Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον

Ἐφραίμ ὁ Σύρος

Προετοιμασία για τη συμμετοχή στα Θεία Μυστήρια

Ειδική προσευχή καθαρμού και συντριβής εν όψει της προσελεύσεως στη Θεία Κοινωνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 10

Ἐπειδὴ γὰρ ὅλος ὢν ἀκαθαρσία καὶ τῶν ἁμαρτιῶν βόρβορος, καὶ συνόλως εἰπεῖν, τῶν ψυχοφθόρων πάντων παθῶν οἰκητήριον, τοῖς ὑπεραχράντοις καὶ φρικτοῖς μυστηρίοις τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ προσελθεῖν βούλομαι, ἀγωνιῶ καὶ τρόμῳ συνέχομαι πρὸς τὸ τῶν ἐμῶν ἁμαρτιῶν ἀφορῶν πλῆθος. Τίνα γὰρ τῶν ἐμῶν αἰσθήσεων 〈ὁ〉 ταλαίπωρος οὐ κατέχρανα; Ποῖον σατανικὸν ἐπιτήδευμα οὐ μεθ᾽ ὑποκρίσεως καὶ μετὰ διαθέσεως καὶ μεθ᾽ ὑπερβολῆς εἰργασάμην; Ποίοις οὐ διεφθάρην ἀτόποις λογισμοῖς καὶ ἀναπλάσμασι ματαιότητος; Ποῖος αἰχμαλωσίας τρόπος οὐ κατεκράτησέ μου τελέως τοῦ νοῦ; Οὐ μόνον γὰρ ἐν οἷς ἀθλίως περιπέπτωκα πάθεσιν, ἐν τούτοις κατὰ πρόληψιν, ὡς αἰχμάλωτος περιάγομαι, οὐδ᾽ ἅπερ διὰ τῆς τῶν αἰσθήσεων ἀκρασίας ἐξ ἀλλοτρίων πράξεων ἢ ὁμιλιῶν, ἢ ἐκ τοῦ παρήκοντος εἰς ἀκοὴν ἐλθόντων ἢ ὁραθέντων, ἐμαυτῷ ἐπεσώρευσα πονηρὰ εἴδωλα, ταῦτα σκεδαννύουσι τὴν διάνοιαν, ἀλλὰ καὶ τὰ μήπω γεγονότα, μήτε μὴν γενησόμενα, μήτε ἀκουσθέντα, μήθ᾽ ὁραθέντα· συνερχόμενος ὁ ἐμπαθὴς καὶ σαθρὸς καὶ νηπιόφρων καὶ ἄκαρπός μου νοῦς τῷ δημιουργῷ τῆς κακίας, καὶ ὡς ὄντα εἰδοποιῶν, ἐν τούτοις τὸν τῆς ἐλεεινῆς ζωῆς κατηνάλωσε χρόνον.

Τοσούτοις καὶ τηλικούτοις ὁ δυστυχὴς ἐνισχημένος κακοῖς, πρὸς τοιαῦτα ὑπερφυῆ καὶ θειότατα, πρὸς ἃ δὴ καὶ Ἄγγελοι παρακύψαι ἐπιθυμοῦσι, προσελθεῖν προσεθέμην, ὦ Δέσποινα, καὶ δέδοικα μή πως, ὡς ἀνάξιος, κατ᾽ ἐκεῖνον τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, χεῖρας καὶ πόδας δεθεὶς εἰς τὸ σκότος ῥιφῶ, ἀντὶ φωτισμοῦ καὶ κοινωνίας θείας χάριτος, τὴν ἐμὴν κατάλληλον τοῦ σκότους κατοίκησιν καταδικασθείς. Ἀλλὰ τί πάθω; Ἀναξίως μὲν τῶν τοιούτων φρικωδεστάτων μυστηρίων μετέχων, τοιαύτας καὶ χείρονας προσδοκῶ τὰς εὐθύνας ὑφέξειν· ἀμέτοχος δὲ τούτων, ἐσθ᾽ ὅτε, διαμένων, καὶ πολὺ προβαλλόμενος τὸ ἀνάξιον, εἰς βάθος, ὡς εἰπεῖν, τῶν κακῶν ἐμπίπτω καταφρονῶν, καὶ ταῖς αὐταῖς κολάσεσιν, ἢ καὶ μείζοσι, [καὶ] οὕτως ὑπόδικος γίνομαι.

Στενά μοι τοίνυν τὰ τοῦ πράγματος ἑκατέρωθεν. Διὸ καὶ πρὸς σὲ καταφεύγω τὴν ἀπροσμάχητον καὶ κραταιοτάτην ὄντως βοήθειαν. Σπλαγχνίσθητι οὖν, ὑπέραγνε Δέσποινά μου, ἐπ᾽ ἐμοί, καὶ χρησαμένη τῇ πρὸς τὸν σὸν Υἱὸν καὶ Θεὸν μητρικῇ παρρησίᾳ, ἄφεσιν μέντοι τῶν προγεγονότων σφαλμάτων ἐξαίτησαι, ἄφλεκτον δέ με τῷ καυστικῷ καὶ φωτιστικῷ πυρὶ τῶν αὑτοῦ ζωοποιῶν μυστηρίων ἀνάδειξον· μᾶλλον μὲν οὖν ὡς τὸ βούλεσθαι τῷ δύνασθαι συντρέχον ὑπερφυῶς κεκτημένη, καθαρθῆναι καὶ φωτισθῆναι τῇ κοινωνίᾳ τούτων ἀξίωσον· καὶ τὸ ὑπόλοιπον τῆς ἐμῆς ζωῆς ἐν μετανοίᾳ καὶ ἁγνείᾳ καὶ ταπεινώσει διελθεῖν εὐόδωσον, ἐν ἔργοις, ἐν λόγοις, ἐν λογισμοῖς, ἐν πᾶσι ψυχῆς καὶ σώματος τοῖς κινήμασιν· ἀεὶ συμπαροῦσα, διευθετοῦσα, προϊσταμένη, χειραγωγοῦσα· τὰς ἐναντίας ἀποτρεπομένη δυνάμεις, καὶ ὡς δοῦλον, εἰ καὶ ἀχρεῖον, τῆς σῆς χρηστότητος, παντοίως περιποιουμένη καὶ φυλάττουσα.

Ναί, Δέσποινα παντευλόγητε, μὴ ἀποστρέψῃς κενὰς τὰς ἀναξίους μου καὶ οἰκτροτάτας δεήσεις, ἀλλὰ κἀν τῷ τῇδε βίῳ, κἀν τῇ ἐξόδῳ τῆς ταλαιπώρου μου ψυχῆς, ἔν τε τῇ μελλούσῃ φοβερᾷ καὶ ἀδεκάστῳ κρίσει, πάρεσό μοι συμμαχοῦσα καὶ τῶν ἀπευκτῶν ῥυομένη πάντων, ἵνα χάριτι σῇ σεσωσμένος εὐλογῶ καὶ δοξάζω σε· καὶ ταῖς σαῖς αὐγαῖς φωτιζόμενος πρὸς ὕμνον, πρὸς δόξαν, πρὸ προσκύνησιν ἀνατείνωμαι τῆς παναγάθου καὶ παντουργοῦ καὶ μακαρίας Τριάδος, εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων.