Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαί

Ἐφραίμ ὁ Σύρος

Προσευχές κατανύξεως, μνήμη του Πάθους και της εξόδου της ψυχής

Ικεσίες προς τον Χριστό για την προστασία της ψυχής κατά την ώρα του θανάτου, αίτημα για χορήγηση δακρύων κατανύξεως και αναφορά στο πάθος και την έσχατη κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

〈Εὐχή〉 Μεγαλύνων μεγαλύνω σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, καὶ ἔσωσας [με] ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ νῦν, Δέσποτα, σκεπασάτω με ἡ χείρ σου, καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ ἀθλίου σώματος τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου χεὶρ συναντήσῃ αὐτῇ, καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ καὶ γνώσει ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας. Ἵλεώς μοι γενοῦ, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ ἰδέτω ἡ ψυχή μου τὴν ἐζοφωμένην ὄψιν τῶν πονηρῶν δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν Ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα. Ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κατασπᾶσαί με τὸν ἁμαρτωλὸν εἰς βυθὸν ᾅδου, ἀλλὰ παράστηθί μοι καὶ γενοῦ μοι σωτὴρ καὶ ἀντιλήπτωρ. Ἐλέησον, Κύριε, τὴν ῥυπωθεῖσαν τοῖς πάθεσι τοῦ βίου τούτου ψυχήν μου· καὶ εἴ τι ὡς ἄνθρωπος κατὰ τὴν ἀσθένειαν τῆς φύσεως ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἐπλημμέλησα, ὁ ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας, συγχώρησόν μοι, καὶ ἄφες μοι ἵνα ἀναψύξω καὶ εὑρεθῶ ἐνώπιόν σου μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἀλλ᾽ ἄμωμος καὶ ἀκηλίδωτος προσδεχθείην ἐν χερσί σου, Δέσποτα· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

Εὐχή Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ὁ Θεὸς ὁ σωτήρ μου, ἡ ἄρρητος ἡδονή, τὸ σωτήριον ὄνομα, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου κατάνυξιν καὶ φωτισμὸν καρδίας, ἵνα φωτισθεὶς τὴν καρδίαν βρύω μετὰ γλυκύτητος δάκρυα ἐν προσευχῇ καθαρᾷ, ὅπως ἐξαλείψῃς τὸ μεταγράμματον τῶν ἐμῶν ἁμαρτιῶν ἐν δάκρυσιν ὀλίγοις, καὶ κατασβέσῃς μοι δι᾽ ὀλίγου κλαυθμοῦ τὸ πῦρ τὸ καιόμενον· εἰ γὰρ δοίης ἐνταῦθα κλαῦσαί με, Δέσποτα, τοῦ πυρὸς ἐκεῖ τοῦ ἀσβέστου ἐλευθερώσεις με. Καὶ οἶδα μέν, οἶδα, μακρόθυμε, φιλάνθρωπε Κύριε, ὅτι καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ἄμετρα παροξύνω καὶ παροργίζω σε, ἀλλ᾽ ἡ χρηστότης τῆς μακροθυμίας σου τὴν ἐμὴν νικήσει κακίαν καὶ τὴν πικρότητα. Εἰ γὰρ μήτηρ ἀτιμαζομένη ὑπὸ τοῦ οἰκείου παιδός, οὐ φέρει ὑπεριδεῖν αὐτὸ ὑπὸ τῶν ἰδίων νικωμένη σπλάγχνων, πόσῳ μᾶλλον ἡ σὴ χάρις καὶ χρηστότης, εὔσπλαγχνε καὶ μακρόθυμε Κύριε, ὑπὸ τῶν σῶν ἀπείρων οἰκτιρμῶν κινουμένη νικῆσαι ἔχει τὴν ἐμὴν κακίαν καὶ ἐλεῆσαί με; Ναί, φιλάγαθε Κύριε, Θεὲ ἐλέους καὶ οἰκτιρμῶν, ῥῦσαί με ἐκ τῶν πονηρῶν ἐπιτηδευμάτων τοῦ μιαροῦ καὶ δεινοῦ πολεμίου τοῦ συνέχοντος καθ᾽ ὥραν καὶ θλίβοντος τὴν ἐμὴν ψυχὴν ἐν πονηροῖς καὶ μιαροῖς λογισμοῖς.

Ἡ ἄρρητος δύναμίς σου, Χριστέ, ἡ ἐπιτιμήσασα τοῖς κύμασι τῆς θαλάσσης, ἐπιτιμήσαι αὐτῷ, καὶ καταργήσαι αὐτόν, καὶ πόρρω ἀπ᾽ ἐμοῦ βάλοι τοῦ δούλου σου· καθ᾽ ἑκάστην γὰρ ἀνανεοῖ κατ᾽ ἐμοῦ τὰς αὐτοῦ μηχανάς, καὶ σπεύδει δεσποτεῦσαι τῆς χαύνης μου διανοίας, καὶ χωρίσαι με ἀπὸ σοῦ καὶ τῶν θείων σου ἐντολῶν. Ἀλλὰ κατάπεμψον, Δέσποτα, πολυέλεε Κύριε, ἐν τάχει, καὶ ἀποδίωξον ἀπ᾽ ἐμοῦ τοῦ ἀχρείου οἰκέτου σου τὸν Δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς πονηροῖς αὐτοῦ καὶ ῥυπαροῖς λογισμοῖς, ἵνα καθαρῶς ἀνυμνῶ καὶ δοξολογῶ σε σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχή Ὁ ἀναμάρτητος ἀμνὸς τοῦ Θεοῦ, ὁ ἑκουσίᾳ βουλῇ σταυρὸν ὑπομείνας σωματικῶς, καὶ σφαγεὶς ὑπὲρ τῆς σωτηρίας ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ δὴ ἀφθόρως τῇ σαρκὶ γευσάμενος θανάτου, ἵνα σώσῃς τὴν ἔκπτωτον φύσιν ἡμῶν κατειρχθεῖσαν ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὁ νεκρὸς ὁραθεὶς καὶ ζωὴν πηγάσας τῷ κόσμῳ σου, καὶ νεκρώσας τὸν θάνατον, καὶ ὡς σκηνὴν καταλύσας τοῦ ᾅδου δεσμωτήριον· ὁ ὄμβρος τῆς ἀφθαρσίας· ὁ ἐκ τῆς θείας ἀστραπῆς ὑπέρτιμος μαργαρίτης· ὁ ζωηφόρος βότρυς γλυκασμὸν ἀποστάζων τῆς σωτηρίας παγκόσμιον· τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀνέσπερον· ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος καὶ σοφία καὶ δύναμις· τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ· ἀκατάληπτε Ἰησοῦ καὶ ἀνεξερεύνητε Χριστέ, ὁ μόνος οἰκτίρμων καὶ συμπαθής, ἔκχεον ἐπ᾽ ἐμὲ τὸν ἁμαρτωλὸν τὴν πολλήν σου ἀγαθότητα, καὶ δεξάμενός μου τὰς ἱκεσίας ἐξάλειψον τὰ πλήθη τῶν ἀπείρων ἀνομιῶν καὶ ἁμαρτιῶν, καὶ δώρησαί μοι πάντα τὰ αἰτήματά μου. Μὴ ἀποδοκιμάσῃς με τὸν ἀδιόρθωτον, μὴ ἀπορρίψῃς με τὸν ῥᾴθυμον καὶ ἀνυπομόνητον, μὴ εἴπῃς μοι τῷ ἀθλίῳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ σου, ὅταν κρίνῃς τὸν κόσμον ἅπαντα, τί ὑπέμεινας δι᾽ ἐμέ· ὅτι οὐκ ἔχω μικρὰν ὁ τάλας ὑπομονήν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἐρεῖς ἡμῖν, Κύριε, τοῖς ἁμαρτωλοῖς· οἴδατε ἀκριβῶς τί ὑπέμεινα δι᾽ ὑμᾶς, ὦ ἄνθρωποι;

Θεὸς ὢν δι᾽ ὑμᾶς ἐσαρκώθην· ἀόρατος ὢν δι᾽ ὑμᾶς ἐπὶ γῆς ἐμφανῶς ἐβάδισα· δι᾽ ὑμᾶς ἐπείνασα, ἐδίψησα, ἐκοπίασα· δι᾽ ὑμᾶς ἐδιώχθην, ἐλιθάσθην.

Καὶ ἀναμάρτητος ὢν δι᾽ ὑμᾶς ἐρραπίσθην, ἐνεπτύσθην· καὶ ἀπαθὴς ὢν δι᾽ ὑμᾶς ἐσταυρώθην· καὶ ἀθάνατος ὢν δι᾽ ὑμᾶς θάνατον ὑπέμεινα ἐπονείδιστον. Δι᾽ ὑμᾶς λόγχῃ τὴν πλευρὰν ἐκεντήθην καὶ ὄξος μεμιγμένον ὑσσώπῳ καὶ χολῇ ἐποτίσθην, καὶ οὕτω πάσχων προσηλωμένος ἐν τῷ σταυρῷ οὐκ ὠργίσθην, καὶ μυκτηριζόμενος οὐ κατηρασάμην. Ἐγὼ ὁ Δεσπότης, ὁ ἀνώτερος ὢν πάντων τῶν ἐγκλημάτων, ταῦτα πάντα ὑπέμεινα δι᾽ ὑμᾶς, ἵνα ποιήσω ὑμᾶς οὐρανίους καὶ ἁγίους. Βασιλείαν αἰώνιον ἐχαρισάμην ὑμῖν· πάντας ὑμᾶς ἀδελφοὺς ἐκάλεσα· τῷ Πατρὶ προσήνεγκα· τὸ Πνεῦμα τὸ Ἅγιον κατέπεμψα. Τί οὖν ὑμεῖς ὑπεμείνατε, ὦ ἄνθρωποι, δι᾽ ἐμέ;

Πρὸς ταῦτα τί ἐρῶ ὁ τάλας ἐγώ, ὁ πονηρὸς καὶ ἁμαρτωλὸς καὶ βέβηλος; Τότε μάρτυρες μὲν δείξουσι τὰς πληγὰς αὐτῶν, τὰς στρεβλώσεις, τῶν μελῶν τὰς ἐκκοπὰς καὶ τὴν εἰς τέλος καρτερίαν αὐτῶν· ἀσκηταὶ δὲ δείξουσι τὴν ἄσκησιν αὐτῶν, τὴν ἐπιτεταμένην νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἀκτημοσύνην, τὰ δάκρυα καὶ τὴν εἰς τέλος ὑπομονὴν αὐτῶν. Ἐγὼ δὲ ὁ ῥᾴθυμος, ὁ ἁμαρτωλός, ὁ ὑπεύθυνος, τί ἔχω δεῖξαι, εἰ μὴ τὸν καρπὸν τῆς αἰσχύνης, γαστριμαργίαν, φιληδονίαν, πολυυπνίαν, πολυκτημοσύνην, ἀνυπομονησίαν, κενοδοξίαν, ἀμέλειαν; Εἰ οὖν λόγον ἀπαιτήσεις με, Κύριε, περὶ τοῦ δοθέντος μοι πρὸς μετάνοιαν καιροῦ, ἕνεκεν τῆς ἀμελείας μου, ποίαν δώσω ἀπολογίαν; Εἰ δὲ καὶ ἕως ἀργοῦ λόγου, ὡς γέγραπται, καὶ πονηρῶν λογισμῶν καὶ ἐνθυμήσεων ἐξετασθήσομαι, ποῖός με τότε φόβος καὶ κλόνος τὸν δείλαιον λήψεται, ποία με δὲ μετὰ ταῦτα βάσανος διαδέξεται;

Φεῖσαι, Κύριε, φεῖσαι, εὔσπλαγχνε, φεῖσαι, φιλάνθρωπε, φεῖσαι, μόνε ἀγαθέ, καὶ μὴ ἀνάξιον κρίνῃς με τῶν σῶν οἰκτιρμῶν. Μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Μὴ μνησθῇς ἀρχαίων μου ἀνομιῶν, μηδὲ τῶν προσφάτων. Σοί, Κύριε, τῷ Θεῷ ἡ δικαιοσύνη, ἐμοὶ δὲ ἡ αἰσχύνη προσώπου. Μνήσθητι, Κύριε, ὅτι τὰ ἐλέη σου ἀπὸ τοῦ αἰῶνός εἰσιν εἰς γενεὰν καὶ γενεάν, ἐπὶ πάντα τὸν λαόν σου. Μνήσθητι ὅτι σὺ πάντων ἡμῶν ἐγενήθης καταφυγὴ καὶ σωτηρία τῶν ἐλπιζόντων ἐπὶ σέ. Σπλαγχνίσθητι καὶ ἐλέησόν με διὰ μόνην τὴν σὴν ἀγαθότητα. Στήριξον τὴν παρειμένην μου ψυχὴν τῇ ῥᾳθυμίᾳ τῆς ἀμελείας μου, ὁ ἀνορθῶν τοὺς κατερραγμένους, καὶ ἰώμενος τοὺς συντετριμμένους. Ἰδοὺ γὰρ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί, καὶ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου πολὺ καὶ ἄπειρον, καὶ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ ἡ σκληρότης τῆς καρδίας μου ἐξήρανε τοὺς ὀφθαλμούς μου. Ἡ ἀνάγκη τοῦ σώματος προφασίζεσθαι ποιεῖ με προφάσεις ἐν ἁμαρτίαις, καὶ ἡ ἀπώλεια ὀχλεῖ με καταλεῖψαι τὴν ὁδόν· σὺ δὲ γινώσκεις, Δέσποτα, τὴν ὀλιγωρίαν τῆς ταλαιπωρίας μου, καὶ ὅσαι με πολεμοῦσι πονηραὶ προλήψεις, καὶ σὺ βλέπεις τὴν κατ᾽ ἐμοῦ πολυμήχανον κακίαν τοῦ Ἐχθροῦ.

Ἀντιλαβοῦ μου κατὰ τὸ μέγα ἔλεός σου, καὶ σῶσόν με χάριτι καὶ οἰκτιρμοῖς, πρεσβείαις τῆς ὑπεραχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων· ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος ὑπάρχεις, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν Θεῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχή Φιλάνθρωπε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, εἰς τοὺς οἰκτιρμούς σου θαρρῶν ἱκετεύω σε, μὴ στήσῃς με ἐξ εὐωνύμων σου μετὰ τῶν ἐρίφων τῶν παροξυνάντων σε, μηδὲ εἴπῃς μοι, ἀμὴν λέγω σοι, οὐκ οἶδά σε, ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου κλαυθμὸν διηνεκῆ, καὶ κατάνυξιν, καὶ ταπείνωσιν τῇ καρδίᾳ μου, καὶ ἅγνισον αὐτὴν ἐν τῷ φόβῳ σου διὰ τῆς μεταλήψεως τῶν ζωοποιῶν σου ἀχράντων μυστηρίων, ἵνα γένηται ναὸς τῆς σῆς χάριτος· εἰ γὰρ καὶ σφόδρα ἁμαρτωλός εἰμι καὶ ἀνάξιος, ἀλλ᾽ οὗν διηνεκῶς εἰς τὴν θύραν σου κρούω, καὶ εἰ ῥᾴθυμος καὶ ὀκνηρός, καὶ τῆς ἐμῆς σωτηρίας καταφρονῶ, ἀλλ᾽ ὅμως εἰς τὴν ὁδόν σου βαδίζω.

Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι χρηστὸς εἶ, Κύριε, τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοί σου ἐπὶ πάντα τὰ ἔργα σου, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.