Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαί
Θρήνος, μνήμη θανάτου και προετοιμασία για την κρίση
Προτροπές προς τους αδελφούς για μετάνοια, θρήνος για τη μέλλουσα κρίση και προσευχή για ασφαλή διέλευση από τους άρχοντες του σκότους κατά την έξοδο της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θρήνος, μνήμη θανάτου και προετοιμασία για την κρίση
Προτροπές προς τους αδελφούς για μετάνοια, θρήνος για τη μέλλουσα κρίση και προσευχή για ασφαλή διέλευση από τους άρχοντες του σκότους κατά την έξοδο της ψυχής.
Εὐχή Τί ποιήσω ὁ ἄθλιος πάντων ἀνθρώπων; Κλαύσω ἐμαυτὸν ὡς ἔτι καιρὸς δεχθῆναι τὰ δάκρυα. Οἴμοι, τί ποιήσω τὴν γέενναν τοῦ πυρὸς 〈καὶ〉 τὸ σκότος τὸ ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Οἴμοι, τί ποιήσω τὴν βάσανον καὶ τὸν τάρταρον τὸν ἀτελεύτητον, τὸν ἰοβόλον καὶ ἀκοίμητον σκώληκα;
Οἴμοι, τί ποιήσω τὴν ἀπειλὴν τῶν ἐπὶ τῶν κολάσεων, ὅτι φοβεροί εἰσι καὶ ἀνελεήμονες; Τίς δῴη μοι τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ καθίσας κλαύσω νυκτὸς καὶ ἡμέρας, ἵνα Θεὸν δυσωπήσω, ὃν παρώργισα;
Ἥμαρτες, ψυχή μου· μετανόησον. Ἰδού, αἱ ἡμέραι ἡμῶν ὡς σκιὰ παράγουσιν. Ἔτι μικρόν, καὶ ἀπελεύσῃ ἐκεῖθεν. Φοβερὸν τόπον μέλλεις διέρχεσθαι, ψυχή μου. Μὴ ὑπέλθῃ ἡμέρας ἐξ ἡμέρας ἐπιστρέφειν πρὸς Κύριον. Οἴμοι, τί ποιήσω;
Ἐξεδίωξας τοὺς ἁγίους Ἀγγέλους διὰ τῶν ῥυπαρῶν λογισμῶν καὶ πράξεων. Μὴ δὸς ἀνάπαυσιν ἑαυτῇ, μηδὲ σιωπησάτω κόρη ὀφθαλμῶν σου προσπίπτουσα τῷ Ἀγαθῷ καὶ Φιλανθρώπῳ δοθῆναί σοι βοήθειαν ἐξ ὕψους. Φοβεροὺς καὶ φρικώδεις τόπους οὐ μετὰ πολὺ μέλλομεν διέρχεσθαι, ἀδελφοί.
Οὐ δυνατὸν μὴ ὁδεῦσαι ἐκείνην τὴν ὁδόν. Οὐδεὶς τῶν ἐνταῦθα ἐπὶ βοηθείᾳ συνοδεύσει ἡμᾶς· οὐ γονεῖς, οὐκ ἀδελφοί, οὐ φίλοι, οὐ γένος, οὐδὲ πλοῦτος, οὐδέ τι τῶν ὁμοίων. Μὴ οὖν ἀμελήσωμεν τῶν ἀγαθῶν πράξεων, ἃς εὑρήσομεν ἐν τῷ καιρῷ τῆς χρείας. Νήψωμεν ἐν τῷ νῦν αἰῶνι, ἵνα μετὰ τὸν χωρισμὸν μὴ δυνηθῶσι κατασχεῖν ἡμᾶς οἱ ἄρχοντες τοῦ σκότους. Οὐ βασιλέα φοβοῦνται, οὐ τύραννον τιμῶσιν, οὐ μικρόν, οὐ μέγαν, εἰ μὴ μόνον τὸν ἐν εὐσεβείᾳ ζήσαντα, τὸν ἐν ἔργοις ἀγαθοῖς καταληφθέντα. Ἐκ προσώπου τούτου φοβηθήσονται καὶ ὑποχωροῦσιν ἔμφοβοι ὄντες, δίοδον παρέχοντες μετὰ πολλῆς σπουδῆς, καθὼς γέγραπται· δικαίων ψυχαὶ ἐν χειρὶ Κυρίου, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· προπορεύσεται γὰρ πρὸ προσώπου αὐτῶν ἡ δικαιοσύνη αὐτῶν. Μακάριος ὁ εὑρεθεὶς ἐλεύθερος ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ.
Μὴ ἀμελήσωμεν οὖν, ἀδελφοί μου ἀγαπητοί· μὴ ἕλκωμεν πρὸς ἑαυτοὺς τὰ ἀλλότρια, τὰ πάντως φθειρόμενα. Ἐκείνη ἡ ὁδὸς πάντα καταλύει. Φθασάσης γὰρ τῆς ὥρας ἐκείνης αἱ ἡδοναὶ μαρανθήσονται, ἡ τρυφὴ καὶ ἡ κενοδοξία παύσεται, ὁ πλοῦτος καὶ ἡ φιλαργυρία οὐ διαμενεῖ.
Κύριε, τὴν ὥραν ἐκείνην λαβὼν κατὰ νοῦν, προσπίπτω τῇ ἀγαθότητί σου βοῶν, μὴ δοθῶ τοῖς ἀδικοῦσί με, Δέσποτα. Μὴ καυχήσωνται οἱ ἐχθροί σου κατὰ τοῦ δούλου σου, ἀγαθὲ Κύριε, τρίζοντες τοὺς ὀδόντας καὶ ἐκφοβοῦντες τῇ ταπεινῇ μου ψυχῇ. Μὴ εἴποιεν· εἰς χεῖρας ἡμῶν ἐλήλυθας, ἡμῖν παρεδόθης, πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν. Μή, Κύριε, μὴ ἀποδώσῃς μοι κατὰ τὰς ἀνομίας μου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Μὴ εἴπῃς μοι· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε. Σύ, Κύριε, παίδευσόν με, πλὴν ἐν οἰκτιρμοῖς, καὶ ὁ Ἐχθρὸς μὴ ἐπιχαρήτω μοι. Ἀλλὰ σβέσον αὐτοῦ τὴν ἀπειλήν, καὶ πᾶσαν τὴν ἐνέργειαν κατάλυσον· καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρέαστον ἀνύσαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.