Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαί

Ἐφραίμ ὁ Σύρος

Δεήσεις για την απαλλαγή από τα πάθη και υπέρ των εχθρών

Σύντομες προσευχές με αίτημα την απελευθέρωση από την τυραννία της αμαρτίας και τον αγιασμό όσων μισούν και συκοφαντούν τον προσευχόμενο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἑτέρα Βοηθός μου γενοῦ, Δέσποτα ἁπάντων Χριστέ, ὑπεράσπισον τῆς ψυχικῆς μου ἀσθενείας. Ἀπαλλαγείην τῆς ἀνοσίου ταύτης καὶ ἁμαρτητικῆς φθορᾶς· ἐλεύθερος γενοίμην τῶν δεσμῶν τῆς ἁμαρτίας· μὴ ἐνεργείτω ἐν ἐμοὶ ἡ τυραννὶς τῆς κακίας, μηδὲ κατακρατείτω μου ὁ πολέμιος δαίμων διὰ τῆς ἁμαρτίας ὡς αἰχμαλώτου, ἀλλ᾽ ἐλθέτω ἐπ᾽ ἐμὲ ἡ τοῦ θείου καὶ προσκυνητοῦ σου Πνεύματος βασιλεία, ἵνα ἀποχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντά μου ἐβδελυγμένα πάθη. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ φιλανθρωπίας καὶ οἰκτιρμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα Κύριε, δὸς ἔλεος τοῖς μισοῦσι καὶ φθονοῦσι καὶ λοιδοροῦσιν, ὁμοίως καὶ τοῖς καταλαλοῦσί μου· καὶ μηδόλως τις ἐξ αὐτῶν δι᾽ ἐμὲ τὸν ἀκάθαρτον πονηρόν τι πάθοι, μήτε ἐν τῷ νῦν αἰῶνι, μήτε ἐν τῷ μέλλοντι, ἀλλὰ ἁγίασον αὐτοὺς ἐν τῷ ἐλέει σου, καὶ σκέπασον αὐτοὺς ἐν τῇ χρηστότητί σου, Πανάγαθε.