Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Ο χριστιανικός τρόπος ζωής και η αποφυγή των κοσμικών ηθών

Ερωταποκρίσεις σχετικά με την ανάγκη συνέπειας στον χριστιανικό βίο, ώστε να μη βλασφημείται το όνομα του Θεού, και την απόρριψη των κοσμικών διασκεδάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Κατὰ πεῦσιν καὶ ἀπόκρισιν Ἐρώτησις. Πῶς βλασφημεῖται ὁ Θεός; Καὶ τίνα ἀπαιτεῖ, ᾧ ἐστι πᾶσα τιμὴ καὶ κράτος· ὁ καὶ πάσης ἁγιωσύνης δοτήρ; Ἀπόκρισις. Λέγει ὁ Θεὸς διὰ τοῦ Προφήτου· οὐαὶ δι᾽ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Αὕτη οὖν ἡ ἀπειλὴ ἐπὶ τοὺς ἀτιμάζοντας εἰκόνα τοῦ Θεοῦ ἁρμόζει. Κατ᾽ εἰκόνα αὑτοῦ ἐποίησεν ἡμᾶς καὶ καθ᾽ ὁμοίωσιν, καὶ ὀφείλει πᾶς Χριστιανὸς τηρεῖν ἑαυτὸν καὶ φυλάττειν, καὶ τιμᾶν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ εἰκόνα καὶ ἁγιάζειν διὰ τῶν καλῶν ἔργων, ἵνα δύνηται λέγειν· ἁγιασθήτω ἐν ἐμοὶ τὸ ὄνομά σου, Κύριε.

Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἴδετε, πῶς δοξάζεται ὁ Θεὸς διὰ τῶν καλῶν ἔργων; Καὶ ὥσπερ διὰ τῶν καλῶν ἔργων δοξάζεται, οὕτω πάλιν διὰ τῶν πονηρῶν πράξεων βλασφημεῖται καὶ ἀτιμάζεται. Θεωροῦντες γὰρ οἱ ἄπιστοι καὶ τὰ ἔθνη τοὺς Χριστιανούς, ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ οἱ ἄπιστοι καὶ αὐτοὶ διάγουσιν ἐν κραιπάλῃ καὶ μέθῃ, παίζοντες καὶ σκιρτῶντες μετὰ κιθάρας καὶ τυμπάνων καὶ αὐλῶν καὶ χορῶν, οὐκέτι λέγουσιν ὅτι ἀσύνετοί εἰσιν οἱ Χριστιανοὶ οἱ παραβαίνοντες τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ, ἀλλὰ βλασφημοῦντες λέγουσιν ὅτι καθὼς παρέδωκε καὶ ἐνετείλατο αὐτοῖς ὁ Χριστός, οὕτω καὶ φυλάττουσιν· οὐ γὰρ δύνανται τὸν λόγον καὶ τὴν ἐντολὴν τοῦ διδασκάλου παραβῆναι.

Οὕτω δοκοῦσιν εἶναι τὴν τοῦ Χριστοῦ διδασκαλίαν καὶ τὸ μυστήριον· καὶ οὕτω βλασφημεῖται τὸ ὄνομα τοῦ Θεοῦ δι᾽ ἡμᾶς. Καὶ λοιπὸν πληροῦται ἐν ἡμῖν τὸ γεγραμμένον· οὐαὶ δι᾽ οὓς βλασφημεῖται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν.

Ἀλλ᾽ ἡμεῖς, ἀδελφοί μου, καταλιπόντες ταῦτα τοῖς ποθοῦσι, διὰ τῶν καλῶν ἔργων ἁγιάσωμεν τὸ ὄνομα τοῦ Θεοῦ, ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐρώτησις. Τί ἐστιν ὃ λέγει ὁ Ἀπόστολος· διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις.

Ἀπόκρισις. Ὥσπερ ὁ τὰ γράμματα τοῦ βασιλέως δεχόμενος καὶ ἐντυγχάνων, ἐὰν μετὰ πάσης ἐπιμελείας καὶ τιμῆς καὶ φόβου καὶ σπουδῆς καταδέξηται καὶ τιμήσῃ καὶ ἀσπάσηται καὶ συντόμως ποιήσῃ τὰ προστασσόμενα, εἰς τὸν βασιλέα λογίζεται ἡ τιμή· ἐὰν δὲ ἀπώσηται καὶ ἐξουδενώσῃ τὰ γράμματα, καὶ τὸν γραμματηφόρον ἐνυβρίσῃ καὶ ἀτιμάσῃ, εἰς τὸν βασιλέα ἀνατρέχει ἡ ὕβρις· οὕτω καὶ οἱ παραβαίνοντες τὰ γράμματα τοῦ μεγάλου Βασιλέως, ἤγουν τὸ ἄχραντον Εὐαγγέλιον αὐτοῦ, διὰ τῆς παραβάσεως τὸν ἐντειλάμενον Χριστὸν ἀτιμάζουσιν. Οὕτω καὶ ἐπὶ τῶν Ἰουδαίων χρὴ νοεῖν, ὅτι δεξάμενοι τὰ γράμματα δακτύλῳ Θεοῦ γραφέντα, τοὺς μὲν γραμματηφόρους ὕβρισαν καὶ ἔδειραν καὶ ἐλιθοβόλησαν καὶ ἀπέκτειναν· καὶ οὕτω παραβάντες τὸν τοῦ Θεοῦ νόμον τὸν λέγοντα· δίκαιον καὶ ἀθῷον οὐκ ἀποκτενεῖς· καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν ἅγιον καὶ δίκαιον, καὶ ὕβρισαν, καὶ ἐρράπισαν, καὶ ἐνέπτυσαν τὸ ἅγιον καὶ πανάχραντον καὶ φοβερὸν αὐτοῦ πρόσωπον· ὃ τρέμει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Διὸ καὶ ἔλεγε πρὸς αὐτοὺς ὁ Σωτήρ· ἐγὼ τιμῶ τὸν Πατέρα, καὶ ὑμεῖς ἀτιμάζετέ με. Τέλος δὲ καὶ ἀπέκτειναν.

Ἠκούσατε πῶς διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζεται ὁ Θεός; Οὕτως οὖν, τέκνα, καὶ οἱ λεγόμενοι Χριστιανοὶ καὶ ἀφυλάκτως βιοῦντες, διὰ τῆς παραβάσεως τοῦ Εὐαγγελίου τὸν Θεὸν ἀτιμάζουσι, τὰ ἐναντία πράττοντες τοῦ δεσποτικοῦ μυστηρίου, καὶ τὰς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παραγγελίας λῆρον ἡγούμενοι, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρέπονται, ὡς καὶ Ἀπόστολος προεκήρυξεν· ὅτι ἔρχεται καιρός, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Καὶ ἰδοὺ ὁρῶμεν τὸν λόγον ἔργον γινόμενον. Τίς γὰρ ἀνέχεται τῶν θείων Γραφῶν; Τίς προσέχει ταῖς ἐντολαῖς τοῦ Χριστοῦ; Τίς σοφός, καὶ φυλάξει ταῦτα; Τίς ἀποδείξει ὅτι οὐκ ἐσμὲν παραβάται νόμου; Πολλοὶ σοφοὶ κατὰ σάρκα, πολλοὶ εὐγενεῖς, πολλοὶ ἐπιστήμονες καὶ γραμματεῖς καὶ νομικοὶ καὶ βασιλεῖς καὶ ἄρχοντες καὶ πλούσιοι καὶ πένητες καὶ δοῦλοι καὶ ἐλεύθεροι καὶ διδάσκαλοι καὶ μονάζοντες καὶ παρθένοι καὶ μιγάδες. Τίς ἐκ τούτων πάντων δύναται παραστῆσαι ἢ ἀποδεῖξαι ὅτι δεῖ τὸν Χριστιανὸν κιθαρίζειν ἢ ὀρχεῖσθαι ἢ βαλλίζειν ἢ χοραυλεῖν ἢ ἐπιφωνεῖν ἢ μαντεύεσθαι ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια ἢ φορεῖν ἢ ἐπερωτᾶν δαίμοσιν ἢ μεθύσκεσθαι, καὶ τὰ τούτων ὅμοια; Τίς ἀποδείξει ὅτι ταῦτα Χριστιανῶν εἰσι; Ποῖον Εὐαγγέλιον; Ποία τῶν Ἀποστόλων βίβλος; Ποῖος Προφήτης;

Ἰδοὺ γὰρ ἀπὸ περάτων τῆς οἰκουμένης ἡ θεία Γραφὴ ἐν τῇ Ἐκκλησίᾳ ἀναγινώσκεται, ὁ Νόμος, οἱ Προφῆται, οἱ Ἀπόστολοι, ὁ Δεσπότης τῶν ὅλων, καὶ οὐδαμοῦ εὑρίσκεται ὅτι ἁρμόζει τοῖς Χριστιανοῖς τοῦτο ποιεῖν, ἀλλ᾽ ἕκαστος τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθη, καὶ παρέβη, καὶ ἔστι παραβάτης τοῦ Νόμου, καὶ διὰ τῆς παραβάσεως τοῦ Νόμου τὸν Θεὸν ἀτιμάζει, καὶ διὰ τῶν διαταξαμένων διὰ Νόμου καὶ Προφητῶν καὶ Ἀποστόλων.

Ἰδού, ἠκούσατε πῶς ἀτιμάζεται ὁ Θεός. Παῦσαι οὖν, Χριστιανέ, παραβαίνειν καὶ ἀτιμάζειν τὸν Θεόν. Παῦσαι λοιπὸν ποιῶν τὰ τῶν ἐθνῶν σχήματα, ἵνα μὴ ἐκεῖ ἀπελθὼν πολλὴν ἀνάγκην καὶ στενοχωρίαν καὶ ἀτιμίαν εὕρῃς.

Θέλεις ἀκοῦσαι πῶς ἐκέλευσεν ὁ Δεσπότης τὸν Χριστιανὸν χορεύειν καὶ σκιρτᾶν; Ἄκουσον· μακάριοι οἱ πενθοῦντες· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες. Αὕτη ἡ πρώτη ἑορτὴ τοῦ Χριστιανοῦ. Καὶ πάλιν· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.

Καὶ πάλιν· ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ πενθήσετε, ὁ δὲ κόσμος χαρήσεται, ὑμεῖς δὲ λυπηθήσεσθε. Καὶ πάλιν λέγει· μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα, τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς.

Βούλει ἀκοῦσαι καὶ τὰ τοῦ προφήτου Δαυῒδ καταλέγματα καὶ σκιρτήματα; Ἄκουσον τί λέγει· πενθῶν καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός, καὶ σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ πάλιν λέγει· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ πάλιν· οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον. Καὶ πάλιν· ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Ἤκουσας πῶς ἐχόρευσεν ὁ Δαυΐδ; Οὕτως οὖν, Χριστιανέ, χόρευε.