Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Ερμηνεία γεγονότων και συμβόλων της Αγίας Γραφής

Απαντήσεις που αναλύουν τυπολογικά και συμβολικά πρόσωπα και γεγονότα της Παλαιάς και της Καινής Διαθήκης, όπως οι Πρωτόπλαστοι, ο Κάιν και το σημείο του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ἐρώτησις. Τίς ὁ τύπος τῆς θαλάσσης καὶ τῆς νεφέλης ἐπὶ τοῦ Ἰσραήλ; Ἀπόκρισις. Τοῦ βαπτίσματος· ὁ γὰρ Ἰσραὴλ ἐξελθὼν τῆς Ἐρυθρᾶς Θαλάσσης κατέλιπε τὸν Φαραώ. Οὕτω καὶ ἀληθῶς διὰ τῆς ἁγίας κολυμβήθρας ἐλευθερούμεθα τῆς τυραννίδος τοῦ Διαβόλου, ἀντὶ νεφέλης ἔχοντες τὴν τοῦ Ἁγίου Πνεύματος δωρεάν, τὴν φλόγα τῶν παθῶν διὰ τῆς νεκρώσεως τῶν μελῶν καταψύχουσαν.

Ἐρώτησις. Διατί τοὺς Αἰγυπτίους ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ κατέκλυσεν ὁ Θεός, καὶ μὴ δι᾽ ἄλλης ὀργῆς ἀπώλεσε; 〈Ἀπόκρισις〉. Τὴν ἐν τῷ ποταμῷ τῶν ἀρρένων παιδίων Ἑβραίων γενομένην, ὅμοια ὁ Θεὸς ἀνταμείψας, ἐκδικήσας, τὴν φύσιν τῶν ἀρρένων ἀπέπνιξεν, ἵνα καὶ ἐν τοῖς σώμασιν ἔχῃ ἡ δίκη τὴν ἅμιλλαν. 〈Ἐρώτησις〉. Τίς ἦν Σάρρᾳ ὁ Ἀβραάμ;

Ἀπόκρισις. Ἀνήρ, ἀλλὰ καὶ θεῖος. Ἀρὰμ γὰρ ὁ ἀδελφὸς τοῦ Ἀβραὰμ ἐγέννησε τὸν Λώτ, τήν τε Σάρραν καὶ τὴν Μελχάν· ὥστε Ἀβραὰμ θεῖον αὐτῆς ὑπάρχειν. 〈Ἐρώτησις〉. Πῶς νοητέον τὸ λεχθὲν ὑπὸ Ἀβραὰμ τῷ πρώτῳ τῆς οἰκίας αὐτοῦ· ὑπόθες τὴν χεῖρά σου ἐπὶ τοῦ μηροῦ μου· καὶ τὰ λοιπά.

Ἀπόκρισις. Τὸν ἐκ τοῦ μηροῦ αὐτοῦ μέλλοντα ἔμπροσθεν προεφήτευσεν. Ἐρώτησις. Διατί τοὺς ιθʹ βασιλεύσαντας ἀπὸ Δαυῒδ ἕως Ἰεχονιὲ ὁ Εὐαγγελιστὴς ιδʹ ὀνομάζει; Ἀπόκρισις. Ἐπειδὴ οὐ διαδοχὰς λέγει, ἀλλὰ γενεάς. Ἐπειδὴ οὖν τινες αὐτῶν ἀπὸ εἴκοσιν ἔτους ἐπαιδοποίουν εἰς ἀναπλήρωσιν τῶν γενεῶν τῶν μακροβιούντων, τοὺς λοιποὺς ἀνέθηκεν· ἴσως δὲ καὶ τοὺς πολιοὺς ἐκζήσαντας ὑπερεῖδεν. 〈Ἐρώτησις〉. Διατί ἐν λιθίναις πλαξὶν ἐδόθη Ἰουδαίοις ὁ δεκάλογος;

Ἀπόκρισις. Ὅτι δυσεξάλειπτον τὸ ἐν λίθοις γεγραμμένον, ἄλλωστε δὲ τὸ σκληρῶδες καὶ λιθῶδες ταῖς καρδίαις αὐτῶν ᾐνίξατο, ἐν αἷς τὸν νόμον ἀπεγράψατο. Ἐρώτησις. Διατί τετρακόσια ἔτη κατεδικάσθησαν υἱοὶ Ἰσραὴλ παροικῆσαι ἐν Αἰγύπτῳ, καὶ ἀπολαβεῖν τὴν γῆν τῆς ἐπαγγελίας;

Ἀπόκρισις. Ἐπειδή, ὅταν ὁ Θεὸς ἔλεγε τῷ Ἀβραάμ, γινώσκων γνώσῃ ὅτι σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἀντεῖπε λέγων, ἐν τίνι γνώσομαι; Ἀντὶ οὖν τιμωρίας ἐπάγει αὐτῷ ὁ Θεὸς λέγων, ὅτι ἀνθ᾽ ὧν προθύμως οὐκ ἐδέξω τὴν ἐπαγγελίαν, ἀναβάλλομαι αὐτὴν τέως διὰ τὴν ἀπιστίαν σου, καὶ ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ.

Ἐρώτησις. Διατί εἰς τὰ τέλη τοῦ Ἀβραὰμ ἐδόθη ἡ περιτομή, καὶ μετὰ τὸ πιστεῦσαι τῷ Κυρίῳ καὶ ἐκλογὴν γενέσθαι, καὶ οὐκ ἐξ ἀρχῆς ἀπὸ Ἀδὰμ καὶ Ἄβελ, ἢ Σήθ, ἢ Ἐνώχ, ἢ Ἐνώς, οἵτινες τῷ Θεῷ εὐηρέστησαν ... Ἐρώτησις. Διατί ἱστοροῦμεν ἐν διαφόροις τόποις ἐκ ... τοῦ σταυροῦ Α καὶ Ω, καὶ ἐπάνω Ρ;

Ἀπόκρισις. Ἐπειδὴ ἐν τῷ τύπῳ τοῦ σταυροῦ ἐξέτεινε Μωυσῆς τὰς χεῖρας πρὸς τὸν Θεὸν ὑποστηριζόμενος ὑπὸ Ἀαρὼν καὶ Ὤρ, 〈καὶ〉 ἐτρέψατο τὸν Ἀμαλὴκ 〈καὶ〉 ὅτι ἀρχὴ καὶ τέλος ὁ σταυρωθεὶς ἐν αὐτῷ ὑπάρχει. Τὸ δὲ ἐπάνω Ρ σημαίνει βοήθεια, ψηφιζόμενον ἑκατόν.

Ἐρώτησις. Ποίαν χρὴ νοεῖν τρίτην ἡμέραν, ἐν ᾗ ὁ γάμος ἐν Κανᾷ ἐγένετο; Ἀπόκρισις. Ἀπὸ τοῦ Ναθαναὴλ ἐρωτήσεως. Ἐρώτησις. Τί δηλοῖ τὸ μὴ σχήσασθαι δύο χιτῶνας, ὑπὸ τοῦ Κυρίου λεχθέν; Ἀπόκρισις. Τὸ μὴ διπλοῦν λογισμὸν ἐπιφέρεσθαι, ἀλλ᾽ ἕνα καὶ ἁπλοῦν ἔχειν 〈καὶ〉 εἰς τὸν Θεὸν πορεύεσθαι.

Ἐρώτησις. Ἅπαξ ἐλιθάσθην, δὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα; Ἀπόκρισις. Λιθασθῆναι, τὸ ἐκ τοῦ παραδείσου τὸν Ἀδὰμ ἐξελθεῖν. Τὸ ναυαγεῖν, τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμόν. Νυχθήμερον, τὴν πρὸ τῆς παρουσίας Χριστοῦ ζωήν, καὶ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν.

Ἐρώτησις. Τί δηλοῦσιν οἱ δερμάτινοι χιτῶνες, οὓς ὁ Θεὸς τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐνέδυσεν; Ἀπόκρισις. Τὰ δέρματα νεκρωθέντων ἀλόγων εἰσί. Νεκρώσιμον οὖν σύμβολον τοῦτο περιέθηκε. Ἐρώτησις. Τὸ ἀποκτεῖναι Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει; Καὶ ποῖαι αἱ αὑτοῦ ἁμαρτίαι, καὶ ποῖαι αἱ τιμωρίαι;

Ἀπόκρισις. Πρώτη φθόνος, δευτέρα δόλος, τρίτη φόνος, τετάρτη τῆς γῆς μολυσμός τοῦ αἵματος, πέμπτη γονέων λύπη, ἕκτη ἀδελφοκτονία, ἑβδόμη Θεὸν ψεύσασθαι. Αἱ δὲ τιμωρίαι αὐτοῦ· πρώτη ἐπικατάρατος ἐπὶ τῆς γῆς, δευτέρα 〈ἐργάζεσθαι τὴν〉 γῆν, τρίτη τὸ μὴ προσθῆναι τὴν ἰσχὺν αὐτῆς δοῦναι αὐτῷ, τετάρτη τὸ στενάξαι, πέμπτη 〈τὸ〉 τρέμειν, ἕκτη τὸ εἶναι ἀπὸ προσώπου αὐτοῦ, ἑβδόμη τὸ ἔχειν αὐτὸν σημεῖον 〈τοῦ μὴ ἀνελεῖν αὐτὸν〉 πάντα τὸν εὑρίσκοντα αὐτόν.

Ἐρώτησις. Πῶς τὸ μεταμελῆσαι, ὅτι ἔχρισε τὸν Σαοὺλ βασιλέα; Ἀπόκρισις. Ὅτι μὲν ἄξιοι ἦσαν, φησί, παιδευθῆναι, ἐμὲ ἀθετήσαντες, ὅπη ᾠκτείρουν αὐτούς. Δώσω αὐτοῖς ἄλλον βασιλέα, Δαυῒδ τὸν δοῦλόν μου, διὰ τὸ χαλεπὸν αὐτοῖς τὸν Σαοὺλ ὑπάρχειν.

Ἐρώτησις. Τίνες λέγονται μονόζωνοι; Ἀπόκρισις. Οἱ φονεῖς καὶ λῃσταὶ καὶ πᾶς κακοῦργος καὶ πόρνος μονόζωνος λέγεται.