Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Ο μάταιος θρήνος των καταδικασμένων

Οι θρήνοι των καταδικασμένων για τον χαμένο χρόνο μετά το πέρας της κρίσεως, όταν η μετάνοια είναι πλέον ανέφικτη, και ο αποχαιρετισμός τους προς τους δικαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Τότε ὁρῶντες τὴν παντελῆ αὐτῶν ἐγκατάλειψιν, καὶ ὅτι πᾶσα ἡ ἐλπὶς αὐτῶν ἀπώλετο, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος ἢ παρακαλέσαι ὑπὲρ αὐτῶν, δικαία γὰρ ἡ κρίσις τοῦ Θεοῦ, τότε λοιπὸν ἐν πικροτάτοις δάκρυσιν ὀλολύζοντες, λέγουσιν· ὤ, πόσον καιρὸν ἀπωλέσαμεν! Ὤ, πῶς τῶν Γραφῶν ἀκούοντες ἐχλευάσαμεν αὐτάς! Ἐκεῖ ὁ Θεὸς ἐλάλει διὰ τῶν Γραφῶν, καὶ οὐ προσείχομεν· ὧδε ἡμεῖς βοῶμεν, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἀποστρέφει ἀφ᾽ ἡμῶν.

Τί ὠφέλησαν ἡμᾶς τὰ πέρατα τοῦ κόσμου; Ποῦ ὁ πατήρ, ὁ γεννήσας; Ποῦ ἡ μήτηρ, ἡ τεκοῦσα; Ποῦ ἀδελφοί; Ποῦ τέκνα; Ποῦ οἱ φίλοι; Ποῦ ὁ πλοῦτος; Ποῦ τὰ ὑπάρχοντα; Ποῦ οἱ θόρυβοι; Ποῦ τὰ ἄριστα; Ποῦ ὁ πολὺς καὶ ἄκαιρος δρόμος; Ποῦ οἱ βασιλεῖς καὶ οἱ δυνάσται; Πῶς ἐκ πάντων τούτων οὐδεὶς ἡμᾶς σῶσαι δύναται, οὔτε δὲ ἑαυτοῖς δυνάμεθα βοηθῆσαι, ἀλλὰ παντελῶς ἐγκατελείφθημεν καὶ ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπὸ τῶν Ἁγίων καὶ ἀπὸ τῶν ἰδίων χωριζόμεθα;

Τί ποιήσωμεν; Ὅτι οὐκέτι καιρὸς μετανοίας· οὐκέτι ἰσχύει παράκλησις· οὐκέτι τῶν δακρύων ὄφελος· οὐκέτι φαίνονται οἱ τὸ ἔλαιον πωλοῦντες πτωχοὶ καὶ πένητες· ἐλύθη γὰρ ἡ πανήγυρις. Ὅτε εἴχομεν καιρὸν καὶ δύναμιν, καὶ οἱ πωλοῦντες μετὰ δακρύων ἔκραζον, ἀγοράσατε, ὦτα ἡμῶν κλείσαντες οὐκ ἠκούσαμεν, οὔτε ἠγοράσαμεν. Νῦν οὖν ἡμεῖς ζητοῦμεν, καὶ οὐχ εὑρίσκομεν.

Οὐκέτι ἀνάρρυσις ἡμῶν τῶν ἐλεεινῶν· οὐκέτι ἐλέους τυγχάνομεν· οὐδὲ γάρ ἐσμεν ἄξιοι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐκέτι ὀψόμεθα τὰ τάγματα τῶν Ἀγγέλων· οὐκέτι θεασόμεθα τὸ φῶς τὸ ἀληθινόν. Ἀπωρφανίσθημεν ἀπὸ πάντων.

Καὶ λοιπὸν τί εἴπωμεν; Σῴζεσθε, πάντες οἱ δίκαιοι. Σῴζεσθε, Ἀπόστολοι καὶ Προφῆται καὶ Μάρτυρες. Σῴζου, ὁ χορὸς τῶν πατριαρχῶν. Σῴζου, τὸ τάγμα τῶν μοναζόντων. Σῴζου, τίμιε καὶ ζωοποιὲ Σταυρέ. Σῴζου, ἡ βασιλεία τῶν οὐρανῶν. Σῴζου, ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων. Σῴζου, ὁ παράδεισος τῆς τρυφῆς. Σῴζου καὶ σύ, Δέσποινα Θεοτόκε, ἡ μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Σῴζεσθε, πατέρες καὶ μητέρες, υἱοὶ καὶ θυγατέρες· οὐκέτι ὀψόμεθά τινα ἐξ ὑμῶν. Καὶ λοιπὸν ἀπέρχονται ἕκαστος εἰς ὃν ἡτοίμασεν ἑαυτῷ τόπον τῆς βασάνου διὰ τῶν πονηρῶν αὑτοῦ ἔργων, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

Ἰδού, ἠκούσατε, ἀδελφοί μου φιλόχριστοι. Ἰδού, τὴν παράκλησιν ὑμῶν ἐποίησα καὶ τὴν ἐπιθυμίαν ὑμῶν ἐπλήρωσα. Ἰδού, ἔγνωτε τί ἑαυτοῖς εὐτρεπίζομεν. Ἰδού, ἠκούσατε τί κερδαίνουσιν οἱ ἀμελοῦντες καὶ ῥᾳθυμοῦντες καὶ μὴ μετανοοῦντες.