Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Πνευματική καθοδήγηση, ασθένεια και συμπεριφορά μεταξύ των μοναχών

Συμβουλές για τη συναναστροφή με συγγενείς, την πνευματική ωφέλεια της σωματικής ασθένειας, την υπέρβαση της ακηδίας και την ορθή σχέση μεταξύ αρχαρίων και πρεσβυτέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Κεφαλὴ ναʹ Τὸ Πνεῦμα τὸ Ἅγιον δηλοῖ τῷ ἀνθρώπῳ, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ ποία οὐκ ἀγαθή. Καὶ πάλιν μηνύει αὐτῷ, τὶ ἡτοίμασται ἐν τῇ ὁδῷ τῇ ἀγαθῇ καὶ τὶ κέκρυπται ἐν τῇ ὁδῷ τῇ πονηρᾷ· ὅπως γνοὺς ὁ ἄνθρωπος τῶν ἀμφοτέρων τὴν ἀνταπόδοσιν φεύγῃ τὸ βλάβος. Ἐὰν δὲ μετὰ τὴν ἐπίγνωσιν, μὴ φύγῃ, ποίαν ἔχει ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως; Ἱματίων καλλωπισμὸς καὶ ὀφθαλμὸς μετέωρος καὶ τράχηλος τεταμένος καὶ ὦμοι ἀνακεκαλυμμένοι καὶ πόδες ἐμπαθῶς ἀνειμένοι, θάνατον προσκαλοῦνται.

Κεφαλὴ νβʹ Μακάριος ὁ φροντίσας τῆς τῶν ἑτέρων οἰκοδομῆς καὶ σωτηρίας· καὶ οὐ μὴ ἀφορισθῇ ἐκ τῆς τῶν οὐρανῶν βασιλείας μετὰ τῶν ποιούντων τὰ σκάνδαλα, ἀλλ᾽ ἔσται ἡ κατοίκησις αὐτοῦ μετὰ τῶν εὐαρεστησάντων τῷ Δεσπότῃ Χριστῷ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφαλὴ νγʹ Παράγγελλε τοῖς κατὰ σάρκα γονεῦσιν, ἵνα μὴ πυκνάζωσι πρὸς σέ· λαλούντων γὰρ αὐτῶν ἐνώπιόν σου τὰ σά, παραλύουσί σου τὸν λογισμόν, ἅμα καὶ ἀκρατῆ σε διδάσκουσιν. Ἀρκεῖ ἅπαξ ἢ δὶς τοῦ ἔτους, ἵνα σε ἐπισκέπτωνται· ἐὰν δὲ ἀποκόψῃς τελείως συντυχίαν ἀνωφελῆ, κρεῖσσον ποιήσεις.

Κεφαλὴ νδʹ Ἡ πολυφαγία καὶ ἡ πολυποσία πρὸς τὸ παρὸν ἡδύτητα ἔχει· τῇ δὲ ἐπιούσῃ ἀηδίαν καὶ ἔκλυσιν παρέχει τῷ λογισμῷ.

Κεφαλὴ νεʹ Ἐὰν συμβῇ σε ἀσθενείᾳ περιπεσεῖν, μὴ συνεχῶς γράφε τοῖς κατὰ σάρκα γονεῦσι· μὴ φεῦγε ἐπὶ νεκρὰν βοήθειαν καὶ σκέπην ἀνθρωπίνην· ἀλλὰ μᾶλλον μακροθυμήσωμεν ἐκδεχόμενοι τὸ ἔλεος τοῦ Θεοῦ, ἵνα αὐτὸς κυβερνήσῃ ἡμᾶς κατὰ πάντα· ἔστι γὰρ καιρός, ὅτε καὶ ἡ σὰρξ ἐπιδέεται παιδείας.

Ἐν πᾶσι δὲ τῷ Κυρίῳ εὐαρεστήσωμεν, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν.

Κεφαλὴ νϛʹ Ἀδελφὸς ἠσθένησέ ποτε, καὶ βιαζόμενος ἑαυτὸν εἰργάζετο· κλαίων δὲ κατ᾽ ἰδίαν ἐν τῷ κελλίῳ αὑτοῦ, παρεκάλει τὸν Κύριον ὑγιείαν αὐτῷ χαρίσασθαι. Εἶτα πάλιν ἔλεγεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἀμελεῖ· ἡ ψυχή μου καθ᾽ ὥραν ἀσθενεῖ, καὶ οὐ μέλει μοι· καὶ ἵνα τὸ σῶμά μου μικρὸν κακωθῇ, μετὰ δακρύων τὴν ἴασιν αἰτοῦμαι παρὰ Κυρίου. Καὶ ἔλεγεν· Κύριε Ἰησοῦ Χριστέ, ἴασαί μου τὴν ψυχὴν καὶ τὸ σῶμα, ἵνα μὴ γένωμαι εἰς βάσταγμα τοῖς ἀδελφοῖς, οὐχ ὅτι δέ, Κύριε, ἐξ ἰδίας δυνάμεως τρέφεται ἄνθρωπος. Ἐὰν μὴ σύ, Δέσποτα, ἐπιχορηγήσῃς τὰ δέοντα καὶ αὐτάρκη, ὁ ἄνθρωπος οὐδέν ἐστι.

Πλήν, Δέσποτα, καὶ τὴν ὑγιείαν χάρισαί μοι τῷ ἀχρείῳ δούλῳ σου, ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξῃς τὴν μεγαλωσύνην σου. Καὶ ἰάθη ἔτι αὐτοῦ κρατοῦντος τὸ ἔργον· καὶ εἶπε· τὸ ῥητὸν διὰ τοῦ Ἀποστόλου, ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, εἰς ἐμὲ γὰρ ἐπληρώθη ἐπ᾽ ἀληθείας. Ὅτε ὁ ἄνθρωπος ἀσθενεῖ, τότε καὶ ἡ ψυχὴ αὐτοῦ ὑπὲρ ἐκπερισσοῦ ζητεῖ τὸν Κύριον.

Ἀγαθὴ οὖν ἡ παιδεία, ἐάνπερ εὐχαριστεῖ ὁ παιδευόμενος· εἰπάτω δὴ ὁ τοιοῦτος· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφαλὴ νζʹ Ἀγαπητέ, ἐὰν ὑπὸ κανόνα καθέζῃ, μή σε νικήσῃ ἡ ἀκηδία ἀργῆσαι τὴν δευτέραν ἢ τὴν τρίτην τῆς ἑβδομάδος· ἵνα μὴ ὅλην τὴν ἑβδομάδα θλίψωσί σε οἱ λογισμοί. Οὕτω γὰρ συμβαίνει τισὶν ἐν τοῖς κοινοβίοις. Ὑποβάλλει γὰρ τὸ πνεῦμα ἀκηδίας τῷ λογισμῷ τοῦ μοναχοῦ τὴν δευτέραν καὶ τὴν τρίτην τῆς ἑβδομάδος ἀργῆσαι, καὶ ἀφίησιν αὐτὸν τὰς λοιπὰς ἡμέρας τῆς ἑβδομάδος ὑπωπιάζεσθαι τοῖς λογισμοῖς, ἄχρι τῆς ἀποδόσεως τοῦ ἔργου. Σὺ δὲ νῆφε ἐν πᾶσιν, ἀγαπητέ, ὅπως μὴ εὕρῃ ὑπεναντίος ἐν μηδενὶ ἐπιλαβέσθαι σου. Ἀγωνίζου οὖν τὸ τῆς ἡμέρας ἔργον εἰς ἡμέραν τιθέναι καὶ ὁ νοῦς, μὴ δεσμευόμενος ὑπὸ μερίμνης καὶ λύπης, σχολάσῃ τῇ προσευχῇ.

Κεφαλὴ νηʹ Ὅταν τις τῷ βίῳ ἀποταξάμενος ἐξέλθῃ εἰς τοὺς ἀδελφούς, ἔτι βάλλοντος αὐτοῦ ἀρχάς, ὑποβάλλει ὁ Ἐχθρὸς ἐπιθυμίαν εἰς τὸ σχῆμα παρὰ τὸν καιρόν· ἵνα μὴ φέρων ὁ ἀδελφὸς τὸ λίαν τῆς ἐπιθυμίας φύγῃ τὸ στάδιον.

Ἐὰν δὲ ὑπομείνῃ ἄχρις οὗ λάβῃ τὸ σχῆμα, ἐπείγει αὐτὸν ἐξιέναι τοῦ κοινοβίου καὶ καταμόνας ἡσυχάσαι, προσφέρων αὐτῷ κατὰ διάνοιαν τοιαῦτα τινά· Ἔξελθε ἐντεῦθεν, καθέζου καταμόνας καὶ ἐργάζου παρὰ μικρόν· ἀσθενὴς γὰρ εἶ, φησί, καὶ τὸν κόπον τοῦ ἔργου τούτου οὐ δύνασαι φέρειν. Καὶ ἐὰν ἐξελθὼν ὁ ἀδελφὸς τοὺς πόνους τῆς ἀσκήσεως μὴ βαστάζῃ γενναίως, περισσῶς εὑρίσκεται κοπιῶν. Εἰ δὲ καὶ ἀσθένεια συμβῇ αὐτῷ, ἔτι μᾶλλον καὶ μᾶλλον μεταμελεῖται, ὅτι κατέλιπε τὸν ἴδιον τόπον.

Κεφαλὴ νθʹ Ἑτέρῳ ἀδελφῷ δίδωσιν ὁ πειράζων προθυμίαν εἰς ἄσκησιν καὶ σκληραγωγίαν, εἰς ἄκραν πολιτείαν· καὶ μετ᾽ ὀλίγον χρόνον, ἢ καὶ μετ᾽ ὀλίγα ἔτη, ἄρχεται ὁ πειράζων προσφέρειν αὐτῷ ἔκτασιν μακροῦ χρόνου, καὶ ὅτι κόπος ἐστί, φησίν, ὑπομεῖναί σε ἄχρι τέλους ἐν τῇ σκληραγωγίᾳ ταύτῃ, μήποτε καὶ εἰς τέλος ἐξασθενήσῃ σου τὸ σῶμα. Ἐὰν δὲ ἡ ψυχὴ τοῦ ἀδελφοῦ διψᾷ τοῦ σωθῆναι, οὐ καταθαρρεῖ ἑαυτὸν τοῖς ἀπατηλοῖς λογισμοῖς, ἀλλὰ πειθαρχεῖ παραινέσει καὶ συμβουλίᾳ ἀνδρῶν ἐμπείρων καὶ φοβουμένων τὸν Κύριον, ἢ ἀπαγορεύσας ἑαυτοῦ τὴν τῶν λογισμῶν ἐπανάστασιν. Ὁ δὲ μὴ οὕτως κεχρημένος τῇ ἀρετῇ, κρύπτει αὑτοῦ τὸ πάθος, καὶ ἐκδοῦναι τῇ ἀσκήσει βουλόμενος διὰ τοὺς ὁμοψύχους ἀδελφοὺς μετέρχεται τοῦ τόπου, ἵνα, ὡς θέλῃ, χρήσηται τῇ ἐπιθυμίᾳ· ἀλλά γε καὶ εἰς ἔκπτωσιν περιπίπτουσιν οἱ τοιοῦτοι, ὅτι κατὰ ἀνθρωπαρέσκειαν ἀσκοῦσι τὴν ἀρετήν· οὐ γὰρ ὁ θεμέλιος αὐτῶν ἐπὶ τὴν πέτραν ᾠκοδομημένος ἦν, ἀλλ᾽ ἐπὶ τὴν ἄμμον· ὅθεν τῆς βροχῆς κατελθούσης καὶ τῶν ποταμῶν καὶ ἀνέμων πνευσάντων καὶ προσρηξάντων αὐτῇ διὰ τῶν λογισμῶν, ἔπεσεν. Ὅτε γὰρ ἐδόκουν τὴν ἀρετὴν κτᾶσθαι, πεφυσιωμένοι ὑπῆρχον ἐν πολλῇ ὑπερηφανίᾳ· ὅτε δὲ ἐξέπεσον, τῇ ἀπογνώσει ἑαυτοὺς παρέδωκαν, ὅπερ οὐκ ὤφειλον. Γέγραπται γάρ· μὴ ὁ πίπτων οὐκ ἀνίσταται; λέγει Κύριος. Καί, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

Ὁ δὲ κατὰ Θεὸν πολιτευόμενος, ἐὰν πᾶσαν ἀρετὴν κατορθώσῃ, οὐ φυσιοῦται, οὐκ ἐπαίρεται, ἀναλογιζόμενος τὴν τοῦ Κυρίου μεγαλωσύνην, καὶ ὡς ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀλλά γε καὶ καταπτύσει ἑαυτὸν ἀπὸ φόβου, κατὰ τὸν λέγοντα· ἥγημαι ἑαυτὸν γῆν καὶ σποδόν. Ἡ δὲ ἀρετὴ ἔοικε πορφύρᾳ βασιλικῇ· οὐ δυνατὸν συνυφᾶναι αὐτῇ τι τῶν ἀλλοτρίων. Ὁ οὖν κατὰ Θεὸν ἀσκεῖν βουλόμενος, οὐ μὴ ἐμπίπτῃ εἰς ἔκπτωσιν χαλεπωτάτην.

Εἰ δὲ καί, ὡς ἄνθρωπος, παρακινηθῇ, ἀλλ᾽ ὁ Κύριος γινώσκων τὴν ἀκακίαν τῆς καρδίας αὐτοῦ, στηρίζει αὐτοῦ τὴν ψυχὴν τῇ νουθεσίᾳ τῶν δούλων αὑτοῦ. Ὁ δὲ νουθετούμενος καὶ ἀντιλέγων ὅμοιός ἐστι ἵππῳ σκληροστόμῳ, τὸν χαλινὸν μὴ φοβουμένῳ, ἄχρις οὗ κατακρημνίσῃ τὸν ἐπιβάτην.

Ὁ γὰρ σκληρὸς τῇ καρδίᾳ, διαπεσεῖται κακῶς.

Κεφαλὴ ξʹ Ὁ ἀμελῶν τῆς ἑαυτοῦ σωτηρίας τε καὶ ἐργασίας ἐν κοινοβίῳ, τύπος γίνεται ῥᾳθυμίας πλείστοις ἀδελφοῖς· ὁ δὲ ἐπιμελούμενος τῆς ἑαυτοῦ σωτηρίας, δόξης μεγάλης ἀξιωθήσεται ἐν τοῖς οὐρανοῖς, ὅτι τύπος γέγονεν ἐναρέτου βίου καὶ τῶν ἀμελεστέρων ἀδελφῶν διήγειρε τὴν προθυμίαν πρὸς κατόρθωσιν ἀρετῶν. Καθάπερ γὰρ ἐν παρατάξει πολέμου ὁ πρωταγωνιστὴς τιμὴν ἔχει παρὰ πάντας, οὕτω καὶ παρὰ Θεῷ τιμηθήσεται πᾶς ὁ νήφων εἰς τὸ ἔργον Κυρίου.

Κεφαλὴ ξαʹ Μὴ ἀπατάτω σε ὁ λογισμός, μοναχέ, ἐν τῷ σὲ ἁμαρτάνειν καὶ πράσσειν ὃ μὴ δεῖ, καὶ μεγαλαυχεῖν καὶ λέγειν, ὅτι ὅσα κακὰ ἐὰν ποιήσῃ ὁ μοναχός, βελτίων ἐστὶ τοῦ κοσμικοῦ. Γέγραπται γάρ· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησι. Σὺ δὲ πρῶτος ἐρεύνα σου τὰς πράξεις, εἰ ὅντως βίον ὑποτακτικὸν κατώρθωσας, ὅτι ὑψοῖς ἑαυτόν· εἰ τὴν ἐπιθυμίαν ἐνίκησας καὶ τὴν πτωχείαν ἠγάπησας· εἰ τὴν καταλαλιὰν ἐμίσησας καὶ τὴν κενοδοξίαν οὐκ ἠγάπησας· εἰ τὴν ἁμαρτίαν ἐμίσησας καὶ τὴν ἡδονὴν ἐβδελύξω· εἴ τινα οὐκ ἐκάκωσας· εἰ τὰ πάθη ἐνίκησας· εἰ οὐκ ὀργίζῃ ὑβριζόμενος καὶ οὐκ ἐπαίρῃ ἐπαινούμενος· εἰ τὸν Κύριον ἠγάπησας ἐν ὅλῃ δυνάμει, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ δὲ ταῦτα οὐκ ἐφυλαξάμεθα, ἱνατί μεγαλορρημονοῦμεν; Ὅπερ δεῖ κλαίειν ἔμπροσθεν τῆς ἀγαθότητος αὐτοῦ, ὅπως ἰάσηται ἡμῶν τὴν σκληρότητα τῆς καρδίας καὶ ἀξίους ποιήσῃ τοῦ ἐπανῃρημένου βίου πολιτεύσασθαι.

Κεφαλὴ ξβʹ Οὐαὶ ἐκείνῳ τῷ μοναχῷ, ὃς τὴν εὐλάβειαν ἀπωλέσας ἐν οἴνῳ ἀνδρίζεται· ὅτι, ἐὰν μὴ νήψῃ, δεῖ αὐτὸν ἐπ᾽ ἐσχάτων πικρῶς ὀδυνᾶσθαι· ὁ δὲ συντηρῶν τὰς ὁδοὺς αὑτοῦ ἐν Κυρίῳ δόξαν αἰώνιον κληρονομήσει.

Κεφαλὴ ξγʹ Ὅτι οὐ δεῖ ὅρον τιθέναι κατὰ τῶν νεοκατηχήτων, τοῦ μὴ μετελθεῖν αὐτοὺς ἀπὸ μειζοτέρου πρὸς ἕτερον, ἐάνπερ κριθῇ δίκαιον τὸ ἀποστρόφημα· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Διαβόλου.

Κεφαλὴ ξδʹ Ὅτι οὐ δεῖ παρρησίαν διδόναι παιδίῳ παρρησιάζεσθαι μετὰ ἀδελφῶν· ἀλλὰ μᾶλλον ἐν ἡσυχίᾳ καὶ ὑποταγῇ αὐτοὺς παρέχειν ἐν Κυρίῳ.

Κεφαλὴ ξεʹ Ὅτι οὐδεὶς τῶν πρώτων σκανδαλίζῃ τοὺς μικροτέρους καὶ ὑπογραμμὸν αὐτοῖς γίνεσθαι κακῆς ἀναστροφῆς. Διότι γέγραπται· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατροπὴν θολεράν. Ἀλλὰ μᾶλλον τύπους εἶναι τῶν πιστῶν.

Κεφαλὴ ξϛʹ Ὅτι οὐδένα τῶν σωθῆναι βουλομένων προσέχειν πταίσμασιν ἀλλοτρίων, ἀλλ᾽ ἑαυτοῖς προσέχειν. Γέγραπται γάρ· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι· τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθά, εἴτε πονηρά.