Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική εγρήγορση και οριοθέτηση από την αμαρτία και την αίρεση

Υπενθύμιση της μελλοντικής κρίσης, οδηγίες για τη διακοπή κάθε κοινωνίας με τους αιρετικούς και ανάλυση των βαρύτατων θανάσιμων αμαρτημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Παῦσαι γοῦν, Χριστιανέ, τῶν ἐθνικῶν καὶ ἑλληνικῶν ἔργων, ἵνα μὴ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζῃς, καὶ σωρεύῃς σεαυτῷ ἀτιμίαν, καὶ θησαυρίζῃς σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ, ἐν ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου· ὅπου καὶ Ἄγγελοι μετὰ τρόμου παρίστανται· ὅπου οὐ μόνον περὶ τῶν πράξεων, ἀλλὰ καὶ ὑπὲρ λόγου ἀργοῦ δώσομεν δίκας. Ἐννοήσωμεν, ἀδελφοί, ὅτι ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· μιᾷ καιροῦ ῥοπῇ καὶ πάντα κατέπαυσαν.

Τί μάτην ταράσσῃ, ἄνθρωπε; Μία πυρετοῦ προσβολὴ παύσει σου τὰ πηδήματα καὶ τὰ σκιρτήματα. Μία ὥρα ἐχώρισέ σε τῶν συγχορευτῶν. Μία νύξ, καὶ μαρανθήσονταί σου αἱ σάρκες, καὶ οἱ πόδες παύσονται, καὶ ὀφθαλμοὶ τακήσονται, καὶ ἡ γλῶσσα ἡσυχάσει, καὶ ἡ ἄτακτος φωνὴ ἐκλείψει, καὶ ὁ στεναγμός σου πλεονάσει, καὶ τὰ δάκρυά σου προτρέχουσι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος, καὶ πάντες ἀφέντές σε ἀπελεύσονται ἕκαστος εἰς τὰ ἴδια, καὶ οὐδεὶς παραστήσεταί σοι, εἰ μὴ 〈οἱ〉 θεραπευθέντες ὑπὸ σοῦ ἀόρατοι δαίμονες. Ὁ δὲ ἀπότομος Ἄγγελος μακρόθεν ἱστάμενος ἐκδέχεται τοῦ Δεσπότου τὸ νεῦμα, ἵνα ἁρπάσας τὴν ἀθλίαν σου ψυχὴν ὑπενέγκῃ εἰς τὸν ἡτοιμασμένον αὐτῇ τόπον, ἵνα θερίσῃ ὃ ἔσπειρεν· ὅπου γεωργεῖται καὶ εὐθηνεῖ καὶ περισσεύει κλαυθμὸς καὶ ὀδυρμὸς καὶ πένθος καὶ στεναγμὸς καὶ θλῖψις καὶ στενοχωρία καὶ βρυγμὸς ὀδόντων καὶ οὐαί. Ἐκεῖ τακήσονται ὀφθαλμοὶ μεθύσων· ἐκεῖ μαρανθήσονται χεῖρες τῶν χορευτῶν· ἐκεῖ ὀδυνήσουσι καὶ στενάξουσι οἱ μετὰ κιθαρῶν καὶ αὐλῶν τὸν οἶνον πίνοντες· ἐκεῖ κλαύσουσι, καὶ τοὺς ὀδόντας τρίσουσι, πόρνοι καὶ μοιχοί, κλέπται, μάντεις, φαρμακοί, μάγοι, ἐπαοιδοί, πεταλογράφοι, καὶ πάντες οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν βαδίσαντες· οὐαὶ δὲ αὐτοῖς· οὐδὲ γὰρ ἐνδέχεται ὧδε σκιρτῆσαι καὶ χορεῦσαι καὶ ἐκεῖ, καθώς φησιν ὁ Κύριος· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε.

Δῆλον ὅτι ἐκεῖ οὐκ ἔστι δυνατόν, ἀδελφοί, ποτὲ μὲν Χριστιανόν, ποτὲ δὲ ἐθνικὸν γενέσθαι· οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν. Οὐδαμοῦ οὖν, ὡς προείρηται, ἐπετράπη ὁ Χριστιανὸς ποιεῖν τι τοιοῦτον· ἐλθὼν γὰρ ὁ Κύριος ἡμῶν πάντα ἐκεῖνα κατήργησε, καὶ τὸν διδάξαντα αὐτὰ Διάβολον καταπατήσας καὶ ἐκ τῶν χειρῶν αὐτοῦ λυτρωσάμενος ἡμᾶς ἔλεγεν· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· δεῦτε ὀπίσω μου.

Ἐγώ εἰμι ἡ ὁδός· δεῦτε πρός με πάντες. Ἐγώ εἰμι ἡ ἀλήθεια· δεῦτε πρός με 〈πάντες〉. Ἐγώ εἰμι ἡ ζωή· δεῦτε πρός με πάντες. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· δεῦτε πρός με πάντες. Ἀπετάξασθε τῷ Σατανᾷ, ἀπορρίψατε αὐτοῦ τὰ μαθήματα. Δεῦτε πρός με πάντες, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον. Δεῦτε πρός με πάντες· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Δεῦτε πρός με πάντες· ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια δι᾽ ἐμοῦ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Δεῦτε πρός με πάντες, ὅτι τὸν ἐρχόμενον πρός με, οὐκ ἐκβαλῶ ἔξω.

Ὢ τῆς ἀμέτρου ἀγαθότητος τοῦ Θεοῦ! Πῶς πάντας προσκαλεῖται· πάντας θέλει σωθῆναι! Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. Μηκέτι οὖν, ἀδελφοί, ἐν νόμῳ δικαιοῦσθε· παρῆλθε γὰρ ἡ σκιὰ τοῦ νόμου. Ὅσοι οὖν ὑπὸ νόμον εἰσίν, ὑπὸ κατάραν εἰσίν· ἡμᾶς γὰρ ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου Χριστὸς ὁ Σωτὴρ ἡμῶν. Μηκέτι ἐν νόμῳ δικαιοῦσθε. Μηκέτι πρόθυρα στεφανώσωμεν. Μηκέτι χοροὺς συστησώμεθα τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντες.

Μηκέτι αὐλοῖς καὶ κιθάραις ἀπατώμεθα. Μηκέτι ἐν νόμῳ δικαιούμεθα, ἵνα μὴ τῆς χάριτος ἐκπέσωμεν· ἵνα μὴ ὑπὸ κατάραν ἐσόμεθα. Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου. Αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις. Πῶς γέγραπται περὶ τῶν αἱρετικῶν, ὅτι τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Καὶ ἀλλαχοῦ εἴρηται, ὅτι ὡς ἐχθροὺς Θεοῦ μισήσατε αὐτούς. Καὶ πάλιν ἀλλαχοῦ, ὅτι οὐ μισήσεις πάντα ἄνθρωπον. Ἀπόκρισις. Τοὺς αἱρεσιώτας, ὡς βλασφήμους καὶ τοῦ Θεοῦ ἐχθρούς, ἡ Γραφὴ οὐκ ὠνόμασεν ἀνθρώπους, ἀλλὰ κύνας καὶ λύκους καὶ χοίρους καὶ ἀντιχρίστους, καθὼς φησὶν ὁ Κύριος· μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. Καὶ Ἰωάννης λέγει, ὅτι ἀντίχριστοι πολλοὶ γεγόνασι. Τούτους οὖν οὐ χρὴ ἀγαπᾶν, οὐδὲ συνδυάζειν, οὐδὲ συνεύχεσθαι, οὐδὲ συνεσθίειν, οὐδὲ λαμβάνειν εἰς οἶκον, οὐδὲ χαίρειν αὐτοῖς λέγειν· ἵνα μὴ τῶν ἔργων πονηρῶν αὐτῶν κοινωνήσωμεν.

Ἐρώτησις. Ποία ἁμαρτία ἐστὶν ἀσυγχώρητος; Ἀπόκρισις. Ἡ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ πάντων τῶν αἱρετικῶν· εἰς γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον ἐβλασφήμησαν καὶ βλασφημοῦσιν· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι, κατὰ τὸν λόγον τοῦ Κυρίου· εἰς αὐτὸν γὰρ Θεὸν προσέκρουσαν, παρ᾽ οὗ ἡ ἀπολύτρωσις. Καὶ τίς ὁ βοηθῶν αὐτοῖς;

Ἐρώτησις. Ποία ἁμαρτία βαρυτέρα χωρὶς τῆς αἱρέσεως; Ἀπόκρισις. Ὥσπερ πασῶν τῶν ἀρετῶν ὑψηλοτέρα ἐστὶν ἡ ἀγάπη, οὕτω καὶ πασῶν τῶν ἁμαρτιῶν βαρύτερόν ἐστι τὸ μισεῖν τὸν ἀδελφόν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καθὼς εἶπεν ὁ Ἀπόστολος. Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, αὐτὸν τὸν Θεὸν μισεῖ. Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἴδε πόσων κακῶν αἴτιον τὸ μῖσος· ἡ δὲ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν.

Ὁ φθόνος δυσίατός ἐστι καὶ ἀνίατός ἐστιν. Ἁμαρτία πρὸς θάνατον, πᾶσα ἀμετανόητος· πλήν γε ἀρρενοφθόροι καὶ γόητες καὶ φαρμακοὶ καὶ μάντεις, καὶ ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, εἰς τὸν τοῦ φονέως χαλεπὸν τόπον κατεδικάσθησαν.