Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον

Ἐφραίμ ὁ Σύρος

Εσπερινή δέηση για λύτρωση από τα πάθη και προστασία

Παράκληση για την προστασία των αισθήσεων, τη λύτρωση από πονηρούς λογισμούς και ευχαριστία κατά την έλευση της νύκτας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 10

Εὐχὴ Θεοτόκου Ἐπεὶ σὲ προστάτιν καὶ μεσῖτιν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν τὸ ἀνθρώπινον γένος, Θεοτόκε, εὐμοίρησε, καὶ τῆς σῆς ἀεὶ προστασίας ἐξήρτηται, καὶ σὲ μόνην ἔχει καταφυγὴν καὶ ἀντίληψιν, ὡς παρρησίαν ἔχουσαν πρὸς αὐτόν, ἰδοὺ κἀγώ σοι προσέρχομαι ζεούσῃ ψυχῇ, μὴ τολμῶν μετὰ παρρησίας τῷ σῷ Υἱῷ προσελθεῖν, ἀλλὰ διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας σωτηρίας τυχεῖν ἱκετεύω σε.

Μὴ οὖν παρίδῃς 〈με, Δέσποινα, μηδὲ ἀπώσῃ〉 τὸν δοῦλόν σου, τὸν τὴν ἐλπίδα μου πᾶσαν μετὰ Θεὸν εἰς σὲ ἀναθέμενον. Μὴ βδελύξῃ 〈τὸν ἄσωτον, μηδὲ παραβλέψῃς〉 τὸν παντελῶς κινδυνεύοντα καὶ ἐν μεγίσταις ὀδύναις ἐξεταζόμενον, ἀλλ᾽ ὡς συμπαθὴς καὶ τοῦ ἐλεήμονος Θεοῦ Μήτηρ, τὸν σὸν οἰκέτην ἐλέησον, καὶ τοῦ κατεγνωσμένου με συνειδότος ἀπάλλαξον, καὶ τὸν κλύδωνα τῶν 〈πονηρῶν〉 λογισμῶν καταπράϋνον, καὶ τῶν ἡδονῶν τὴν κάμινον κατάσβεσον, καὶ τὴν φλόγα τῆς σαρκὸς κατακοίμησον, καὶ τὸν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν πόθον μου ἄναψον, καὶ πάσας μου τὰς αἰσθήσεις ἀσφάλισαι, μηδεμίαν εἴσοδον ταῖς ἀτόποις ἐπιθυμίαις παρέχουσα.

Καιρὸν μετανοίας μοι δοθῆναι ἱκετεύω, μὴ ἄκαρπόν με ἡ τοῦ θανάτου ἐκκόψῃ δρεπάνη, καὶ τῷ πυρὶ ὡς ἄκαρπος ἐκδοθήσομαι. Τῆς ψυχῆς μου λαμπάδα ἐσβεσμένην ἐπάναψον, καὶ τὸν ζόφον τῶν ἀνομιῶν μου διασκέδασον, καὶ τὴν τῶν ἐμπαθῶν ὀρέξεων ὁμίχλην τῇ σῇ πρεσβείᾳ ἀπέλασον· πολλὰ γὰρ ἰσχύει δέησις μητρικὴ πρὸς υἱὸν εὐδιάλλακτον. Δός μοι φῶς μετανοίας, καὶ πρὸς ἡμέραν κατανύξεως χειραγώγησον, καὶ ἀξίωσόν με κατὰ τὸ εὐάρεστον τοῦ φιλανθρώπου Θεοῦ πολιτεύεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ ἕως μὲν ἐν τῷ πολυωδύνῳ τούτῳ βίῳ εἰμί, φρούρει, σκέπε, διαφύλαττε· πλέοντι σύμπλευσον· ὁδοιποροῦντι συνοδοιπόρησον· 〈ἐγρηγορῶτα συντήρησον·〉 καθεύδοντα σκέπασον· καὶ πάσας τὰς ὁδούς μου κατεύθυνον.

Ἡνίκα δὲ μέλλω τοῦ σώματος ἐκδημεῖν, παράστηθί μοι, φιλάγαθε Δέσποινα, καὶ τὴν ἀφόρητον ἐκείνην ὀδύνην ἐλάφρυνον, καὶ τὸν πόνον μου κούφισον, 〈τὴν στενοχωρίαν μου παραμύθησον,〉 καὶ χειραγώγησον τὴν ἐμὴν ἀθλίαν ψυχὴν πρὸς τὰς αἰωνίους μονάς, μὴ ζοφερὰ δύναμις συναντήσῃ μοι καὶ εἰς ᾅδου βυθὸν κατασπάσῃ με. Ἵλεων ἴδοιμι τὸν Κριτὴν καὶ εὐμενῶς μοι προσβλέποντα. Ῥυσθείην τῆς αἰωνιζούσης φλογὸς διὰ σοῦ, Θεονύμφευτε. Τῆς τοῦ παραδείσου τρυφῆς καταπολαύσαιμι, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχοιμι· ἵνα σὲ τὴν μόνην τοῦ ἀνθρωπείου γένους γεγονυῖαν ἀντίληψιν, καὶ τὸ τῆς προμήτορος διὰ 〈τοῦ〉 σοῦ τόκου ἐπανορθώσασαν ἥττημα, τὴν τῶν ἁμαρτωλῶν προστάτιν τυγχάνουσαν, τὴν τῶν ἀθυμούντων παραμυθίαν ὑπάρχουσαν, τὴν τῶν θλιβομένων ἀναψυχὴν χρηματίζουσαν, μεγαλύνω καὶ μακαρίζω διαπαντός, ὑπὸ σοῦ φυλαττόμενος 〈καὶ σκεπόμενος〉· σὲ γὰρ μακαριοῦσι πᾶσαι αἱ γενεαί, Παρθένε Δέσποινα Θεοτόκε, ἡ ἐλπὶς πάντων τῶν Χριστιανῶν.

Ἀποδίωξον ἀπ᾽ ἐμοῦ τοῦ ταπεινοῦ καὶ παναθλίου δούλου σου τὴν ἀκηδίαν, τὴν λήθην, τὴν ἄγνοιαν, τὴν ἀμέλειαν, τὴν κενοδοξίαν, τὴν μοιχείαν, τὴν πορνείαν, τὴν ἀρσενοκοιτίαν, τὴν γαστριμαργίαν, καὶ πάντας τοὺς πονηροὺς καὶ αἰσχροὺς καὶ βλασφήμους λογισμοὺς ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ τοῦ ἐσκοτισμένου μου νοός, καὶ πάντων τῶν κακῶν μου πράξεων ἐλευθέρωσον, καὶ κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν, ὅτι ἀσθενὴς καὶ ταλαίπωρός εἰμι· ὅτι δεδοξασμένη ὑπάρχεις πάντων τῶν γηγενῶν.

Εὐχαριστῶ σοι, Δέσποινα Θεοτόκε, καὶ μεγαλύνω καὶ δοξάζω σε, ὅτι ἐνίσχυσάς με πρὸς τὸ τέλος τῆς ἡμέρας καὶ εἰς τὴν ἀρχὴν τῆς νυκτὸς ἐλθεῖν, ἐν ᾗ δέομαι τῆς σῆς εὐπροσδέκτου πρεσβείας. Δός μοι συγχώρησιν, Πάναγνε, τῆς ἐν αὐτῇ μέχρι τοῦ νῦν κατακυριευσάσης με ὀλιγωρίας καὶ ὀκνηρίας, καὶ ταῖς σαῖς ἱκεσίαις προθυμίας ἔμπλησον τοῦ ἀενάως σχολάζειν τοῖς θείοις ὕμνοις σου, καὶ τοῦ φιλανθρώπου Υἱοῦ καὶ Θεοῦ σου, ἀνθ᾽ ὧν ἐρρύσθην καὶ ῥύομαι παντοίων νόσων, συμφορῶν τε καὶ θλίψεων, καὶ κινδύνων ψυχικῶν ὁμοῦ καὶ σωματικῶν, ὁ τάλας. Προσπίπτω δέ σοι, καὶ θερμῶς ἀνακράζω χαριστήριον ᾠδὴν ὁ σὸς οἰκέτης, ὃν ἠλέησας, Ὑπερευλογημένη, διὰ ἔλεος ἀμέτρητόν τε καὶ οἶκτον, ὡς Μήτηρ Θεοῦ οὖσα τοῦ φιλανθρώπου.