Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η εξέταση της βαπτισματικής ομολογίας και η λογοδοσία των ποιμένων

Η εξέταση της σφραγίδας του Βαπτίσματος, η αποταγή των έργων του Σατανά, η ευθύνη μετά την αποδοχή της χάριτος και η αυστηρή λογοδοσία των κληρικών για το ποίμνιό τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 8

Εἰπὲ ἡμῖν καὶ τὰ μετὰ ταῦτα, διδάσκαλε· ἃ μέλλουσιν ἀκούειν ἢ πανθάνειν. Οἴμοι, ἀδελφοί μου φιλόχριστοι, θέλω εἰπεῖν τὰ μετὰ ταῦτα, καὶ ἀπὸ τοῦ φόβου συνεχόμενος ἀνακόπτομαι, καὶ ἡ φωνή μου ἐκλείπει, καὶ τὰ δάκρυά μου τρέχουσι, διότι φρικτὸν τὸ διήγημα.

Εἰπέ, διὰ τὸν Κύριον παρακαλοῦμεν, πρὸς ἡμετέραν ὠφέλειαν. Τότε, φιλόχριστοι, ἐρευνᾶται ἑνὶ ἑκάστῳ ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ ἀνεπίμικτον πάσης αἱρέσεως, καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον, κατὰ τὸ γεγραμμένον 〈ἐν〉 τῷ ἑβδομηκοστῷ πέμπτῳ ψαλμῷ, ὅτι πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα τῷ φοβερῷ Βασιλεῖ· καὶ πάλιν ἀλλαχοῦ προστάσσονται· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν.

Πάντες ἐρωτῶνται, μικροὶ καὶ μεγάλοι; Ναί, πάντες πολιτογραφηθέντες ἐν τῇ Ἐκκλησίᾳ, ἕκαστος κατὰ τὴν ἰδίαν δύναμιν· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, καθὼς γέγραπται· ὅτι ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ μέτρῳ μετρεῖ ἕκαστος, ἀντιμετρηθήσεται αὐτῷ ἐκεῖθεν. Πλὴν κἂν μέγας, κἂν μικρός, ἐπ᾽ ἴσης πάντες τὴν πίστιν ὡμολογήσαμεν καὶ τὴν τιμίαν σφραγῖδα ἐλάβομεν, καὶ πάντες τῷ Διαβόλῳ ἀπεταξάμεθα, ἐμφυσήσαντες αὐτόν, καὶ πάντες ὁμοίως τῷ Χριστῷ συνεταξάμεθα, προσκυνήσαντες αὐτῷ· εἰ ἄρα ἐνοήσατε τὴν δύναμιν τοῦ μυστηρίου τῆς κολυμβήθρας καὶ τῆς ἀποταγῆς τοῦ ἀλλοτρίου.

Παρακαλοῦμεν μαθεῖν τὴν δύναμιν τῆς ἀποταγῆς. Ἡ ἀποταγή, ἣν ἕκαστος ἐπὶ τοῦ ἁγίου βαπτίσματος ποιούμεθα, μικρὰ μὲν φαίνεται λεγομένη, νοουμένη δὲ καὶ πάνυ ἐστὶ μεγάλη· ἣν ὁ ἰσχύσας φυλάξαι, τρισμακάριστός ἐστι· διὰ γὰρ ὀλίγων ῥημάτων πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα. Οὐχ ἓν ἢ δύο ἢ δέκα, ἀλλὰ πᾶν κακὸν ὃ μισεῖ ὁ Θεός. Οἷόν τι λέγω· ἀποτάσσομαι, φησί, τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ.

Ποίοις ἔργοις; Ἄκουσον! Πορνείαν, μοιχείαν, ἀκαθαρσίαν, ψεῦδος, κλοπήν, φθόνον, φαρμακείαν, μαντείαν, ἐπαοιδίαν, θυμόν, ὀργήν, βλασφημίαν, ἔχθραν, ἔριν, ζῆλον. Ἀποτάσσομαι μέθην, ἀργολογίαν, ὑπερηφανίαν, βλακείαν.

Ἀποτάσσομαι γελοιασμοῖς, κιθαρισμοῖς, ᾄσμασι δαιμονικοῖς, ἤγουν τραγῳδίαις, ἐπιφωνήσεσι, παιδοφθορίαις, ὀρνεοσκοπίαις, ἐπερωτήσεσι πνευμάτων, πετάλων γραφαῖς. Ἀποτάσσομαι πλεονεξίας, μισαδελφίας, ἁρπαγῆς. Ἀποτάσσομαι τοῦ σχολάζειν κύβοις, ἤγουν τοῦ ταυλίζειν, καθὼς καὶ οἱ ἅγιοι Ἀπόστολοι τοὺς ποιοῦντας τοῦτο ἀκοινωνήτους εἶναι προστάσσουσι εἰς τοὺς κανόνας αὐτῶν, ἐὰν λαϊκοὶ εἰσί, εἰ δὲ κληρικοὶ εἰσίν, ἵνα καθαιρῶνται. Ἀποτάσσομαι εἰδωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ καὶ θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Οὐ γάρ ἐστι καιρὸς νῦν πάντα ἐξειπεῖν. Ἀλλὰ παραδράμωμεν τὰ πολλὰ καὶ ἁπλῶς εἴπωμεν· ἀποτάσσομαι πᾶσι τοῖς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις γινομένοις, καὶ ἐν πηγαῖς καὶ ἐν δένδροις καὶ ἐν τριόδοις, ἐν βάμμασι καὶ ποτηρίοις καὶ ἑτέροις πολλοῖς ἀτόποις ἔργοις, ἅπερ αἰσχρόν ἐστι καὶ λέγειν. Τούτοις πᾶσι καὶ τοῖς ὁμοίοις τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ, ἅπερ πάντες γινώσκομεν, ὅτι ἔργα καὶ διδασκαλίαι εἰσὶ τοῦ Διαβόλου.

Ταῦτα πάντα ἐν σκότει ὄντες τὸ πρίν, ὑπὸ τὴν ἐξουσίαν τοῦ Διαβόλου, ἐμάθομεν, πρὶν φθάσῃ εἰς ἡμᾶς τὸ φῶς· ὅτε ἦμεν πεπραμένοι ὑπὸ τῆς ἁμαρτίας. Ὅτε δὲ ἠβουλήθη ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς λυτρώσασθαι ἡμᾶς ἐκ τῆς τοιαύτης πλάνης, ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, καὶ ἐπέφανεν ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ ἡμῶν, καὶ ἐξηγόρασεν ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων, καὶ ηὐδόκησεν ἀνακαινίσαι ἡμᾶς δι᾽ ὕδατος καὶ Πνεύματος. Ταῦτα οὖν πάντα ἀπηρνησάμεθα, καὶ ἀπεξεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνεδυσάμεθα δὲ τὸν νέον Ἀδάμ. Ταῦτα νῦν ὁ ποιῶν τὰ προειρημένα πονηρὰ ἔργα μετὰ τὴν χάριν, τῆς χάριτος ἐξέπεσε, καὶ ὁ Χριστὸς αὐτὸν οὐδὲν ὠφελήσει, ἐπιμένοντα τῇ ἁμαρτίᾳ.

Ἠκούσατε, φιλόχριστοι, πόσον πλῆθος κακῶν ἀπετάξασθε δι᾽ ὀλίγων ῥημάτων. Ταύτην οὖν τὴν ἀποταγὴν καὶ τὴν καλὴν ὁμολογίαν ἀπαιτεῖται ἐν τῇ ὥρᾳ καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕκαστος ἡμῶν. Γέγραπται γάρ, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ. Καὶ πάλιν ὁ Κύριος λέγει· ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. Φανερὸν οὖν ἐστιν ὅτι οἱ λόγοι ἡμῶν, ἢ κατακρίνουσιν ἢ δικαιοῦσιν ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Ποίῳ δὲ τρόπῳ ἐρωτῶνται; Ἐπερωτῶνται ποιμένες, ἤγουν ἐπίσκοποι, καὶ περὶ τῆς ἰδίας πολιτείας καὶ ὑπὲρ τῆς ποίμνης αὐτῶν, καὶ ἀπαιτεῖται ἕκαστος τὰ λογικὰ πρόβατα, ἅπερ παρέλαβε παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ. Ἐὰν δὲ ἐξ ἀμελείας τοῦ ἐπισκόπου ἀπολείψῃ πρόβατον, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπαιτεῖται. Ὁμοίως δὲ καὶ πρεσβύτεροι δώσουσι λόγον ὑπὲρ τῆς ἐκκλησίας αὐτῶν· ἅμα δὲ καὶ οἱ διάκονοι καὶ πᾶς δὲ πιστὸς ὑπὲρ τοῦ οἴκου αὐτοῦ, ὑπὲρ τῆς γυναικὸς καὶ τέκνων καὶ παιδίων καὶ παιδισκῶν δώσει λόγον, εἰ ἐξέθρεψεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καθὼς παραγγέλλει ὁ Ἀπόστολος. Τότε ἐπερωτῶνται βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες καὶ μικροὶ καὶ μεγάλοι, περὶ ὧν ἔπραξαν ἔργων. Γέγραπται γάρ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε πονηρόν. Καὶ ἀλλαχοῦ γέγραπται ὅτι οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.