Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον
Χαιρετιστήριοι ύμνοι και ικεσία για ίαση και σωτηρία
Σειρά εγκωμιαστικών προσφωνήσεων προς την Παναγία, με παράλληλο αίτημα θεραπείας και τελικής συμμετοχής στην αιώνια βασιλεία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Χαιρετιστήριοι ύμνοι και ικεσία για ίαση και σωτηρία
Σειρά εγκωμιαστικών προσφωνήσεων προς την Παναγία, με παράλληλο αίτημα θεραπείας και τελικής συμμετοχής στην αιώνια βασιλεία.
Χαίροις, πάναγνε Κεχαριτωμένη· χαίροις, ἄχραντε παρθενομῆτορ Κόρη. Χαίροις, ἡ δόξα τῶν ἀνθρώπων, Παρθένε· χαίροις, πλήρωμα τῶν Προφητῶν ἁπάντων. Χαίροις, τέλεσμα τῶν συνταγῶν Κυρίου· χαίροις, σφράγισμα τῆς αὑτοῦ διαθήκης.
Χαίροις, τὸ πέρας τῶν αὑτοῦ βουλευμάτων· χαίροις, δήλωσις τῶν αὑτοῦ μυστηρίων. Χαίροις, σύλλογε τῶν κακῶς δυσφημούντων· χαίροις, σύναξις τῶν πάλαι διεστώτων. Χαίροις, στήριγμα τῶν κάτω νενευκότων· χαίροις, τὸ σέλας τῶν ἐν σκότει κειμένων.
Χαίροις, καινισμὸς τῶν πεπαλαιωμένων· χαίροις, ἱλασμὸς τῶν πταιόντων καὶ λύσις. Χαίροις, ὁδηγὸς τῶν πλανωμένων 〈καὶ〉 φάος· χαίροις, ὁ λιμὴν τῶν πλεόντων καὶ σκέπη. Χαίροις, προστάτις ἐν ἀνάγκαις καὶ τεῖχος· χαίροις, ἀσφαλὴς τῶν πιστῶν σωτηρία.
Χαίροις, δώρημα καινότατον καὶ θεῖον· χαίροις, Δέσποινα τῶν γηγενῶν ἁπάντων. Χαίροις, ἡ χαρὰ τῶν Ἀγγέλων καὶ κλέος· χαίροις, ἁπάντων κτισμάτων ὑπερτέρα. Χαίροις, τοῦ Θεοῦ οὖσα 〈Μήτηρ〉 καὶ δούλη· χαίροις, Παντευλόγητε, εἰς αἰῶνας αἰώνων.
Χαίροις, ξύλον εὔσκιον, Παρθένε Κόρη, ἐξ οὗ πάντες καρπὸν τρυγῶμεν, ὃν οἱ φαγόντες χαίρουσιν, οὐ θανατοῦνται· χαίροις, Μαριὰμ μητροπάρθενε, μητρόνυμφε. Χαίροις, τὸ κάλλος τοῦ γυναικείου κόσμου· χαίροις, Δαυῒδ θύγατερ ὡραϊσμένη.
Χαίροις, τράπεζα μυστικῶν χαρισμάτων· χαίροις, τὸ νῖκος τοῦ Βασιλέως τε καὶ Θεοῦ μου. Χαίροις, καύχημα Πατριαρχῶν τε καὶ Ἀθλοφόρων· χαίροις, τὸ τεῖχος τῶν σὲ προσκαλουμένων. Χαίροις, ἀμυντήριον καὶ στερεὰ σκέπη· χαίροις, Παναμώμητε, τοῦ Θεοῦ θεῖε θρόνε.
Χαίροις, φαεινὴ τοῦ Θεοῦ Μήτηρ μόνη· χαίροις, Σολομὼν ἁγιωτάτη κλίνη. Χαίροις, ἀΰλων τιμιωτέρα νόων· χαίροις, τῶν ἐμῶν ἁμαρτάδων λύσις. Χαίροις, Δέσποινα ἀδαμιαίου γένους· χαίροις, μάχαιρα τῶν πονηρῶν δαιμόνων.
Χαίροις, δότειρα τῶν καλῶν ἀπλέτων· χαίροις, σοφίας ἀφθονωτάτη δόσις. Χαίροις, παρηγόρημα τῶν ἐν κινδύνοις· χαίροις, πενήτων ἀντίληψις πλουσία. Χαίροις, ἁπάντων τῶν καλῶν τῶν τοῦ βίου, χαίροις, ἁπάντων τῶν ἀγαθῶν αἰτία.
Ἀλλ᾽, ὦ Δέσποινα μόνη, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύσωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ξηρανθείσης μου τῶν δακρύων πηγῆς ἡ ἀνάβλυσις, πρὸς κάθαρσιν τῶν ἐμῶν ἀνομιῶν, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς ἀπορίας ἡ ποδηγία, τῆς ἀσθενείας ἡ δύναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος, τῶν ἀνιάτων τραυμάτων τὸ ἴαμα, ἡ τῶν δακρύων ἀναίρεσις, τῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν 〈ἡ μεταποίησις, τῶν ὀδυνῶν〉 ὁ κουφισμός, τῶν δεσμῶν ἡ λύσις, 〈τῆς σωτηρίας μου ἡ ἐλπίς〉. Εἰσάκουσόν μου τῶν προσευχῶν, οἰκτείρησόν μου τοὺς στεναγμούς, καὶ πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με ἐπικαμφθεῖσα τοῖς ἐμοῖς δάκρυσι. Σπλαγχνίσθητι ἐπ᾽ ἐμοί, ὡς Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Ἐπίβλεψον καὶ κατάνευσον πρὸς τὴν ἐμὴν ἱκεσίαν. Ἐκπλήρωσόν μου τὸ ἐκδιψώμενον καταθύμιον, καὶ ἐπίσκεψαι τὸν δεινῶς ἀσθενοῦντα καὶ ψυχικῶς κατακείμενον.
Ἀπάλλαξον τοῦ τυραννοῦντός με πάθους καὶ δεινῶς πολεμοῦντός με ἀεί, ἡμέρας τε καὶ νυκτός, καὶ θανατοῦντος τὴν ἀθλίαν μου ψυχήν, καὶ λύτρωσαί με τῶν βελῶν τοῦ Βελίαρ, καὶ τῶν ἐχθρῶν 〈τῶν ὁρατῶν〉 καὶ ἀοράτων, καὶ πλήρωσόν με θεϊκῆς θυμηδίας, δεικνύουσά με κοινωνὸν τῶν ὁσίων τε καὶ δικαίων ἅμα, τῇ σῇ πρὸς Θεὸν ἀγαθῇ μεσιτείᾳ, καὶ σύναψόν με τοῖς σοῖς δούλοις καὶ λάτραις ἐν γῇ τῶν πραέων, ἐν σκηναῖς οὐρανίαις, ἐν χώρᾳ ζώντων, ἐν τρυφῇ τῶν Ἁγίων.
Ἀξίωσόν με ἡ πάντων προστασία, καὶ πάντων χαρὰ καὶ θυμηδία. Συνευφρανθῆναι αὐτοῖς δέομαί σου ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ὄντως ἀνεκφράστῳ τοῦ ἐκ σοῦ γεννηθέντος Υἱοῦ καὶ Βασιλέως, καὶ ἐν τῷ νυμφῶνι αὐτοῦ καὶ ἀπεράντῳ βασιλείᾳ.
Ναί, Δέσποινα, τὸ ἐμὸν καταφύγιον, ἡ ζωὴ καὶ ἀντίληψις, τὸ ὅπλον καὶ καύχημα, ἡ ἐλπὶς καὶ τὸ σθένος. Δός μοι σὺν αὐτοῖς ἀπολαῦσαι τῶν τοῦ Υἱοῦ σου ἀνεκδιηγήτων καὶ ἀκαταλήπτων δωρεῶν τε καὶ θησαυρῶν ἐν τῇ ἐπουρανίῳ διαμονῇ· ἔχεις γὰρ σύνδρομον τῇ θελήσει τὸ δύνασθαι, ὡς τοῦ Ὑψίστου Μήτηρ· καὶ διὰ τοῦτο τολμῶ μὴ ἀποστερηθῆναι, Κυρία μου, τῆς ἐμῆς προσδοκίας, ἀλλὰ τύχοιμι ταύτης, Θεόνυμφε· ἡ τῶν ὅλων προσδοκία, ἡ ὑπὲρ λόγον τεκοῦσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.