Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η πρόσκληση στη Βασιλεία των Ουρανών και η κατακλείδα του έργου

Η θεία πρόσκληση προς τους πεφορτισμένους, η κληρονομιά του παραδείσου, τα παραδείγματα αμαρτωλών που μετανόησαν και η καταληκτήρια προτροπή για προσευχή με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 8

Μυριάκις μετανοήσωμεν. Ἐπὶ παντὶ ἔργῳ ἀγαθῷ χαίρει ὁ Θεός, ἐξαιρέτως δὲ ἐπὶ μετανοούσῃ ψυχῇ· ἐπὶ ταύτης γὰρ ὅλος ἐπικάμπτεται, καὶ ὑπτίαις χερσὶν ὑποδέχεται, καὶ προσκαλεῖται, λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς εἰς τὴν ἄνω πόλιν, ἔνθα πάντες οἱ ἅγιοί μου ἐν μεγάλῃ χαρᾷ ἀναπαύονται. Δεῦτε εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον· εἰς ἐκεῖνα τὰ ἀγαθὰ τὰ ἀνεκδιήγητα, εἰς ἃ ἐπιθυμοῦσιν οἱ Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼς καὶ τόν ποτε πτωχὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται οἱ θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων· ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇ τῶν πραέων. Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ἐκεῖ, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου τὰ φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος.

Μακάριοι οἱ πενθοῦντες. Πενθήσατε, μετανοήσατε, ἐπιστρέψατε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα οὐκ ἔνι πόνος, οὐδὲ φροντίς, οὐδὲ μέριμνα, οὐδὲ ὀδυρμός. Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ εὐφροσύνη καὶ ἀνάπαυσις καὶ ἀγαλλίασις. Ἐπιστράφητε πρός με, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως καὶ τῆς χλόης τόπος, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος. Ἐκεῖ ἡ μακαρία γῆ τῶν πραέων, ἐφ᾽ ἧς ἐγὼ ἡ ἀληθινὴ ἄμπελος βλαστάνω, ἧς γεωργὸν τὸν Πατέρα ἀκούετε. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ὅπου ἡ ἀκήρατος ζωὴ καὶ ἡ πάσης ἀγαθότητος εὐφροσύνη. Δεῦτε πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα τὸ μόνον ἐράσμιον, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἀΐδιος εὐφροσύνη, τὸ ἀνέσπερον φῶς, ὁ ἄδυτος ἥλιος. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἔνθα ἦχος τῶν ἑορταζόντων, ἔνθα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι ἀνακαλύπτονται.

Δεῦτε πρός με πάντες, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔνθα μεγάλη δωρεά, ἀνείκαστος χαρά, ἀμετάτρεπτος ἀνάπαυσις, ἀπέραντος εὐφροσύνη, ἄληκτος ὑμνῳδία, ἀσίγητος δοξολογία, ἀκατάπαυστος εὐχαριστία, ἀδιάλειπτος θεολογία, ἀτελεύτητος βασιλεία, ἄπειρος πλοῦτος, ἀπέραντοι αἰῶνες, ἄβυσσος οἰκτιρμῶν, ἐλέους πέλαγος καὶ φιλανθρωπίας, ἀνθρωπίνοις στόμασι λαληθῆναι μὴ δυνάμενα, ἀλλὰ μόνον δι᾽ αἰνιγμάτων παραδηλούμενα.

Ἐκεῖ μυριάδες ἀγέλων, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ τάξεως ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται. Δεῦτε πρός με πάντες οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, κἀγὼ ἐμπλήσω ὑμᾶς ἀγαθῶν, ἃ ἐποθήσατε· ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ ἡτοίμασα τοῖς μετανοοῦσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ταῦτα ἡτοίμασα τοῖς ἐλεοῦσι καὶ τοῖς πτωχοῖς τῷ πνεύματι. Ταῦτα ἡτοίμασα τοῖς πενθοῦσιν ἐπὶ μετανοίᾳ. Ταῦτα ἡτοίμασα τοῖς εἰρηνοποιοῖς. Ταῦτα ἡτοίμασα τοῖς δι᾽ ἐμὲ διωκομένοις καὶ μισουμένοις καὶ συκοφαντουμένοις καὶ ὀνειδιζομένοις. Δεῦτε πρός με πάντες οἱ πεφορτισμένοι, καὶ ἀποτινάξατε καὶ ἀπορρίψατε ἀφ᾽ ὑμῶν τὸ φορτίον τῶν ἁμαρτιῶν· οὐδεὶς γὰρ πρός με καταφεύγων ἔμεινε πεφορτισμένος, ἀλλὰ ἀπέρριψε τὴν κακὴν συνήθειαν καὶ ἀπέμαθεν ἣν κακῶς ἔμαθε παρὰ τοῦ Διαβόλου τέχνην· μανθάνει δὲ παρ᾽ ἐμοῦ τέχνην ἀγαθήν. Οἱ μάγοι προσελθόντες μοι ἀπέρριψαν τὴν μαγείαν καὶ ἔμαθον θεογνωσίαν. Οἱ τελῶναι κατέλιπον τὰ τελώνια καὶ συνεστήσαντο τὰς ἐκκλησίας. Οἱ διῶκται ἐπαύσαντο τοῦ διώκειν καὶ κατεδέξαντο τοῦ διώκεσθαι. Αἱ πόρναι ἐμίσησαν τὴν πορνείαν καὶ ἠγάπησαν τὴν σωφροσύνην.

Ὁ λῃστὴς ἀπέθετο τοὺς φόνους, ἀπομαθὼν τὴν λῃστρικὴν τέχνην, καὶ ἀνέλαβε τὴν εἰλικρινῆ πίστιν, καὶ γέγονε τοῦ παραδείσου οἰκήτωρ.

Δεῦτε οὖν καὶ ὑμεῖς πρός με, ὅτι τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Ἠκούσατε, ἀγαπητοί, τὰς χρηστὰς ἐπαγγελίας καὶ τὰς γλυκείας φωνὰς τοῦ σωτῆρος τῶν ψυχῶν ἡμῶν. Τίς οἶδε τοιοῦτον φιλόστοργον πατέρα; Τίς οἶδε τοιοῦτον χρηστὸν ἰατρόν; Δεῦτε οὖν, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας ἡμῶν. Δόξα τῇ αὑτοῦ φιλανθρωπίᾳ. Δόξα τῇ αὑτοῦ ἀγαθότητι καὶ τῇ αὑτοῦ συγκαταβάσει. Δόξα τοῖς αὑτοῦ οἰκτιρμοῖς.

Δόξα τῇ αὑτοῦ βασιλείᾳ. Δόξα, τιμὴ καὶ προσκύνησις τῷ ὀνόματι αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι. Μὴ ῥᾳθυμήσωμεν, οἱ ἁμαρτωλοί· μὴ δειλιάσωμεν· μὴ ὀκνήσωμεν· μὴ παυσώμεθα βοῶντες πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας μετὰ δακρύων· ἐλεήμων γάρ ἐστι καὶ ἀψευδής, καὶ ποιήσει πάντως τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας. Αὐτὸς γάρ ἐστιν ὁ τῶν μετανοούντων Θεός· ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· [ὅτι] αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.