Μακάριοι οἱ πενθοῦντες. Πενθήσατε, μετανοήσατε, ἐπιστρέψατε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα οὐκ ἔνι πόνος, οὐδὲ φροντίς, οὐδὲ μέριμνα, οὐδὲ ὀδυρμός. Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ εὐφροσύνη καὶ ἀνάπαυσις καὶ ἀγαλλίασις. Ἐπιστράφητε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως καὶ τῆς χλόης τόπος, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος. Ἐκεῖ ἡ μακαρία γῆ τῶν πραέων, ἐφ᾽ ἧς ἐγὼ ἡ ἀληθινὴ ἄμπελος βλαστάνω, ἧς γεωργὸν τὸν Πατέρα ἀκούετε. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου ἡ ἀκήρατος ζωὴ καὶ ἡ πάσης ἀγαθότητος εὐφροσύνη. Δεῦτε πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἔνθα ἦχος τῶν ἑορταζόντων, ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι ἀνακαλύπτονται.