Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κατὰ τῶν πονηρῶν γυναικῶν

Ἐφραίμ ὁ Σύρος

Η σαγήνη του κάλλους και οι πνευματικοί κίνδυνοι

Ανάλυση της απάτης των αισθήσεων που προκαλείται από το κάλλος και επισήμανση των κινδύνων που αυτό εγκυμονεί για την πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Πᾶς ὁ βλέψας γυναῖκα, φησί, πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὄντως φοβερὸν τὸ παράγγελμα καὶ πολλῆς χρεία τῆς νήψεως. Τί γάρ ἐστι γυνή; Παγὶς κεκοσμημένη καὶ ἐξαπατῶσα τοὺς ἀνθρώπους ἐν ἡδοναῖς. Φαιδρῷ μὲν τῷ προσώπῳ, καὶ ὑψηλῷ τῷ τραχήλῳ, καὶ τοῖς ὀφθαλμοῖς ἀνανεύουσα, καὶ ταῖς παρειαῖς μειδιῶσα, μελῳδοῦσα δὲ τῇ γλώσσῃ, καὶ τῇ φωνῇ θέλγουσα, καὶ τοῖς λόγοις δελεάζουσα, καὶ τὸν χιτῶνα σύρουσα, καὶ τοῖς ποσὶ παίζουσα, καὶ τῷ σχήματι ἀρέσκουσα, καὶ τῷ σώματι ἐκπορνεύουσα, καὶ τοῖς ἔργοις φονεύουσα. Πολλοὺς γάρ, φησί, τρώσασα, καταβέβληκε· καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε. Διὸ καὶ λέγει· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.

Τί ἐστι γυνή; Ἐπὶ γῆς ναυάγιον, πηγὴ κακίας, θησαυρὸς ῥυπαρίας καὶ πονηρίας, θανατηφόρος συντυχία, ὀφθαλμῶν ὄλισθος, ψυχῶν ὄλεθρος, καρδίας λόγχη, νέων ἀπώλεια, σκῆπτρον ᾅδου, κρημνώδης πόθος. Τί ἐστι γυνή; Αἰτία Διαβόλου, ἀνάπαυσις Ὄφεως, Διαβόλου παραμυθία, ἀπαρηγόρητος ὀδύνη, ὑποκαιομένη κάμινος, σῳζομένων σκάνδαλον, ἀθεράπευτος κακία, καθημερινὴ λέσχη, ξενοδοχεῖον ἀσώτων, ἐργαστήριον δαιμόνων.

Τί γυνή; Φίλτρον πονηρίας, ἀναίσχυντον θηρίον, ἀκράτητος ὁρμή, ἀχαλίνωτον στόμα, μυστηρίων θρίαμβος, σκοτίας ὁδηγός, παραπτωμάτων διδάσκαλος, ἀπολαύσεως πονηρία, ἀκόρεστος ἐπιθυμία, κολάσεως αἰωνίου πρόξενος.

Τί γυνή; Γήϊνον φρόνημα, ἀνδρὸς ῥᾳθυμία, συγκοιμωμένη ἀκρασία, συνεγειρομένη μέριμνα, ἱματισμένη ἔχιδνα, αὐθαίρετος μάχη, καθημερινὴ ζημία, οἰκίας χειμών, ἀνδρὸς ναυάγιον, ἀνήμερον θηρίον, μοιχῶν καταγώγιον, ὅπλον Διαβόλου, ἐπιθυμητὴ λύσσα, παγκόσμιος θάνατος.