῆς ἐθνικῆς καὶ ἀθέου μανίας. Παῦλος ταῦτα οὐκ ἐδίδαξεν, οὐδὲ ἡ μήτηρ ἡμῶν ἡ Ἐκκλησία. Ὅσοι βούλεσθε τῶν ἁγίων Ἀποστόλων εἶναι μιμηταί, ἀπόστητε ταύτης τῆς εἰδωλολατρίας.
Μὴ πλανᾶσθε, ἀδελφοί. Οὐκ ἔστι ταῦτα τῶν τοῦ Χριστοῦ μαθητῶν· οὐκ ἔστι ταῦτα Χριστιανῶν· οὐκ ἔστι ταῦτα θεοσεβούντων· οὐκ ἔστι ταῦτα τῶν βουλομένων σωθῆναι καὶ ζωὴν αἰώνιον κληρονομῆσαι, ἀλλὰ ταῦτα πάντα τὰ ἔθνη ποιοῦσιν, οἷς οὐκ ἔστιν οὐδεμία ἐλπὶς σωτηρίας. Ταῦτα ποιοῦσιν ὅσοι οὐκ ἔχουσι πρὸ ὀφθαλμῶν τὴν μέλλουσαν ζωήν, οὐδὲ τὸν τοῦ Θεοῦ φόβον. Πάλιν ὁ Παῦλος βοᾷ· μὴ γίνεσθε εἰδωλολάτραι, καθώς τινες αὐτῶν. Καὶ τίνες οὗτοι; Δηλονότι οἱ Ἰουδαῖοι. Καὶ πῶς ἐγένοντο εἰδωλολάτραι; Εἰπὲ Παῦλε· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
Ἆρα ἀρκεῖ ταῦτα, ἢ ἐνέγκω καὶ ἄλλα; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα τοῖς θέλουσιν ἀκούειν. Ὅσοι μιμηταὶ τοῦ Παύλου εἰσίν, πεισθήσονται αὐτῷ· ὅσοι μαθηταὶ τοῦ Χριστοῦ, ἀκούσονται πάντως, ὥς φησιν ὁ Θεολόγος· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.
Δεῦτε λοιπὸν οἱ τοῦ Παύλου μιμηταὶ καὶ τοῦ Χριστοῦ μαθηταί, ἀκούσωμεν τί Παῦλος βοᾷ· ἰδοὺ γὰρ παρακαλεῖ, λέγων· μιμηταί μου γίνεσθε, ἀδελφοί, καθὼς κἀγὼ Χριστοῦ. Εἰπέ, μακάριε Παῦλε, ποίῳ τρόπῳ δύναταί τις μιμητής σου γενέσθαι;
Φέρε εἰς μέσον τὴν ἁγίαν σου διδασκαλίαν. Διήγησαι ἡμῖν τὰς πράξεις καὶ τὴν τρυφὴν καὶ τὴν ἄνεσιν καὶ τὰ σκιρτήματα, ἵνα ἀκούσωμεν καὶ μιμησώμεθα· καὶ γὰρ πάντες γινώσκομεν ὅτι σὺ μακάριος εἶ καὶ Χριστῷ συμβασιλεύεις εἰς τοὺς ἀπεράντους αἰῶνας. Εἰπὲ ἡμῖν πῶς ἠγωνίσω, καὶ ἠξιώθης τῆς δόξης ἐκείνης; Εἰπὲ ἡμῖν, Παῦλε, ἵνα καὶ ἡμεῖς μιμησώμεθά σε, καὶ ἀξιωθῶμεν σὺν σοὶ τῶν αἰωνίων ἀγαθῶν. Ἐὰν ἐχόρευες, χορεύσωμεν. Ἐὰν ἔκλαιες, κλαύσωμεν. Ἐὰν ἐνήστευες, νηστεύσωμεν.
Πάντα ὅσα ἔπραξας πίστεως, εἰπὲ καὶ ποιήσομεν. Εἰπὲ ἡμῖν, Παῦλε, πῶς δεῖ Χριστιανοῖς πολιτεύεσθαι, ἵνα οἱ μὲν αἰσχυνθῶσι μὴ ἀκούοντές σου, οἱ δὲ στηριχθῶσι πιστεύοντες τοῖς ὑπὸ σοῦ λεγομένοις; Ἀποκρίνεται Παῦλος καὶ λέγει· μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι περιπατεῖν ὑμᾶς, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς δόξης τοῦ Θεοῦ. Ἀποτιθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ Διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω.
Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Ποῦ εἰσιν οἱ τὰ ᾄσματα λέγοντες τῶν δαιμόνων καὶ δοκοῦντες Παύλῳ μιμεῖσθαι; Ἀκούσατε Παύλου βοῶντος· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Εἰπέ, Παῦλε, τὰ μείζονα. Εἶπας, μιμηταί μου γίνεσθε, εἰπὲ καὶ τὰ μείζονα· γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά.
Ἀκούσατε καὶ τρομάσατε οἱ βουλόμενοι Χριστιανοὶ εἶναι, καὶ ἀπόστητε τῶν ἐθνικῶν ἔργων. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Πάλιν Παῦλος βοᾷ· πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν· καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία. Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Μιμηταί μου γίνεσθε.
Νουθετεῖτε τοὺς ἀτάκτους, παρακαλεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Μιμηταί μου γίνεσθε. Ὁρᾶτε, μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκοντες. Μιμηταί μου γίνεσθε. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε· ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας. Μιμηταί μου γίνεσθε, ἀδελφοί. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Μιμηταί μου γίνεσθε τῆς εἰκόνος. Μιμηταὶ γίνεσθε τοῦ μακαρίου Παύλου, ἵνα τῷ Χριστῷ συμβασιλεύσητε εἰς ἀπείρους αἰῶνας.
Ποῦ εἰσιν οἱ λέγοντες ὅτι ὅσα λέγει ὁ Παῦλος ποιοῦμεν; Καὶ τίς σου μακαριώτερος, ἐὰν ἀληθεύσῃς; Ἀλλ᾽ ὅρα, μὴ εὑρεθῇς ψεύστης, λέγων καὶ μὴ ποιῶν. Ἰδοὺ γὰρ πάλιν προτρέπεταί σε Παῦλος· μιμηταί μου γίνεσθε· ἐν παντὶ συνιστῶντες ἑαυτούς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ. Μιμηταί μου γίνεσθε, ἀδελφοί.
Τίς οὕτω γενναῖος, ἵνα Παῦλον μιμήσηται καὶ γένηται σκεῦος ἐκλογῆς; Ἐὰν οὖν βούλῃ, Χριστιανέ, Πέτρον καὶ Παῦλον μιμήσασθαι καὶ Ἰωάννην, τήρησον αὐτῶν τοὺς λόγους· φύλαξον αὐτῶν τὴν διδασκαλίαν· μίμησαι αὐτῶν τοὺς ἀγῶνας. Μὴ ἀγαπήσῃς τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Μὴ εὐφραίνου ἐν τούτῳ τῷ αἰῶνι. Μὴ πολλὰ κοιμῶ, μηδὲ γελοίοις σχόλαζε. Μίμησαι Παῦλον· πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ.
Μάθε, Χριστιανέ, πῶς εὐφραίνετο ὁ Παῦλος, πῶς ἐτρύφα, πῶς ἐπανηγύριζε καὶ ἑώρταζε καὶ ἐχόρευεν ἐν τῷ κόσμῳ τούτῳ. Καὶ μίμησαι μὴ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ. Εἰπέ, ἅγιε Παῦλε, οὐ γὰρ ἀφίσταμαι τοῦ παρακαλεῖν σε, μακάριε· διήγησαι ἡμῖν, πῶς ἐτρύφησας καὶ εὐφράνθης ἐν τῷ κόσμῳ τούτῳ. Ἀποκρίνεται Παῦλος· ἡ ἐμὴ τρυφὴ αὕτη ἐστί· τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Αὕτη μοι πανήγυρις· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν θανάτοις πολλάκις, 〈ὑπὸ Ἰουδαίων πεντάκις〉 τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν καὶ ἐξ ἐθνῶν καὶ λῃστῶν, κινδύνοις ἐν ἐρημίᾳ καὶ ἐν θαλάσσῃ· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.
Ταῦτα τὰ σκιρτήματα Παύλου καὶ τὰ βαδίσματα. Μιμηταί μου γίνεσθε, ἀδελφοί, καθὼς κἀγὼ Χριστοῦ. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· πάντα ὑπέδειξα ὑμῖν. Μιμηταί μου γίνεσθε· ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ. Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων, ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὕτω τρέχετε, ἀδελφοί, ἵνα καταλάβητε. Μιμήσασθε τοὺς Ἁγίους, καὶ οὕτω τρέχετε, ἵνα σὺν αὐτοῖς στεφανωθῆτε καὶ συμβασιλεύσητε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.