Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Εργόχειρο, διακονία και πνευματική υποταγή στους προεστώτες

Πρακτικά παραδείγματα και διδασκαλία για την προθυμία στο εργόχειρο, την αποφυγή της κατάκρισης, την ειλικρινή υποταγή στους πνευματικούς πατέρες και την αντιμετώπιση των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καταστήσει αὐτόν. Ἐὰν εἴπῃ ὁ ὀκνηρὸς δοῦλος ἐν τῇ καρδίᾳ αὑτοῦ, ὅτι χρονίζει μου ὁ κύριος· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει τὸν δοῦλον ἐκεῖνον καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καταλείψωμεν οὖν ἡμεῖς τῷ Κυρίῳ καὶ μὴ κρίνωμεν τὸν σύνδουλον ἡμῶν, ὃν ἔταξεν ὁ κοινὸς Δεσπότης οἰκονομεῖν. Πάντες γὰρ αὐτῷ δώσομεν λόγον, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ.

Κεφαλὴ ιγʹ Ἀδελφός τις εἴρηκεν· ηὐχόμην ἂν τῷ Θεῷ, ἵνα δεδώκῃ χάριν τῷ ἐργοχείρῳ μου, καὶ ὅλον τὸ κοινόβιον [ἤτοι μοναστήριον] ἐξ αὐτοῦ διετρέφετο· οὐχὶ χαρά μοι ὑπῆρχεν ἐν τούτῳ;

Κεφαλὴ ιδʹ Οἰκονόμε, ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· ὁ προϊστάμενος ἐν σπουδῇ· καί, μηδείς σου τῆς νεότητος καταφρονείτω. Ὅρα οὖν μήποτε ἐμπαθῶς χρήσῃ τῇ παραγγελίᾳ. Λέγει γὰρ καὶ ἐν ἑτέρῳ· μὴ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος, κομιεῖτε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ πάλιν λέγει· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἡ γὰρ ὑπερηφανία ἀλλοτρία τυγχάνει τῶν πιστῶν· κατὰ τὸν λέγοντα· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Κεφαλὴ ιεʹ Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ συναπάγου τῷ λογισμῷ τῆς ἀκηδίας· ἀλλ᾽ ἔμμενε ἐν ᾧ σε κατέστησεν ὁ Θεὸς τόπῳ, ἀναλογιζόμενος τὸν πόθον ὃν εἶχες πρὸς Θεόν, ὅτε ἐξ ἀρχῆς παρεγένου πρὸς τὴν θύραν τοῦ μοναστηρίου, καὶ τὸν αὐτὸν πόθον σχῶμεν ἄχρι τέλους, μήποτε ἐπέλθῃ ἐφ᾽ ἡμᾶς τὸ εἰρημένον· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Ὑπόμεινον οὖν τὸν Κύριον τέως, ὥσπερ ἀθλητὴς νικῶν τοὺς τύπτοντας αὐτὸν διὰ τῆς ὑπομονῆς. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Κεφαλὴ ιϛʹ Ἀδελφός τις ἦν βαλὼν ἀρχὰς ἐν κοινοβίῳ, καὶ ἦν σιωπῶν ἀεί, ἐκκόπτων ἀφ᾽ ἑαυτοῦ τὴν παρρησίαν· καὶ ἔλεγον περὶ αὐτοῦ οἱ συναρχάριοι, Μὴ γὰρ ἀπὸ εὐλαβείας οὐ λαλεῖ, ἀλλ᾽ ὅτι οὐκ οἶδε λαλῆσαι· ἕτεροι δὲ ἔλεγον, Οὐχί, ἀλλὰ δαίμονα ἔχει. Ὁ οὖν ἀδελφὸς ἀκούων ταῦτα, οὐκ ἀπεκρίνατο αὐτοῖς, ἀλλ᾽ ἐδίδου δόξαν ἐν τῇ καρδίᾳ αὑτοῦ τῷ Κυρίῳ.

Κεφαλὴ ιζʹ Ἀδελφός τις εἴρηκεν, ὅτι τοῦτον τὸν λογισμὸν τῆς ταπεινοφροσύνης ᾐτησάμην παρὰ Κυρίου, ἵν᾽ ὅταν προστάξῃ μοι ἀδελφός μου ποιῆσαι πρᾶγμα, εἴπω τῷ λογισμῷ· οὗτός ἐστιν ὁ κύριός σου, ἄκουσον αὐτοῦ. Εἰ δὲ καὶ ἕτερος ἀδελφός, εἴπω πάλιν· οὗτος ἀδελφὸς τοῦ κυρίου σου τυγχάνει. Εἰ δὲ καὶ παιδίον, εἴπω πάλιν· ἄκουσον τοῦ υἱοῦ τοῦ κυρίου σου. Καὶ οὕτως ἀντιτείνων τοῖς ἀλλοτρίοις λογισμοῖς, ἐποίει ἀταράχως τὸ ἔργον αὑτοῦ, τῆς χάριτος συνεργούσης.

Κεφαλὴ ιηʹ Ποιούντων ποτὲ τῶν ἀδελφῶν παρέργιον ἐν νυκτί, τὶς αὐτῶν ὀχληθεὶς ὑπὸ τοῦ ῥίγους ὑπέστρεψεν εἰς τὸ κελλίον αὑτοῦ· ἕτερος δὲ διεγόγγυζε κατ᾽ αὐτοῦ. Ἀπέστειλαν οὖν ἀδελφὸν πρὸς αὐτόν, φωνῆσαι αὐτόν. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὁ παρ᾽ αὐτῶν ἀποσταλείς, εὗρεν αὐτὸν δεινοπαθοῦντα. Καὶ λέγει αὐτῷ· λέγουσιν οἱ ἀδελφοί, πῶς ἔχεις; Καὶ περὶ τοῦ ἔργου σου μή σοι μελέτω.

Ὑπὲρ σοῦ ἡμεῖς κοπιοῦμεν. Ὁ δὲ εἶπε· μνησθῇ ὑμῶν ἡ ἀγάπη· κἀγὼ ἤθελον συγκοπιᾶσαι ὑμῖν, καὶ ἡ ἀσθένειά μου ἐμποδίζει με. Καὶ ἐλθὼν πρὸς τοὺς ἀποστείλαντας αὐτόν, εἶπεν αὐτοῖς· Τόνῳ κοπιᾷ ὁ ἀδελφός, καὶ εἴρηκέ μοι ὅτι κἀγὼ ἤθελον συγκοπιᾶσαι ὑμῖν.

Κεφαλὴ ιθʹ Ἀδελφός τις ἔβαλλεν ἀρχὰς ἐν κοινοβίῳ, ἐπολεμεῖτο δὲ ὑπὸ λογισμῶν χάριν τοῦ κόπου. Ὁ δὲ ἀπεκρίνατο λέγων, Κακὲ δοῦλε, ἐπράθης, καὶ τί δύνῃ ποιῆσαι ἔτι; Καὶ ὁ Κύριος παρεῖχεν αὐτῷ παράκλησιν.

Κεφαλὴ κʹ Ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν, ἀνέστη ἀδελφὸς δοῦναι βαυκάλιον, καὶ δεξάμενός τις τῶν γερόντων, εὗρε τὸ συγκεραστὸν ζεστότερον, καὶ εἶπεν ὁ γέρων, ἔκαυσάς με, τέκνον. Ὡς οὖν ἀπῆλθεν ὁ ἀδελφὸς εἰς τὸ κελλίον ἑαυτοῦ, ἔτυπτεν ἑαυτὸν λέγων· Ἆράγε εἰ ἦς δοῦλος ἀνδρὸς σκληροῦ καὶ ἐποίησας τοῦτο, οὐ παραχρῆμα κατέφερε τὰς σάρκας σου πληγαῖς; Μὴ οὖν ἀμέλει σεαυτοῦ.

Κεφαλὴ καʹ Μακάριος μοναχὸς ὁ τηρῶν τὰς ἐντολὰς τοῦ Κυρίου καὶ ἐπιμελούμενος τῶν τριῶν τούτων, σχολῆς εἰς προσευχὴν καὶ ἔργου καὶ μελέτης. Γέγραπται γάρ· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός. Καὶ πάλιν· πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Καὶ πάλιν· ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.

Κεφαλὴ κβʹ Ἐὰν ἴδῃς ἀδελφὸν καταφρονοῦντα τῆς ἑαυτοῦ σωτηρίας, μὴ σκανδαλίζου ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀμελείᾳ, ἀλλὰ μηδὲ μιμοῦ τὴν αὐτοῦ ῥᾳθυμίαν. Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ ἀλλήλων τὰ βάρη οὐ βαστάζομεν, πῶς εὕρωμεν χάριν ἐνώπιον Κυρίου; Τοῦτο σπουδάσωμεν, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Ὁ μὴ σκανδαλίσας τὸν ἀδελφὸν ἐν μηδενὶ πράγματι, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Κεφαλὴ κγʹ Ἐν οἵῳ δ᾽ ἂν τόπῳ καθίσῃς, μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας· γέγραπται γὰρ ἐν νόμῳ Μωσέως· ἐὰν πραθῇ σοι ὁ ἀδελφός σου, ὁ Ἑβραῖος ἢ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. Ἐὰν δὲ λέγῃ πρὸς σέ, Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπησά σε καὶ τὴν γυναῖκά σου· ὅτι εὖ αὐτῷ ἐστι παρὰ σοί· λήψῃ τὸ ὀπήτιον καὶ τρυπήσεις τὸ οὖς αὐτοῦ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ὡσαύτως ποιήσεις.

Μοναχέ, ἀπετάξω τὸν βίον, ἐξαπεστάλης ἐλεύθερος, Χριστός σε ἠλευθέρωσε· μηκέτι ἀγάπα τὴν δουλείαν τοῦ ματαίου κόσμου, ἵνα μὴ γένηταί σου τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ἀλλὰ δουλεύσωμεν τῷ ἡμᾶς ἐλευθερώσαντι Χριστῷ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κεφαλὴ κδʹ Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν τόπῳ ὀνομαστῷ, ὅρα μὴ νικῶ ὑπὸ ὑψηλοφροσύνης· μηδὲ ἐξουθένει κατὰ διάνοιαν ἀδελφούς, ὡς ἐξ οἰκτροῦ συστήματος ὑπαρχόντων. Μόνος γὰρ ὁ Κύριος γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅπως μὴ εὑρεθῇς σὺ μὲν ἐπὶ φύλλοις ἐπαιρόμενος, ἐκεῖνοι δὲ τοὺς καρποὺς ἐπέχοντες. Ἀλλὰ μᾶλλον, ὅσον δυνατὸς εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.

Κεφαλὴ κεʹ Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, μὴ θῇς ἑαυτῷ ὅρον, λέγων· οὐ δυνατὸν ποιῆσαι τοῦτο ἢ ἐκεῖνο· ὅτι ἐὰν μὴ ποιήσῃς, καὶ πάλιν παραβιασθεὶς ποιήσῃς, τῆς παρακοῆς οὐκ ἐκφεύξῃς. Τοιγαροῦν χρὴ τῇ τοῦ Θεοῦ κυβερνήσει καταλιμπάνειν· οὐ γὰρ οἱ αὐτοὶ λογισμοὶ ἐμμένουσιν ἐν τῇ ψυχῇ· ἂν δὲ τύχῃ τὸ προσταχθὲν ἡμῖν ὑπὲρ δύναμιν, μὴ θυμικῶς ἀντιστῶμεν τῇ τοῦ ἡγουμένου διαταγῇ, ἀλλὰ δεήσει καὶ παρακλήσει ἐν οἰκτρᾷ φωνῇ τὸ ὑπὲρ δύναμιν τῷ προεστῶτι μηνύσωμεν. Πρὸς δὲ τὴν ἁμαρτίαν ἀντιστῶμεν μέχρις αἵματος.

Κεφαλὴ κϛʹ Ὅτι δεῖ τοὺς προεστῶτας σκοπεῖν ἑκάστου τῶν ὑποτεταγμένων τὰ μέτρα, μνημονεύοντες τοῦ Κυρίου λέγοντος· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἵνα ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τῷ Θεῷ εὐαρεστήσῃ.

Κεφαλὴ κζʹ Ἀδελφέ, ἐὰν ἐξελθὼν ἀπὸ τοῦ κοινοβίου οἰκήσῃς καταμόνας καὶ μετὰ χρόνον ἱκανὸν ὑποστρέψῃς ὅθεν ἐξελήλυθας, οὕτως ταπείνωσον τὸν λογισμόν, ὡς νῦν ἀρξάμενος τοῦ μονάζειν, καὶ ἕξεις ἀνάπαυσιν. Καὶ μὴ πρὸς ἡμέραν εὐλάβειαν σέβαζε καὶ μεθ᾽ ἡμέρας ἄνευ εὐλαβείας, ἀλλὰ συνέστω σοι ἡ ταπείνωσις ἐν παντὶ καιρῷ καὶ εὑρήσεις ἀνάπαυσιν.

Κεφαλὴ κηʹ Τοιοῦτόν τι συμβαίνει μεταξὺ τῶν ἀδελφῶν· ἐὰν ἀδελφὸς προκόπτει διὰ τῆς εὐλαβείας, ἕτερον ἀδελφὸν τῶν ἀμελεστέρων ἐφοπλίζει ὁ Ἐχθρὸς ἐκταράσσειν αὐτόν. Παρασκευάζει δὲ καὶ τὸν ἡσυχάζοντα ἀποκρίνεσθαι αὐτῷ κατὰ τὴν ἐκείνου ἀφροσύνην. Καὶ τούτων οὕτως πραττομένων, ἀποφωνεῖ ὁ ἕτερος καὶ φησίν· αἴ ὁ εὐλαβής. Καὶ μετὰ τὸ παύσασθαι τὸν παροξυσμόν, ἄρχεται ὁ εὐλαβὴς κατατοξεύεσθαι ὑπὸ τῶν ἐναντίων λογισμῶν· καὶ φησίν· Ἀπώλεσας τὴν εὐλάβειαν. Ἰδοὺ ἠσχημόνησας ἔμπροσθεν τῶν ἀδελφῶν, καὶ νῦν τί μέλλεις χρῆσαι τῇ ἀδιαφορίᾳ; Ὅρα ἵνα μὴ ὡς ἀσθενῆ καὶ ταπεινὸν καταπονήσωσί σε. Γέγραπται γάρ· καὶ μετὰ στρεβλοῦ διαστρέψεις· καὶ τό, μὴ ὑποστρώσῃς σεαυτὸν ἀνδρὶ μωρῷ, ἵνα μὴ συναπαχθῇς τῇ ἀνομίᾳ· οὐ μόνον γὰρ ὑποστρωννύειν κελεύει, ἀλλὰ καὶ τὴν σιαγόνα παρέχειν τῷ παίοντι. Ὅθεν καὶ ὁ Ἀπόστολος παραγγέλλει, λέγων· μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Καὶ ὁ Κύριος ἐνετείλατο, λέγων· ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.

Οὕτω δεῖ μὴ διαστρέφειν μετὰ στρεβλοῦ, καὶ τὸ μὴ ὑπὸ πόδας εἶναι τῆς ἁμαρτίας. Γέγραπται γάρ· ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Καὶ ἐὰν μὴ ἐν τούτοις τοῖς λογισμοῖς ἀντιστῇ ὁ ἀδελφὸς κατὰ τῶν ὑπεναντίων, οὐ μὴ ἐάσωσιν αὐτὸν ἐν τῷ τῆς ἀρετῆς βίῳ. Ἀλλ᾽ εὐθὺς θυμώδη καὶ ὀργίλον, μάχιμον καὶ πλήκτην καὶ βάρβαρον τοῖς τρόποις ἀποκαταστήσουσι, μήτε ἑαυτὸν οἰκοδομοῦντα, ἀλλὰ καὶ ἑτέρων ψυχὰς διαστρέφοντα. Ἐὰν δὲ μεταγνοὺς ἀντιλάβηται τοῦ σεμνοῦ βίου, σοφώτερος πρὸς τὴν πάλην καθίσταται, ὡς πεῖραν τῆς βλάβης μετεσχηκώς.