Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐξομολόγησις ἢ Εὐχὴ πρὸς θεόν

Ἐφραίμ ὁ Σύρος

Εισαγωγική ικεσία για πνευματικό φωτισμό και κάθαρση

Προοίμιο της προσευχής με έκφραση της πνευματικής δίψας για τον Θεό και αίτημα για την παροχή χάριτος προς κάθαρση των λογισμών και προστασία της διανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Ἐξομολόγησις, ἤγουν προσευχὴ πρὸς Θεόν Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος Ἰατρός. Ἱκετεύω τὴν σὴν ἀγαθωσύνην, ἴασαι τὰ τραύματα τῆς ψυχῆς μου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα κατανοήσω τὴν οἰκονομίαν σου τὴν γινομένην εἰς ἐμὲ διαπαντός. Καὶ ἐπειδὴ ἐμωράνθη ἡ καρδία μου καὶ ἡ διάνοιά μου, ἡ χάρις σου, τὸ ἅλας τῆς ἀληθείας, ἀρτυσάτω αὐτήν.

Καὶ τί ἐρῶ σοι, ὦ Προγνῶστα, τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς; Μόνος γὰρ οἶδας ὅτι ὥσπερ γῆ ἄνυδρος διψᾷ σε ἡ ψυχή μου, καὶ ποθεῖ σε ἡ καρδία μου. Τὸν δὲ ἀγαπῶντά σε ἡ χάρις σου διαπαντὸς ἀνεπλήρωσεν. 〈Ὥσπερ οὖν διαπαντὸς〉 ἤκουσάς μου, καὶ τὸ νῦν μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ἰδοὺ γὰρ ὥσπερ αἰχμάλωτός ἐστιν ἡ διάνοιά μου, σὲ τὸν μόνον Σωτῆρα τῆς ἀληθείας ζητοῦσα. Τοιγαροῦν πέμψον τὴν χάριν σου ταχεῖαν ἐλθεῖν εἰς τὴν βοήθειάν μου, ὅπως κορέσειε τὴν ἐμὴν πεῖναν καὶ ποτίσειέ μου τὴν δίψαν. Σὲ γὰρ ποθῶ τὸν ἀκόρεστον Δεσπότην. Τίς γὰρ δύναταί σου κορεσθῆναι, ἐξ ἀληθείας ἀγαπῶν σε καὶ διψῶν τὸ φῶς τῆς ἀληθείας σου;

Δοτὴρ τοῦ φωτός, δός μοι τὰ αἰτήματά μου, καὶ δώρησαί μοι τὴν δέησίν μου· καὶ στάξον ἐν τῇ καρδίᾳ μου μίαν σταγόνα τῆς χάριτός σου. Κατακαυθήτω ἐν τῇ καρδίᾳ μου ἡ φλὸξ τῆς ἀγάπης σου ὥσπερ πῦρ ἐν δρυμῷ, καὶ καταφαγέτω ὡς ἀκάνθας καὶ τριβόλους τοὺς πονηροὺς λογισμούς. δὸς δέ μοι πλουσίως καὶ ἀμέτρως ὡς Θεὸς ἀνθρώπῳ, καὶ δώρησαί μοι ὡς βασιλεὺς τῶν βασιλευόντων, καὶ πλήθυνον ὡς ἀγαθὸς πατήρ. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ, ὡς χοϊκός, ἀλλ᾽ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου τὴν δίψαν ὑπὸ τῆς χάριτός σου· καὶ ὁ ἐμπλήσας χιλιάδας πέντε, ἔμπλησόν μου τὴν πεῖναν ἀπὸ τῆς σῆς ἀγαθότητος, Δέσποτα. Δώρησαι, φιλάνθρωπε, αἴτημα τῷ δούλῳ σου τῷ ἱκετεύοντί σε. Ἰδοὺ γὰρ καὶ ὁ ἀὴρ λαμπρύνεται, καὶ τὰ πετεινὰ ἀλλάσσει τὰς φωνὰς αὐτῶν ἀπὸ τῆς δόξης τῆς πολλῆς σου σοφίας. Ἰδοὺ καὶ ἡ γῆ πᾶσα διπλοΐδα περιβάλλεται τῶν ποικίλων ἀνθῶν, ἥτις ὑφαίνεται ἄνευ χειρῶν ἀνθρώπων. Ἀγάλλεται καὶ ἑορτάζει δύο ἑορτάς· μίαν ὑπὲρ τοῦ υἱοῦ αὐτῆς τοῦ πρωτοτόκου Ἀδάμ, ὅτι ἐζωοποιήθη· μίαν δὲ ὑπὲρ τοῦ Δεσπότου αὐτῆς. Ἰδοὺ καὶ ἡ θάλασσα πληθύνεται ἀπὸ τῆς χάριτός σου, καὶ πλουτίζει τοὺς πλέοντας ἐν αὐτῇ.

Ἡ χάρις σου δέδωκέ μοι παρρησίαν τοῦ λαλῆσαι πρὸς σέ, καὶ ὁ πόθος ὃν ἔχω πρὸς σὲ ἀναγκάζει με ἰέναι. Ὁ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνος ὄφις ἐν τῷ καιρῷ τούτῳ προσερχόμενος ἀνοίγει τὸ στόμα αὐτοῦ· πόσῳ μᾶλλον ἀνοίξει τὸ στόμα αὐτοῦ ὁ δοῦλός σου ὁ ποθῶν σε εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου; Ὁ δεξάμενος καὶ ἐπαινέσας τὰ δύο λεπτὰ τῆς χήρας ἐκείνης, πρόσδεξαι τὴν δέησιν τοῦ δούλου σου καὶ αὔξησον τὴν εὐχήν μου· καὶ δώρησαι τὰ αἰτήματά μου, ἵνα ναὸς γένωμαι τῆς χάριτός σου, καὶ ἐν ἐμοὶ οἰκήσῃ, καὶ αὕτη με διδάξῃ πῶς ἀρέσω αὐτῇ, ὅπως τε κρούσῃ αὕτη εἰς τὴν κινύραν μου μέλη κατανύξεως καὶ πλήρη εὐφροσύνης, ἄγξῃ τε τὴν διάνοιάν μου, ὥσπερ ἐν χαλινῷ, ἵνα μὴ πλανηθεὶς ἁμάρτω σοι καὶ ἐκβληθῶ τοῦ φωτὸς ἐκείνου.