Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαί
Ευχές ικεσίας, μετανοίας και εξομολόγησης
Εκτενείς προσευχές ικεσίας για την προστασία από τα πονηρά πνεύματα, παράκληση για άφεση των αμαρτιών και λεπτομερής εξομολόγηση των καθημερινών πταισμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ευχές ικεσίας, μετανοίας και εξομολόγησης
Εκτενείς προσευχές ικεσίας για την προστασία από τα πονηρά πνεύματα, παράκληση για άφεση των αμαρτιών και λεπτομερής εξομολόγηση των καθημερινών πταισμάτων.
〈Εὐχαί〉 〈Εὐχή〉 Ὁ Θεὸς ὁ δίκαιος καὶ αἰνετός, ὁ Θεὸς ὁ προαιώνιος, εἰσάκουσον ἁμαρτωλοῦ ἀνδρὸς τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσόν μου, ὁ Θεός, ἐπάκουσόν μου ἐν ἰσχύϊ, μὴ μνημονεύων ἐν ταύτῃ μου τῇ προσευχῇ τῶν ἀεὶ καὶ εἰσαεὶ παρακοῶν τῆς ἐμῆς ἐξουδενώσεως.
Ἐπάκουσόν μου, Κύριε, ἐπάκουσόν μου ἐν πυρὶ προσευχῆς, ὥς ποτε τοῦ σοῦ Προφήτου. Ναί, ὁ Θεὸς τῶν ἁγίων Δυνάμεων· ναί, ὁ τῶν ἀσωμάτων ποιητής· ναί, ὁ εἰπών, αἰτεῖτε, καὶ λήψεσθε. Μὴ βδελύξῃ με τὸν ἀκάθαρτα τὰ χείλη περιβεβλημένον καὶ ἐν ἁμαρτίαις συγκεχωσμένον. Ἐπάκουσόν μου ὁ ἐπαγγειλάμενος ὑπακούειν τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων σε, καὶ κατεύθυνον τὰ διαβήματα τῶν δούλων σου καὶ τοὺς πόδας αὐτῶν εἰς ὁδὸν εἰρήνης. Συμπάθησον ἀκάκοις παισὶν ἐπὶ ξένης οὖσιν, ὁ εἰπών· γίνεσθε ἀκέραιοι ὡς αἱ περιστεραί. Ἐκέκραξά σοι ἐν ὅλῃ καρδίᾳ μου, ὁ Θεός. Ὁ Θεός, ἐπάκουσόν μου· ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐπὶ ξένης μακράν. Ἐπιτίμησον πᾶσι τοῖς ἀκαθάρτοις πνεύμασιν ἀπὸ προσώπου τῶν παίδων σου. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτῶν. Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων αὐτούς.
Εἰπέ, εἰπέ, ὦ Κύριε, Κύριε, τῇ ψυχῇ αὐτῶν· σωτηρία σου εἰμὶ ἐγώ. Ὑπαναχωρησάτω ἀπὸ τῆς διανοίας αὐτῶν πνεῦμα δειλίας, πνεῦμα ἀκηδίας, πνεῦμα ὑπερηφανίας καὶ πάσης κακίας, καὶ κατασβεσθήτω αὐτῶν πᾶσα πύρωσις ἐκ διαβολικῆς ἐνεργείας συνισταμένη. Φωτισθήτω αὐτῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα τῷ φωτὶ τῆς γνώσεώς σου, ἵνα καταντήσαντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τῆς ἁγίας καὶ προσκυνητῆς Τριάδος, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, δοξάσωσιν εἰς αἰῶνα αἰῶνος σὺν Ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ᾽ αἰῶνος εὐαρεστήσασι τῷ Θεῷ τὸ πάντιμον καὶ φυλακτήριον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
〈Εὐχή〉 Δέσποτα Κύριε, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, Βασιλεῦ τῶν αἰώνων, εὐδόκησον ἀνοιγῆναί μοι θύραν τῆς μετανοίας, ὅτι ἐν ὀδύνῃ ψυχῆς ἱκετεύω σε. Ἐπίβλεψον τῇ πολλῇ σου εὐσπλαγχνίᾳ, καὶ πρόσδεξαί μου τὴν δέησιν, καὶ μὴ ἀπώσῃ μου τὴν ἱκεσίαν, ἀλλὰ σύγγνωθί μοι τῷ ἐν πολλοῖς πταίσμασιν εὑρεθέντι.
Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, καὶ συγχώρησόν μοι πάντα ὅσα, ὡς ἄνθρωπος ἡττηθεὶς τῇ προαιρέσει μου, εἰργασάμην κακά. Ζητῶ γὰρ ἄνεσιν καὶ οὐχ εὑρίσκω διὰ τὸ τὴν συνείδησίν μου εἶναι μεμολυσμένην· ἀλλ᾽ οὐδὲ εἰρήνη ἐστὶν ἐν ἐμοὶ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου.
Ἄκουσον, Κύριε, καρδίας ἐν ὀδύνῃ βοώσης πρὸς σέ, καὶ μὴ πρόσχες τοῖς φαύλοις μου ἔργοις, ἀλλ᾽ ἐπίβλεψον ἐπὶ τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ τάχυνον τοῦ ἰάσασθαί με δεινῶς τετραυματισμένον, καὶ δός μοι καιρὸν ἀνανήψεως κατὰ τὴν χάριν τῆς φιλανθρωπίας σου, καὶ ῥῦσαί με ἀπὸ τῶν κακίστων ἔργων μου, καὶ μὴ ἀνταποδῷς μοι ἄξια, ὧν ἔπραξα, ἵνα μὴ τελείως ἀπόλωμαι καὶ πάσης προθυμίας ἐρημωθῶ καὶ ἐννοίας εἰς τὸ διορθώσασθαι ἐμαυτόν. Προσπίπτω οὖν τοῖς οἰκτιρμοῖς σου τοῦ ἐλεῆσαί με ἐπὶ γῆς ἐρριμμένον ἐν καταδίκῃ ἔργων μου.
Ἀνακάλεσαί με, Δέσποτα, τὸν αἰχμάλωτον κατεχόμενον ὑπὸ τῶν πράξεών μου, καὶ ὡς ὑπὸ ἁλύσεως σφιγγόμενον· σὺ γὰρ μόνος οἶδας λύειν πεπεδημένους, καὶ ἰᾶσθαι τὰ ἄδηλα τραύματα, ἃ σὺ μόνος ἐπίστασαι, ὡς τῶν κρυπτῶν γνώστης.
Ὅσα γὰρ πάθη πρόσεστί μοι κακῶν, εἰς πάντα σε εὑρίσκω ὀνομαζόμενον ἰατρὸν τῶν κακῶς ἐχόντων, θύραν τῶν ἔξω παροδυρομένων, λυτρωτὴν τῶν ἀπαγομένων, ἐπέχοντα ἀεὶ τὴν χεῖρά σου καὶ μὴ ἐπαφιέντα τὴν ὀργήν σου τὴν τοῖς ἁμαρτωλοῖς ἡτοιμασμένην, ἀλλὰ διὰ τὴν πολλήν σου φιλανθρωπίαν διδόντα ἡμῖν καιρὸν ἀνανήψεως· σὺ γὰρ εἶ ὁ ταχὺς ἐν ἐλέει καὶ βραδὺς ἐν κολάσει. Θέλησον οὖν ὀρέξαι μοι χεῖρα καὶ ἀναστῆσαί με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ὁ μὴ τερπόμενος ἐν ἀπωλείᾳ ἀνθρώπου καὶ μὴ ἀποστρεφόμενος πρόσωπον ἐν δάκρυσιν εἰς σὲ ἀτενίζοντος.
Εἰσάκουσον, Κύριε, φωνὴν τοῦ δούλου σου βοῶντος πρὸς σέ, καὶ ἐπίφανον τὸ πρόσωπόν σου εἰς ἐμὲ τὸν ἐσκοτισμένον, καὶ φώτισόν με τῇ τοῦ Ἁγίου σου Πνεύματος παρουσίᾳ, καὶ χάρισαί μοι μιαρῷ προθυμίαν, καὶ στρέψον, Κύριε, τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, καὶ διάρρηξον τὸν σάκκον μου, καὶ περίζωσαί με εὐφροσύνῃ, καὶ ἀνοιγήτω μοι ἡ θύρα τῆς βασιλείας σου, ὅπως εἰσελθὼν ἐν αὐτῇ δοξάζω τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχή Κύριε, Βασιλεῦ ἐπουράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, παρακλήθητι καὶ συγχώρησόν μοι τῷ ἀναξίῳ δούλῳ σου, εἴ τι ἥμαρτον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος· τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια· τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· τὰ ἐκ συναρπαγῆς καὶ ἀπροσεξίας, καὶ πολλῆς μου ῥᾳθυμίας καὶ ἀμελείας· ἤτε τὸ ὄνομά σου τὸ ἅγιον ὤμοσα, ἤτε αὐτῷ ἐπιώρκησα, ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἤτε τινὰ ἐλοιδόρησα, ἢ ἐσυκοφάντησα, ἢ ἐλύπησα, ἤ τινι κατηρασάμην, ἢ ἔν τινι παρώργισα, ἢ ἐψευσάμην, ἢ φίλος κατῆλθε πρός με καὶ αὐτὸν παρεῖδον, ἤτε ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένου μου εἰς προσευχὴν καὶ ψαλμῳδίαν ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ βιωτικὰ καὶ πονηρὰ περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφρόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ἐγαστριμάργησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μάταιον ἐθεασάμην, ἢ ὑπ᾽ αὐτοῦ ἐθέλχθην, ἢ τὰ μὴ δέοντά μοι ἐφλυάρησα, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου ἔβλεψα καὶ τὰ ἐμὰ ἀναρίθμητα ἐλαττώματα καὶ παραπτώματα παρέβλεψα, ἤτε τῆς εὐχῆς μου ἠμέλησα, ἤτε τι ἄλλο πονηρὸν ἐποίησα.
Ταῦτα πάντα, καὶ ἄλλα ἃ ἔπραξα, καὶ οὐ μέμνημαι, ἐλέησόν με, Κύριε, καὶ συγχώρησόν μοι τῷ ἀχρείῳ δούλῳ σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθήσομαι καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων σε σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.