Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον
Νυκτερινή ευχή μετανοίας και προσδοκία της Κρίσεως
Βαθιά εξομολόγηση αμαρτιών, έκφραση φόβου ενώπιον της τελικής Κρίσεως και δέηση για χορήγηση δακρύων κατά τη διάρκεια της νύκτας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Νυκτερινή ευχή μετανοίας και προσδοκία της Κρίσεως
Βαθιά εξομολόγηση αμαρτιών, έκφραση φόβου ενώπιον της τελικής Κρίσεως και δέηση για χορήγηση δακρύων κατά τη διάρκεια της νύκτας.
Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου Ἀνεσπέρου φωτὸς ἡ γεννήτρια, ἐξαγγέλλοντι πρόσχες μοι, δέομαι. Βεβορβόρωμαι γὰρ καὶ ῥερύπωμαι, καὶ ζοφώδης ὁ τάλας γεγένημαι. Γῆν ἐμίανα, οἴμοι, ὁ ἄθλιος, ταῖς πολλαῖς ἁμαρτίαις μου, Δέσποινα!
Διὰ τοῦτο βοᾷ νῦν στενάζουσα κατ᾽ ἐμοῦ πρὸς Κριτὴν τὸν ἀδέκαστον, ἐπιφέρουσα, οἴμοι, καὶ μάρτυρας οὐρανὸν σὺν τοῖς ἄστροις καὶ ἥλιον. Ζάλη δὲ λογισμῶν μου 〈ἐκύκλωσεν〉, καὶ βυθίζει λοιπὸν πρὸς ἀπόγνωσιν.
Ἡ ψυχή μου τῷ τρόμῳ συνέχεται, ἀναμένουσα, φεῦ, τὴν ἀπόφασιν. Θεοτόκε, τὴν πᾶσαν ἐλπίδα μου ἐπὶ σὲ ἀνεθέμην ὁ ἄσωτος. Ἴδε, πάσης αἰσχύνης πεπλήρωται τοῦ οἰκέτου σου, οἴμοι, τὸ πρόσωπον! Κἂν δυσώπει ἀπαύστως ὃν ἔτεκες, οἰκτειρῆσαι κἀμὲ τὸν ἀνάξιον.
Λῦσον μόνη δεσμά μου τὰ ἄλυτα, λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα. Μελανθέντα καὶ σκότος γενόμενον, μετανοίας με δάκρυσι λεύκανον. Νεκρωθέντα πολλῇ ῥᾳθυμίᾳ με, τὴν ζωήν μου ἡ τέξασα ἔγειρον. Ξενωθέντα Θεοῦ καὶ Ἀγγέλων με, πρὸς αὐτούς 〈με〉 αὖ ἐπανάγαγε.
Ὄντως θαῦμα φρικτόν! Πῶς ὑπέμεινε 〈τὰς〉 ἐμὰς ἁμαρτίας ὁ Κύριος! Πῶς εὐθὺς εἰς πυθμένα τοῦ ᾅδου με οὐ κατήγαγε ζῶντα τὸν ἄθλιον! Ῥάβδον πῶς οὐ κατέπεμψεν ἄνωθεν ἀφανῶς, ἢ ῥομφαίαν πατάξαι με! Σὺ δὲ πάντως ταῖς σαῖς παρακλήσεσι τὴν ζωὴν ἐδωρήσω μοι, Δέσποινα, τὴν ἐμὴν ἐκζητοῦσα μετάνοιαν, ἣν αὐτή μοι παράσχου τῷ δούλῳ σου.
Ὑπεράγαθε, σὺ γὰρ τεῖχός μου καὶ λιμὴν καὶ ὀχύρωμα πέφυκας. Φῶς μοι λάμψον τοῦ θείου προσώπου σου, τῆς νυκτὸς ἐν μέσῳ ὕμνον τίσαντι. Χάρισαί μοι κατάνυξιν, Δέσποινα, στεναγμοὺς ἀσιγήτους καὶ δάκρυα.
Ψυχικάς μοι σπιλάδας ἀπόπλυνον, καὶ τελείαν μοι δώρησαι ἄφεσιν, ὡς βροτὸς θεοφόρος ὑπάρχουσα, καὶ Θεὸν βροτοφόρον κυήσασα. Ἴδοιμί σε νυκτὸς μέσον, Ἄχραντε, νοεροῖς ὀφθαλμοῖς καὶ χαρήσομαι. Ὦ ἰσχύς, ὦ ἐλπὶς ἀκαταίσχυντε, ὦ ζωὴ καὶ γλυκὺ φῶς τοῦ δούλου σου, ἀπὸ γλώσσης βεβήλου καὶ στόματος ῥυπαροῦ τὴν εὐχὴν ταύτην πρόσδεξαι.
Νῦν ἡ νὺξ γενηθήτω τῷ δούλῳ σου σωτηρίας ἡμέρα, Θεόνυμφε. Νῦν χαρήτωσαν Ἄγγελοι, Δέσποινα, ἐπ᾽ ἐμοὶ καὶ δικαίων τὰ πνεύματα, ὅπως ἂν εὐχαρίστως δοξάζω σου γεγηθὼς τὸ πανάγιον ὄνομα. Ὑπερύμνητε, δύνασαι, οἶδα γάρ, πρὸς Θεὸν ὅσα θέλεις, ὃν ἔτεκες· ὦ Τριάς, ἡ προσκύνησις πρέπει σοι.
Ὦ Θεοῦ Μῆτερ, ὑπὲρ πάντα καὶ νοῦν καὶ λόγον! Ὦ Παρθένε, πάσης παρθενίας ἀσυγκρίτως ὑπερκειμένη, ὡς καὶ πρὸ τοῦ θείου τόκου παρθένος ὑπὲρ πάσας οὖσα τὰς παρθένους, καὶ ἐν αὐτῷ τῷ τόκῳ καὶ μετὰ τὸ τεκεῖν ἡ αὐτὴ μείνασα! Δι᾽ ἧς ἡ τῶν ἀνθρώπων φύσις, ἡ πάλαι ἔκπτωτος καὶ μακρὰν ἀπῳκισμένη Θεοῦ, λόγοις ἀφάτου φιλανθρωπίας καὶ ἀνεικάστου συγκαταβάσεως ἥνωτο τῇ μακαρίᾳ καὶ θείᾳ φύσει, μηδαμῶς ὑποστᾶσα τροπὴν ἢ σύγχυσιν ἢ ἀλλοίωσιν· δι᾽ ἧς, καὶ μετὰ τὴν φρικωδεστάτην ἕνωσιν καὶ καταλλαγήν, φθόνῳ τε τοῦ Πονηροῦ καὶ τῇ τοῦ νοὸς ἡμῶν ματαιότητι τοῦ καθήκοντος ἀποπίπτοντες, αὖθις ἀνακαλούμεθα καὶ τὸν σὸν Υἱὸν καὶ Θεὸν περὶ ἡμᾶς εὑρίσκομεν ἵλεων, ταῖς πρὸς αὐτὸν ἀκαμάτοις μεσιτείαις σου.
Δέσποινα, δέομαι καὶ σὲ παρακαλῶ τὴν ἐλεήμονα καὶ φιλάνθρωπον τοῦ ἐλεήμονος καὶ φιλανθρώπου Θεοῦ Μητέρα, πρόστηθί μου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ, πλείστης ὑπέρποτε καὶ τὰ νῦν δεομένου μου τῆς παρὰ σοῦ σκέπης καὶ ἀντιλήψεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.