Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐξομολόγησις ἢ Εὐχὴ πρὸς θεόν

Ἐφραίμ ὁ Σύρος

Επίκληση της θείας χάριτος, μεσιτεία των αγίων και αίτημα κατανύξεως

Παράκληση για την καρποφορία της ψυχής μέσω της θείας χάριτος, επίκληση των θαυμασίων του Θεού και θερμή ικεσία για την απόκτηση δακρύων και καθαρής καρδιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Εἰσάκουσον, Κύριε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ δός μοι ἵνα κληθῶ ἐν τῇ βασιλείᾳ σου, ὁ πεπλανημένος, ἀκάθαρτός τε ὢν καὶ καθαρθείς, καὶ ἄφρων καὶ σοφισθείς, καὶ ἀχρήσιμος καὶ χρήσιμος γενόμενος τῷ ποιμνίῳ τῶν ἐκλεκτῶν σου, τῶν ἀσκητῶν καὶ πάντων τῶν ἁγίων τῶν εὐαρεστησάντων σοι· οἳ ἐν τῷ παραδείσῳ ἀγαλλόμενοι αὐτοὶ πρεσβεύουσιν ὑπὲρ ἐμοῦ, καὶ παρακαλοῦσί σε τὸν μόνον φιλάνθρωπον. Εἰσακούσεις τε αὐτὸς τῆς δεήσεως αὐτῶν, καὶ σώσεις με ταῖς παρακλήσεσιν αὐτῶν. Ἐγὼ δὲ δι᾽ αὐτῶν προσφέρω σοι δόξαν, ὅτι τῶν εὐχῶν αὐτῶν εἰσακούσας ᾠκτίρησάς με καὶ οὐχ ὑπερεῖδες τὴν δέησίν μου. Σύ, Κύριε, διὰ τοῦ Προφήτου σου εἶπας, ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό· ἰδοὺ τοίνυν ἤνοικται μετὰ τῆς καρδίας τὸ στόμα τοῦ δούλου σου· πλήρωσον αὐτὸ τῆς χάριτός σου, ἵνα διαπαντὸς εὐλογήσω σε, Χριστὲ ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν. Βρέξον εἰς τὴν καρδίαν μου, φιλάνθρωπε ἀγαθέ, τὴν δρόσον τῆς χάριτός σου. Καθάπερ γὰρ οὐκ ἰσχύει ἡ γῆ ἐσπαρμένη θρέψαι ἀφ᾽ ἑαυτῆς τὰ γεννήματα ἄνευ τῆς ἐπισκέψεως τῆς ἀγαθωσύνης σου, οὕτως ἡ καρδία μου οὐκ ἰσχύει φθέγξασθαι τὰ εὐάρεστά σοι, διὰ τῆς χάριτός σου, εἰ μὴ καρποφορήσῃ καρπὸν δικαιοσύνης.

Ἰδοὺ δὴ ὁ ἀμητὸς τρέφει τὰ γεννήματα καὶ τὰ δένδρα στεφανοῦνται τοῖς ποικίλοις ἄνθεσι· καὶ ἡ δρόσος σου τῆς χάριτος ποτισάτω μου τὴν διάνοιαν, καὶ περικοσμησάτω αὐτὴν τοῖς ἄνθεσι τῆς ταπεινώσεως καὶ τῆς κατανύξεως, τῆς τε ἀγάπης καὶ τῆς ὑπομονῆς. Καὶ τί ἐρῶ; Ἰδοὺ γὰρ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί· αἱ ἁμαρτίαι μου θλίβουσί με, καὶ αἱ ἀσθένειαί μου ἀναγκάζουσί με· σὺ δὲ πλούσιος καὶ ἀγαθός, ἐλεήμων καὶ οἰκτίρμων ὑπάρχεις.

Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα διαπαντὸς εἰς τὸ κάλλος σου κατανοήσω. Καὶ ὁ ἀνοίξας τὸ στόμα τοῦ ὑποζυγίου ἄνοιξον τὸ στόμα μου εἰς τὸν ἔπαινόν σου καὶ δόξαν τῆς χάριτός σου. Ὁ θέμενος ὅριον τῇ θαλάττῃ τῷ λόγῳ τοῦ προστάγματός σου, θὲς ὅριον καὶ τῇ καρδίᾳ μου διὰ τῆς χάριτός σου, ὅπως μὴ ἐκκλίνῃ δεξιὰ ἢ ἀριστερὰ ἀπὸ τοῦ κάλλους σου. Ὁ δοὺς ὕδωρ ἐν ἐρήμῳ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι, δός μοι κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου δάκρυα, ἵνα δακρύσω ἡμέρας καὶ νυκτός, τὰς τῆς ζωῆς μου ἡμέρας μετὰ ταπεινοφροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου, ἵνα σοι προσενέγκω δράγματα πλήρη κατανύξεως.