Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η αναγκαιότητα της μετάνοιας και παραδείγματα επιστροφής

Προτροπές για εγρήγορση και μετάνοια μέσω δακρύων και νηστείας, η προετοιμασία ενόψει της κρίσεως, η αναμαρτησία του Θεού και η καθολική δυνατότητα σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Ταύτην τὴν ἡμέραν κατὰ νοῦν λαβόντες οἱ ἅγιοι Μάρτυρες, οὐκ ἠλέησαν τὰ ἑαυτῶν σώματα, ἀλλὰ πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, χαίροντες τῇ ἐλπίδι τῶν στεφάνων. Ἄλλοι ἐν ἐρημίαις καὶ ἐν ὄρεσιν, ἐν νηστείᾳ καὶ παρθενίᾳ ἠγωνίσαντο, καὶ νῦν ἀγωνίζονται, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενέστερον μέρος, καὶ τὴν στενὴν πύλην καὶ τεθλιμμένην ὁδὸν βαδίσασαι ἥρπασαν τὴν βασιλείαν τῶν οὐρανῶν. Τίς οὖν ὑπομενεῖ τὴν αἰσχύνην ἐκείνην, ὅτε γυναῖκες στεφανοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πολλοὶ ἄνδρες καταισχύνονται;

Οὐκ ἔστι γὰρ ἐκεῖ ἄρσεν καὶ θῆλυ, ἀλλ᾽ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὐ μόνον δὲ ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσι τοῦτο γέγονεν, ἀλλὰ πολλῷ μᾶλλον ἐν ταῖς πόλεσι καὶ ἐν ταῖς κώμαις καὶ ἐν ταῖς νήσοις καὶ ἐν ταῖς ἐκκλησίαις τὰ πλήθη τῶν σῳζομένων σπουδαίων ἐξέλαμψαν, ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τὰς ἐντολὰς τοῦ Δεσπότου φυλάξαντες· ἐπίσκοποι, πρεσβύτεροι, διάκονοι καὶ τὰ λοιπὰ τάγματα τῆς Ἐκκλησίας· βασιλεῖς καὶ ἄρχοντες, ἀρχαί τε καὶ ἐξουσίαι. Οὐ γὰρ [εἶπεν] ὁ Δεσπότης Θεὸς διαφορὰς ἐποίησεν, ἢ προετίμησε τόπον τοῦ τόπου, ἀλλ᾽ οὕτως ἔφη· ὅπου ἐὰν ὦσιν εἰς τὸ ἐμὸν ὄνομα συνηγμένοι, τουτέστι καὶ ἐν ἐρημίαις καὶ ἐν ὄρεσιν, ἢ ἐν σπηλαίοις ἢ ἐν πόλεσιν ἢ ἐν κώμαις ἢ ἐν νήσοις ἢ ἐν παντὶ τόπῳ τῆς δεσποτείας μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, καὶ μετ᾽ αὐτῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἐγὼ ποιμανῶ αὐτοὺς εἰς ἀπεράντους αἰῶνας.

Ἐκεῖνο τὸ φοβερὸν δικαστήριον καὶ τὸν ἀκολάκευτον Δικαστὴν ἐννοῶν ὁ μακάριος Δαυΐδ, καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην τοῖς δάκρυσιν ἔβρεχε, καὶ παρεκάλει τὸν Θεόν, λέγων· Κύριε, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μηδὲ συνάρῃς λόγον μετ᾽ ἐμοῦ, μήτε θελήσῃς εἰπεῖν δίκην μετ᾽ ἐμοῦ, φιλάνθρωπε.

Πάσης γὰρ ἀπολογίας ἀπορῶν, διὰ τοῦτο δυσωπῶ τὴν σὴν ἀγαθότητα, μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ἐὰν γὰρ τοῦτο βουληθῇς ποιῆσαι, οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὁρᾶτε, ἀδελφοί, τὸν μακάριον καὶ ἅγιον Δαυῒδ φοβούμενον τὴν ἡμέραν ἐκείνην καὶ ὥραν, καὶ πρὸς ἀπολογίαν εὐτρεπιζόμενον.

Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοὶ φιλόχριστοι, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν ἐκείνην, πρὶν λυθῆναι τὴν πανήγυριν, πρὶν ὁ Θεὸς ἐμφανῶς ἥξῃ καὶ εὕρῃ ἡμᾶς ἀνετοίμους. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐν μετανοίᾳ, ἐν προσευχαῖς. Προφθάσωμεν ἐν νηστείαις, ἐν δάκρυσιν, ἐν ξενοδοχίαις. Προφθάσωμεν, πρὶν αὐτὸν ἐμφανῶς ἥξειν καὶ εὑρεῖν ἡμᾶς ἀνετοίμους. Μὴ παυσώμεθα μετανοεῖν καὶ παρακαλεῖν ἐμπόνως, καὶ ἑτοιμάζεσθαι εἰς τὴν τοῦ Κυρίου ἀπάντησιν, πάντες ὁμοῦ, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρεσβύτεροι καὶ νέοι.

Ὁρᾶτε μή τις εἴπῃ ὅτι πολλὰ ἥμαρτον καὶ οὐκ ἔχω ἄφεσιν. Ὁ λέγων τοῦτο, οὐκ οἶδεν ὅτι ὁ Θεός ἐστι τῶν μετανοούντων· ὁ διὰ τοὺς κακῶς ἔχοντας παραγενόμενος· ὁ εἰπὼν ὅτι χαρὰ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ὁ εἰπὼν ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὕτη δέ ἐστιν ἡ ἀληθὴς μετάνοια, τὸ ἀποστῆναι τῆς ἁμαρτίας καὶ μισῆσαι αὐτήν, κατὰ τὸν λέγοντα, ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ τό, ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματά σου. Καὶ τότε ὁ Θεὸς μετὰ χαρᾶς δέχεται τὸν προσερχόμενον αὐτῷ.

Βλέπετε δὲ μή τις τολμήσῃ εἰπεῖν ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων τοῦτο τυφλός ἐστι, μυωπάζων καὶ ἑαυτὸν φρεναπατῶν, καὶ οὐκ οἶδε πῶς κλέπτει αὐτὸν ὁ Σατανᾶς καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς ἁφῆς καὶ διὰ τῶν λογισμῶν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, καὶ πάσας τὰς αἰσθήσεις αὐτοῦ καθαράς; Διότι οὐδεὶς ἀναμάρτητος· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Οὐδεὶς ἀνυπεύθυνος παντελῶς ἐν ἀνθρώποις, εἰ μὴ μόνος ὁ δι᾽ ἡμᾶς πτωχεύσας, πλούσιος ὤν. Αὐτὸς μόνος ἀναμάρτητος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, ὁ φιλάνθρωπος, ὁ πολυεύσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἀγαθός, ὁ φιλόψυχος, ὁ παντοδύναμος, ὁ σωτὴρ πάντων ἀνθρώπων, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, ὁ τῶν μετανοούντων Θεός, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ὁδὸς τῆς ζωῆς, ὁ πάντας πρὸς μετάνοιαν καλῶν καὶ μηδένα τῶν μετανοούντων ἀποστρεφόμενος.

Πρὸς τοῦτον καταφύγωμεν καὶ ἡμεῖς· πάντες γὰρ ὅσοι κατέφυγον ἁμαρτωλοὶ πρὸς αὐτὸν σωτηρίας ἔτυχον. Καὶ ἡμεῖς οὖν, ἀδελφοί μου, μὴ ἀπογνῶμεν τῆς ἑαυτῶν σωτηρίας. Ἡμάρτομεν; Μετανοήσωμεν. Μυριάκις ἡμάρτομεν;