Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 26-31: Υποδοχή μετανοούντων, θλίψεις, θεία πρόνοια και ταπεινοφροσύνη

Διδασκαλία για την αποδοχή των μετανοούντων αδελφών, την υπομονή στους πειρασμούς και τις ασθένειες, τη συγχώρεση των ύβρεων και την απόκτηση της γνήσιας ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 12

Παραίνεσις κϛʹ Ἐὰν συμβῇ ἀδελφὸν τοῦ κοινοβίου χωρισθῆναι οἱᾳδήποτε προφάσει, καὶ αὐτὸν συμβῇ περιπεσεῖν ἐν ἀρρωστίᾳ, ἢ καὶ μεταγνόντα ἐπιστρέψαι, οὐ δεῖ παρορᾶν τὸν ἀδελφόν, ἀλλὰ προσλαμβάνεσθαι ἐν Κυρίῳ, ὡς ἴδιον μέλος, εἰ καὶ ἥμαρτεν. Ἀλλὰ σὺ οὐκ ἀνθρώπῳ ποιεῖς, ἀλλὰ τῷ Κυρίῳ, τῷ εἰπόντι· ὃ ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Τὸ γὰρ περὶ ἑαυτοῦ μόνου φροντίζειν κωλυτόν· τοῦ Σωτῆρος ἡμῶν εἰπόντος· μὴ μεριμνήσητε ταῖς ψυχαῖς ὑμῶν, τί φάγητε, καὶ τὰ ἑξῆς. Διὸ ἐπάγει, λέγων· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ. Ὅθεν καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· μὴ τὰ ἑαυτοῦ ἕκαστος σκοπείτω, ἀλλὰ καὶ τὰ τοῦ ἑτέρου. Καὶ πάλιν ὁ αὐτὸς λέγει· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐ καυχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Καλὴ οὖν ἡ προσευχὴ μετὰ νηστείας. Ταῦτα δὲ βεβαιοῖ ἐλεημοσύνη· ἔλεον γὰρ θέλω καὶ οὐ θυσίαν, φησίν. Ὅρα καὶ τὸν Προφήτην, πῶς διελέχθη τοὺς ἀνελεεῖς. Ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι, ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Καί, ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν. Διὸ μακαρίζει ὁ Σωτὴρ τοὺς ἐλεήμονας αὐτοῦ, λέγων· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί γὰρ ὁ Ἄγγελός φησι πρὸς Κορνήλιον; Ἔφη· οὐχὶ αἱ προσευχαί σου μόνον, ἀλλὰ καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Δέξαι οὖν τὸν πλανηθέντα καὶ μετανοοῦντα, τὸν ἐκ νεκρῶν ἀναστάντα ἐκ βάθους τῆς ἀφοβίας τοῦ Θεοῦ καὶ ἀμελείας. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Καὶ πάλιν λέγει· παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενούντων, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

Καὶ γὰρ ὁ Κύριος τῆς δόξης οὐκ ἀπεβάλλετο τὸν ἄσωτον υἱόν, ἀλλὰ προσελάβετο αὐτόν, ὡς ἐκ νεκρῶν ἀναστάντα, καὶ ἐνέδυσε στολὴν τὴν πρώτην καὶ ὑπέδησε καὶ δακτύλιον ἐχαρίσατο καὶ τὸν σιτευτὸν μόσχον ἔθυσε, τοῦ εὐφρανθῆναι ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος υἱοῦ. Τοῦ δὲ ἑτέρου λυπηθέντος, καὶ αὐτὸν ἐθεράπευσε παρακλήσει, εἰπών· τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη.

Δεῖ οἰκτίρμονας εἶναι τοὺς προεστῶτας τῆς ἀδελφότητος. Σὺ δέ, ἀδελφέ, ἐλέους τυχών, μὴ καταφρόνει· ἀλλὰ μίμησαι τὸν μετανοήσαντα καὶ ὑποστρέψαντα υἱόν. Οὗτος εὑρὼν τὸν ἑαυτοῦ πατέρα, οὐ παρέδωκε τῇ λήθῃ τὸ ἁμάρτημα, ἀλλὰ καὶ προσέπεσε καὶ ἐξωμολογήσατο ἐν ἀληθείᾳ καὶ οὐκ ἐν ὑποκρίσει, εἰπών· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.

Ὁρᾷς οἵαν κατάνυξιν ἐκτήσατο, οἷον πόνον, οἵαν ταπείνωσιν; Καὶ ἡμεῖς οὖν, ἀγαπητέ, νήψωμεν τοῦ λοιποῦ, ὅπως καὶ τὸν ἐξ ἀμελείας κατασκαφέντα πύργον ἀνανεώσωμεν. Ὁ γὰρ τῆς ἑαυτοῦ ἀμελείας καταφρονῶν, πάντως οὐ φείσεται καὶ τῆς περὶ τοῦ ἑτέρου καταστροφῆς. Πρὸς ὃν ὁ Προφήτης λέγει· οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν.

Δουλεύσωμεν οὖν τῷ Κυρίῳ ἐν φόβῳ καὶ ταπεινοφροσύνῃ. Νοητῶς δὲ νόει τὰ λεγόμενά σοι. Μὴ πρὸς ὀλίγον ταπείνωσις καὶ σιωπή, καὶ μετ᾽ ὀλίγον γογγυσμός, μηδὲ ἐν προφάσει παρεργίου τῆς συνάξεώς σου καταφρονήσῃς.

Ὥσπερ ὑετὸς αὔξει σπόρον, οὕτως καὶ ἡ σύναξις πρὸς ἀρετὴν ψυχάς. Μὴ σήμερον εὐχαριστία ὑπὲρ τῶν παρατιθεμένων ἐπὶ τραπέζης, καὶ αὔριον κατὰ τοῦ ἕψοντος καὶ ἀρτοποιοῦντος διαγογγύζωμεν. Σαπροὶ οἱ ἄρτοι; Ἀλλὰ μνησθῶμεν τοῦ Προφήτου λέγοντος· ὅτι σποδόν, ὡσεὶ ἄρτον, ἔφαγον.

Σαπρὸς ὁ οἶνος; Ἀλλὰ μνησθῶμεν ὅτι ὁ πάντων ἡμῶν Δεσπότης καὶ Κύριος καὶ Σωτὴρ ὄξος μετὰ χολῆς ἐγεύσατο δι᾽ ἡμᾶς. Μὴ οὖν σήμερον ἐγκράτειαν, καὶ αὔριον τοὺς προεστῶτας ἐκπειράσωμεν χάριν ἡδονῆς γαστρός· ἵνα μὴ ἀκούσωμεν· ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ δόξα. Μὴ σήμερον ἡσυχίαν καὶ μελέτην, καὶ αὔριον ἀπὸ κελλίου εἰς κελλίον, ἵνα μὴ λέγω ἀπὸ κώμης εἰς κώμην, καὶ ἐν πόλει διατρίβωμεν· μηδὲ ἐν προφάσει τοῦ παραβάλλειν γέρουσι τὴν ἀκηδίαν πληροφορήσωμεν. Ὅσον γὰρ ἥσυχός τις ᾖ, τοσοῦτο οἱ λογισμοὶ αὐτοῦ καθαρεύουσι, καὶ ὅσον τις ἑαυτὸν μακρύνῃ τῆς ἡσυχίας, τοσοῦτο παχύνει ἐν αὐτῷ καὶ ἡ διάνοια.

Ἐγχειρίζῃ τέχνην, καὶ αὕτη ἐστὶν εὔχρηστος τῷ κοινοβίῳ; Μὴ ἐπαίρου δι᾽ αὐτῆς. Εἰ γὰρ ἀνθρώπῳ εἰργάζου, καλῶς ἂν ἔλεγες. Εἰ δὲ Θεῷ, μὴ ἐπαίρου κατὰ τοῦ συνδούλου σου, ἀλλὰ κατάλιπε τῷ Θεῷ· αὐτὸς γὰρ δίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διὸ καὶ ταπεινώσωμεν τὰς ψυχὰς ἑαυτῶν ἔναντι Κυρίου, ἵνα ἡμᾶς ὑψώσῃ. Ὡς καθημέραν ἀρχὴν καταβαλλόμενοι, καταρτίσωμεν τῶν ἑαυτῶν λογισμῶν· οὕτω γὰρ καὶ εὐτονώτεροι ἐσόμεθα.

Μὴ οὖν συναπαχθῶμεν ταῖς τῆς σαρκὸς ἡδοναῖς, μηδὲ τὸν ἐν ἀφοβίᾳ Θεοῦ διάξωμεν βίον· ἀλλὰ φύγωμεν ἐπιθυμίαν πᾶσαν νεωτερικήν, μήποτε αὕτη ἐπιθυμία ἄξῃ ἡμᾶς εἰς τὴν προτέραν ἀναστροφήν, καὶ τοῖς αὐτοῖς περιπέσωμεν κακοῖς, χεῖρον κατασκευάσαντες ἑαυτοῖς τὸ κρῖμα τῆς ὀργῆς, καὶ ἐκκοπῶμεν, παρομοιωθέντες τοῦ σεσηπότος μέλους καὶ ἐπὶ εὐεργεσίᾳ τῶν λοιπῶν τοῦ σώματος μελῶν ἀποτεμνομένου. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι σοὶ γένηται. Αὐτὸς δὲ ὁ Κύριος δῴη ἡμῖν δεῖξαι ἐπιστροφήν, τοῦ ποιεῖν ἔργα ἄξια τῆς μετανοίας· ὅπως στολισάμενοι ἔνδυμα γάμου, ἀπαντήσωμεν αὐτῷ ἐν δόξῃ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ ἀφοβίας Θεοῦ καὶ ἀμελείας. Παραίνεσις κζʹ Ἀδελφός τις διηγήσατό μοι, λέγων· Θεῖον ἔσχον χρυσοχόον τὴν τέχνην· καὶ ἀποταξάμενος τὸν βίον ἐγένετο μοναχός. Καὶ περὶ τὸ γῆρας αὐτοῦ, ἔρχεται πρὸς αὐτὸν κοσμικός τις, Ἀλεξανδρεὺς τῷ γένει, καμιδᾶς τὴν τέχνην, θέλων γενέσθαι μοναχός. Δέχεται οὖν αὐτὸν ὁ γέρων ἐν τῷ μοναστηρίῳ αὑτοῦ· καὶ μετά τινα χρόνον ἐποίησε λαβεῖν ὁ γέρων τὸν ἀδελφὸν τὸ ἅγιον σχῆμα· καὶ οὐκέτι ὑπήκοος γέγονε τῷ γέροντι. Ἐδεδώκει δὲ αὐτῷ ὁ γέρων δύο κέλλας ἐν τῷ μοναστηρίῳ αὑτοῦ. Ἐμαίνετο δὲ ὁ ἀδελφὸς εἰς τὸ ἔργον αὑτοῦ, νυκτὸς καὶ ἡμέρας, ἀπαλλάσσων τὰ καμίδια· προεχώρουν γὰρ ἐν τῷ τόπῳ· ὥστε μηδενὸς ἑτέρου φροντίζειν αὐτόν, μήτε εὐχῆς, μήτε συνάξεως, πλὴν τοῦ ἔργου, ὑπὸ τῆς φιλαργυρίας κατεχόμενος.

Ὁ οὖν εὐσεβὴς γέρων προέτρεπε τὸν ἀδελφόν, λέγων· ἀδελφὲ Παλλάδιε, δεῦρο, ποιήσωμεν τὸν κῆπον. Ὁ δὲ πρὸς αὐτόν· ὕπαγε, καὶ ἔρχομαι· καὶ οὐκ ἐπορεύετο, ἀλλ᾽ ἠμέλει. Πάλιν ἔλεγεν αὐτῷ ὁ γέρων· ἀδελφὲ Παλλάδιε, δεῦρο, βάλωμεν τὴν σύναξιν. Ὁ δὲ πάλιν ἀπεκρίνατο· ὕπαγε, καὶ ἔρχομαι· καὶ οὐκ ἀπῄει, ἀλλὰ κατεφρόνει. Εἶχε δὲ μεθ᾽ ἑαυτοῦ ὁ γέρων τρεῖς ἀδελφούς· τοὺς μὲν δύο τυφλούς, ὁ δὲ ἕτερος ἀφελὴς ὑπῆρχεν. Ὅταν οὖν ἐποίει ὁ γέρων μικρὸν ἕψημα, φέρων ἑαυτῷ ὁ Παλλάδιος ἄρτον, ἤσθιε σὺν αὐτοῖς, καὶ οὕτως πάλιν ἐπορεύετο εἰς τὸ ἔργον αὑτοῦ. Ὁ οὖν ἅγιος γέρων παρεκάλει τὸν ἀδελφόν, νουθετῶν μὴ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας. Ὁ δὲ οὐκ ἐπείθετο τῇ ἀγαθῇ νουθεσίᾳ τοῦ ἁγίου γέροντος, ἀλλὰ καταλιπὼν αὐτὸν ἐξῆλθεν οἰκῆσαι καταμόνας, ἐν ἀφοβίᾳ Θεοῦ τυγχάνων. Οὕτω δὲ ἀμελοῦντος τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδὲ ἐν ὑποταγῇ ἀνεχόμενος εἶναι, μηδὲ καταμόνας οἰκῶν φροντίζειν τῆς ἑαυτοῦ σωτηρίας, ἀλλ᾽ εἰς τέλος μακρύνας αὑτοῦ τὴν διάνοιαν τῆς τοῦ Θεοῦ βοηθείας καὶ τῆς προσδοκίας τῶν Ἁγίων, ἔσχατον κατακυριευθεὶς ὑπὸ δαίμονος τὴν φρένα ἀπώλεσε· μὴ δυνηθεὶς ἔτι χεῖρα ἐπενεγκεῖν εἰς τὸ στόμα, ἀλλ᾽ ὑφ᾽ ἑτέρων ψωμίζεσθαι, ὡς τὰ νήπια· οὐδὲ ἄνθρωπον ἔτι ἐπεγίνωσκε· καὶ ῥὶς αὐτοῦ καὶ τὰ σίελα κατέρρεον ἐπὶ τοῦ πώγωνος.

Ὡς δὲ ἔμαθον αἱ τούτου ἀδελφαὶ τὸ συμβὰν αὐτῷ, προσέλαβον αὐτὸν πρὸς ἑαυτάς· ἦσαν γὰρ παρθενεύουσαι· καὶ τοῦτον λαβοῦσαι ἐπέκλεισαν ἐν τῇ συνάξει τοῦ μοναστηρίου, καὶ ἦν σύρων ἑαυτὸν ἐπὶ τὸ καθισμάτιον ἑαυτοῦ ἐν ὅλῃ τῇ συνάξει. Καὶ ἐν τῷ ἐλθεῖν τὸν πρεσβύτερον συνάξαι αὐτάς, παρεκάλουν αὐτὸν ποιῆσαι εὐχὴν ὑπὲρ αὐτοῦ, ὅπως ποιήσῃ μετ᾽ αὐτοῦ ὁ Κύριος ἔλεος. Καὶ μείνας ἐν αὐτῇ τῇ παιδείᾳ χρόνον, ἐν τούτοις τελειοῦται.

Ἰδού, τί παρασκευάζει ἡ ἀφοβία! Ἰδού, τί προξενεῖ ἡ ἀνυποταγὴ καὶ ἡ ἀμέλεια! Ἰδού, ποῦ κατήντησε τὸ τέλος τῆς παρακοῆς! Μὴ οὖν καταφρονήσωμεν τὸν φόβον τοῦ Κυρίου, ἀλλὰ ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα αὐτοῦ, δουλεύοντες ἀλλήλοις ἐν φόβῳ Θεοῦ· καὶ αὐτὸς ἔσται ἡμῶν τεῖχος καὶ σκεπαστὴς ἀπὸ προσώπου ἐχθροῦ καθὼς γέγραπται· παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται. Παραίνεσις κηʹ Γέγραπται γάρ· τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο! Ἄκουε παραβολὴν περὶ τούτου.

Οἰκοδεσπότης ἦν ἐν χώρᾳ τινὶ καὶ εἶχε δύο δούλους καὶ τρία ζεύγη βοῶν· καὶ ἔδωκε τῷ μὲν δύο ζεύγη βοῶν, τῷ δὲ τὸ ἕν· καὶ εἶπε πρὸς αὐτούς· πορευθέντες ἐργάσασθε, ἕως ἔλθω πρὸς ὑμᾶς. Καὶ πορευθεὶς ὁ τὰ δύο ζεύγη εἰληφώς, εἰργάσατο ἐν τοῖς βουσί, καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα, καὶ τοὺς βόας ἔθρεψε θαυμαστῶς. Ὁ δὲ τὸ ἓν λαβὼν πορευθεὶς ἔδησε τοὺς βόας ἐν τῇ φάτνῃ, μηδενὶ παντελῶς παραβαλὼν αὐτούς· καὶ ἀνακλίνας ἑαυτὸν ἐκοιμήθη. Εἶτα ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων θεάσασθαι αὐτῶν τὰ ἔργα· καὶ ἰδὼν τὴν ἐργασίαν καὶ τὰ κέρδη τοῦ τὰ δύο ζεύγη εἰληφότος, εὐλόγησεν αὐτόν. Μετὰ ταῦτα παραγίνεται καὶ πρὸς τὸν ἕτερον δοῦλον, καὶ εὑρίσκει αὐτὸν καθεύδοντα, τοὺς δὲ βόας δεδεμένους ἐν τῇ φάτνῃ καὶ ἐκλείποντας τῷ λιμῷ καὶ τῇ δίψῃ. Καὶ θεασάμενος ὁ κύριος αὐτοῦ μηδὲν τὸν δοῦλον ἐργασάμενον, ἀλλὰ καὶ τοὺς βόας ἐκλείποντας, εἶπεν ἐν ἑαυτῷ· ἐὰν ἀφήσω τοὺς βόας μου τῷ ὀκνηρῷ δούλῳ τούτῳ, ἀπολέσει αὐτούς· ἀφελῶ οὖν τοὺς βόας μου ἀπ᾽ αὐτοῦ καὶ δώσω τῷ ἐργασαμένῳ καλῶς καὶ ἐπιμελοῦντι τὸ ἔργον αὐτοῦ. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ πάλιν ὁ Κύριος· Ἐγὼ μέν, ἀγαθὸς ὤν, ἐκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ, ἵνα ἐργασάμενος τὸ ἀγαθὸν κτήσῃ τὴν ζωὴν τὴν αἰώνιον· αὐτὸς δὲ ἐξουδένωσέ με· καὶ αὐτὸς ἀτιμασθήσεται.

Καὶ ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καί, οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ. Καὶ διατί ἄρα; Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, διότι ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο!

Διό, ἀδελφοί, σπουδάσωμεν εὐαρεστῆσαι ἐνώπιον αὐτοῦ σὺν πᾶσι τοῖς ἁγίοις αὐτοῦ. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παραίνεσις κθʹ Ἀδελφοί, ἐάν τις τῶν εὐλαβεστέρων ἀδελφῶν ἑστὼς ἐν τῇ συνάξει ἢ περιπατῶν, σκοτώσεως αὐτῷ γενομένης, ἄφνω πέσῃ χαμαί, οὐ δεῖ θαυμάζειν ἐπὶ τοῦτο, οὐδὲ καταπλαγῆναι· δεῖ δὲ μᾶλλον τὸν Θεὸν ἱκετεύειν ἐξ ὅλης διανοίας, ὅπως σκεπάσῃ ἡμᾶς κατὰ πάντα. Ἐὰν γὰρ δουλεύσωμεν αὐτῷ ἐν ἀληθινῇ καρδίᾳ, οὐ μὴ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ δύναμιν, ἀλλὰ καὶ πειρασθέντας ῥύσεται. Οὕτως γὰρ γέγραπται ἐν τῷ ψαλμῷ· τὸν Ὕψιστον ἔθου καταφυγήν σου· οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου· ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾽ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ· μετ᾽ αὐτοῦ εἰμὶ ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Καὶ πάλιν· οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Καὶ πάλιν· νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.

Ἡ μὲν οὖν σκότωσις γίνεται ἐξ ἀναζέσεως δριμυτάτης χολῆς καὶ τοῦ χυμοῦ πλεονάσαντος· τισὶ δὲ καὶ ἐκ τῆς τοῦ σώματος ἀσθενείας καὶ ἀτονίας. Ἔστι δ᾽ ὅτε καὶ ὁ Διάβολος συσκευάζει τι τῶν ὁμοίων, ὅταν μὴ ἰσχύσῃ ἢ πράξει ἢ λόγῳ ἡττῆσαι τὸν ἀδελφόν, ἵνα κἂν διὰ ταύτης τῆς μηχανῆς καταισχύνας αὐτόν, ἀπελάσῃ τοῦ σταδίου. Ἀλλ᾽ ὁ Κύριος οὐκ ἐάσει αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, ἀλλὰ συντόμως στηρίξει αὐτοῦ τὴν καρδίαν. Ἀλλά γε καὶ τοῦτο οὐχ ἁπλῶς, οὐδ᾽ ὡς ἔτυχεν, ἐπιφέρεται τῷ ἀδελφῷ· ἀλλ᾽ ὅταν ῥεμβασμοὺς μήνιδος ὑπομένουσιν αὐτοῦ οἱ λογισμοί.

Ἕτερος δὲ εἰς χεῖρας παραδίδοται τοῦ Ἐχθροῦ κατὰ Θεοῦ συγχώρησιν, ἐξ ἐπάρσεως· ὅταν ἐμπιστεύσῃ ἑαυτὸν τοῖς ἀπατηλοῖς λογισμοῖς τοῦ Ἐχθροῦ· καί φησιν· ἰδοὺ γέγονας δόκιμος παρὰ πάντας ἀνθρώπους καὶ οὐκ ἔστιν ὅμοιός σοι τῶν ἐπὶ γῆς, καὶ ἕτερα τούτων ὑψηλότερα, μᾶλλον δὲ χαλεπώτερα.

Ἅμα δὲ καὶ ἐπιγράφων ἑαυτῷ τὰ κατορθώματα, καὶ οὐχὶ τῷ Θεῷ προσφέρων τὴν τιμὴν ὡς ὑπ᾽ αὐτοῦ βοηθηθείς. Οὕτως οὖν παραδίδοται εἰς χεῖρας τοῦ πειράζοντος, ἵνα παιδευόμενος ἐπιγνῷ τὴν ἀσθένειαν αὑτοῦ, καὶ μὴ ἐπιλανθάνηται τὴν βοήθειαν τοῦ εἰπόντος· ὅταν πάντα ποιήσητε, λέγετε, ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ γὰρ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ἀδύνατον γάρ ἐστι τοὺς φοβουμένους τὸν Κύριον ἐν ἀληθείᾳ κατακυριευθῆναι ὑπὸ τοῦ Διαβόλου.

Ὁ μὲν οὖν Διάβολος ἐπιχειρεῖ τοῦ σαλεύειν, ἀλλ᾽ ἐκριζῶσαι οὐκ ἰσχύει. Καθάπερ ἐγένετο καὶ ἐπὶ τοῦ Ἰώβ· παρεδόθη μὲν εἰς χεῖρας τοῦ πειράζοντος, ἀλλ᾽ οὐκ ἐτόλμησεν αὐτοῦ ἐφάψασθαι διὰ τῆς τοῦ Θεοῦ ἐπιτροπῆς, καίπερ λαβὼν ἐξουσίαν παρὰ τοῦ Θεοῦ χρήσασθαι αὐτῷ, καθὼς ἂν βουληθῇ, δίχα τῆς ψυχῆς τοῦ δικαίου· ἐνίκησε γὰρ ὁ δίκαιος τὸν Ἀντίπαλον μόνῳ τῷ πόθῳ, ᾧ εἶχε πρὸς τὸν Θεὸν ἐν ἀληθείᾳ. Ἐδόθη δὲ καὶ τῷ Ἀποστόλῳ σκόλοψ, ἄγγελος Σατᾶν. Ἀλλ᾽ ὑπερενίκησε διὰ τοῦ ἀγαπήσαντος αὐτὸν Κυρίου Ἰησοῦ Χριστοῦ, ὃν εἶχεν ἐν τῇ ψυχῇ ἐν τελείᾳ ἀγάπῃ. Οὐδὲ γὰρ τὸ ἀσθενῆσαι ἔτι κατὰ σάρκα ἥττημα, ἀλλὰ τὸ ἐν πειρασμοῖς εὑρεθῆναι ἀδόκιμον. Ὁρῶμεν γὰρ ὅτι οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν ὁ Ἐχθρός, δίχα τῆς τοῦ Θεοῦ συγχωρήσεως. Ἐγὼ ἐθεασάμην ἄλλον ἐπὶ στύλου ἑστῶτα ἕνεκεν ἀρετῆς. Ἆράγε εἰ εἶχεν ἐξουσίαν ἑλεῖν οὓς ἐβούλετο, οὐ παραυτίκα κατέσπα αὐτὸν σὺν τῷ κίονι; Ὅθεν γνῶμεν, ὅτι τέθλασται αὐτοῦ ἡ ἰσχὺς διὰ τῆς δυνάμεως τοῦ τιμίου σταυροῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Μὴ οὖν φοβοῦ, δοῦλε Χριστοῦ, μηδὲ ταρασσέτωσάν σε οἱ λογισμοί σου, μηδὲ ἀποστῇς τοῦ τόπου, ἔνθα προκόπτεις ἐν Κυρίῳ. Πιστεύομεν γὰρ τῷ εἰρηκότι· ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Καί, Ἰδού, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.

Βέλη γὰρ νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν· καὶ ἐξησθένησαν ἐπ᾽ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅταν οὖν περιπέσῃς ἐν ποικίλαις θλίψεσι, μὴ ῥᾳθύμει, τοῦ Προφήτου λέγοντος· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Καί, πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὅθεν καὶ ἐν ἑτέρῳ λέγει· ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη;

Ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως. Ὁ οὖν φόβος τοῦ Θεοῦ πύργος ἐστὶν ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Μὴ οὖν καθέλῃς τὸν πύργον, καὶ οὐ μὴ ἁλῴης. Ἀλλὰ πρόσεχε τῷ Φιλανθρώπῳ, σὺν τῷ Προφήτῃ βοῶν πρὸς τὴν ἀγαθότητα αὐτοῦ· ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκα τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ὅπως καὶ αὐτὸς εἴπῃ πρὸς ἡμᾶς τὸ γεγραμμένον οὕτως· ἐγὼ ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλίπω σε, οὐδὲ ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου. Καὶ πάλιν λέγει· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ δειλιάσῃς ἐνώπιον αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι, λέγει Κύριος, τοῦ ἐξαιρεῖσθαί σε.

Εὐχαριστῶν οὖν τῇ φιλανθρωπίᾳ αὐτοῦ, πρόσπιπτε αὐτῷ λέγων· ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ τῆς ταπεινοφροσύνης. Παραίνεσις λʹ Ἀγαπητέ ἀδελφέ, ἐὰν τύχῃς προκοπῆς, ὥστε σε στῆναι ἐν τῷ ἄνω βαθμῷ, μὴ ἐπιλανθάνου τῆς ταπεινοφροσύνης· ἵνα ἐάν ποτε συμβῇ σοι καταβῆναι τοῦ βαθμοῦ, εὕρῃς τὴν ὁδὸν καὶ οὐ μὴ πέσῃς πτῶμα ἐξαίσιον. Τοῦτο γὰρ συμβαίνει τισὶν ἐκ τῆς ἰδίας ἀγνωμοσύνης, ἐν τῷ μὴ συνιέναι τὸν δωρησάμενον αὐτοῖς τὴν χάριν. Εἰ γὰρ ἐπέγνωσαν τὸν εὐεργέτην, οὐκ ἂν παρήκουσαν τῶν προσταγμάτων αὐτοῦ. Καὶ εἰ μὴ παρήκουσαν, οὐκ ἂν παρέπεσον.

Καθὼς γέγραπται· ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Διὸ καὶ ἐν τῷ ψαλμῷ λέγει· εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ πάλιν λέγει· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Διὸ καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Καὶ ἐν ἑτέρῳ λέγει· μὴ ὑψώσῃς σεαυτόν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου· καὶ ἡ καρδία σου πλήρης δόλου.

Διό, ἀδελφοί, σπουδάσωμεν ταπεινῶσαι τὰς ἑαυτῶν ψυχὰς ἐναντίον Κυρίου, ὅπως ὑψώσῃ ἡμᾶς ἐν καιρῷ ἐπισκοπῆς. Αὐτὸς γάρ ἐστιν ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Ὅστις γὰρ οὐ βούλεται ἑαυτὸν ταπεινῶσαι δι᾽ εὐσέβειαν ἑκουσίως, ἀκουσίως ταπεινοῦται. Διότι καὶ ἐν τῷ δικαίῳ Ἰὼβ γέγραπται· παρ᾽ αὐτῷ κράτος καὶ ἰσχύς· αὐτῷ ἐπιστήμη καὶ σύνεσις. Διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησε. Καθιστάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέζωσε ζώνην ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψε. Διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. Ἐκχέων ἀτιμίαν ἐπ᾽ ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο.

Ἀγαπήσωμεν οὖν τὴν ταπεινοφροσύνην, ἀγαπητοί· ὅτι αὐτὸς εἴρηκεν· ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ναί, εὐλογημένε· ναί, δεδοξασμένε· ναί, ἐλεῆμον· ναί, φιλάνθρωπε, ἀγαθέ· σφόδρα ὁ ζυγός σου χρηστὸς καὶ τὸ φορτίον σου ἐλαφρόν ἐστιν ἐπὶ πᾶσι τοῖς προσερχομένοις δουλεύειν σοι ἐν ἀληθινῇ καρδίᾳ. Ὅτι σοὶ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὅτι δεῖ τὸν Χριστιανὸν μακρόθυμον καὶ ἀμνησίκακον εἶναι Παραίνεσις λαʹ Ἐὰν συμβῇ πικρία, οὐ κάκιστον μὲν τὸ συμβῆναι· χαλεπὸν δὲ καὶ δεινὸν τὸ ἐμμένειν τῇ πικρίᾳ. Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῇ σοι λοιδορηθῆναι ὑπό τινος, καὶ ἐλθὼν ἕτερος ἀπαγγείλῃ σοι, ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε, σὺ ὡς σοφὸς ἐπίγνωθι, τίνος ἡ ὑποβολή, καὶ μὴ πικρανθῇς κατὰ τοῦ ἀδελφοῦ σου. Εἰπὲ δὲ καὶ τῷ μηνύσαντι οὕτως· εἰ καὶ ὕβρισέ με, ἀλλὰ ἀδελφός μου τυγχάνει, καὶ γὰρ ἄξιός εἰμι ὕβρεως. Πλὴν οὐκ ἀφ᾽ αὑτοῦ με ὕβρισεν, ἀλλὰ τοῦτο ὁ Ἐχθρὸς παρεσκεύασεν, ὅπως ἔχθραν βάλῃ μεταξὺ ἡμῶν. Ὁ δὲ Κύριος καταργήσει τὸν Πονηρόν, τὸν δὲ ἀδελφὸν ἐλεήσει καὶ ἡμᾶς μὴ ἐγκαταλίπῃ.

Ἐὰν πάλιν καὶ εἰς πρόσωπον ὑβρισθῇς, μὴ χαλεπαίνου ἐπὶ τοῦτο, μηδὲ ταχέως κινοῦ τῇ διανοίᾳ. Ἐὰν δὲ περὶ κακοῦ συμβῇ ὑβρισθῆναι, μὴ γενώμεθα σκληροκάρδιοι, ἀλλὰ μᾶλλον διορθώσωμεν τὸ πταῖσμα. Εἰ δὲ καθ᾽ ὑποβολὴν τοῦ Ἐχθροῦ συμβῇ τοῦτο, σὺ ὡς ἐπιστάμενος τὸ ἔργον μὴ χαλεπαίνου κατὰ τοῦ ἀδελφοῦ σου. Ἐὰν γὰρ ὑβρισθεὶς ἀνθυβρίσῃς, δισσῶς ἑαυτὸν ὕβρισας· πρῶτον μέν, ὅτι ὑβρισθεὶς οὐκ ἤνεγκας μακροθύμως· δεύτερον δέ, ὅτι ἀναιδῶς χρησάμενος ἀντελοιδόρησας. Ὅταν οὖν συμβῇ σοι λοιδορηθῆναι ὑπό τινος, μὴ θερμαίνου εἰς ὀργήν, ἀλλ᾽ εὐθέως μειδιάσας τὰ χείλη ἐν σεμνῷ γέλωτι ἐν σεαυτῷ, μετάβαλε τὸν θυμόν σου εἰς εἰρήνην. Ἀλλ᾽ ἔστι καὶ γέλως ἀνάπτων θυμὸν τοῦ ἑτέρου· ἄφρων γάρ, φησίν, ἐν γέλωτι πράσσει κακά. Οὐ περὶ ἐκείνου δέ φημι, ἀδελφοί· ἀλλ᾽ ἵνα, ὡς καλὸς καὶ δόκιμος ἰατρός, συγκεράσῃς τὸ φάρμακον τῆς ἀγάπης ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης· πῦρ γὰρ πῦρ οὐ σβέννυσιν· ὅτι οὐ δεῖ γελᾶν, ἀλλὰ διὰ τῆς ἀγάπης καὶ σεμνότητος καὶ τῆς μακροθυμίας κατάξῃς θυμικοῦ δαίμονος τὴν ὀργήν. Γέγραπται γάρ· ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Καὶ ἐν ἑτέρῳ λέγει· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Εἰ δὲ καὶ ὁ ἀδελφός σου οὐκ οἰκοδομεῖται ἐν τῷ σὲ μειδιᾶν, τοῦ μὴ κατακυριευθῆναι ὑπὸ τοῦ θυμοῦ, παντοίῳ τρόπῳ σπουδάσωμεν θεραπεῦσαι τὸν ἀδελφόν.

Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ εἰπόντος· ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Καὶ διὰ τοῦ Ἀποστόλου παραγγέλλει, λέγων· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ μὴ διδάξῃ σε ὁ Πονηρὸς λέγειν· οὐ λυποῦμαι ὑβρισθῆναι, ἀλλ᾽ ὅτι ὕβρισέ με παρουσίᾳ τῶν ἀδελφῶν. Τοῦτό σε ταράσσει, δοῦλε Κυρίου; Ποῦ οὖν ἀπέλιπες τὸ ὅπλον σου, στρατιῶτα Χριστοῦ;

Φημὶ δὲ περὶ τοῦ σταυροῦ· σταυρὸς δέ ἐστι ταπείνωσις· καθὼς γέγραπται· ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Θέλεις, ὑποδείξω σοι, ἀδελφέ, ὅτι ὀφείλομεν εὐχαρίστως ὑπομεῖναι πᾶν, ὃ ἐὰν ἐπαχθῇ ἡμῖν ὑπὲρ Χριστοῦ; Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Ὁ οὖν πάσχων ὑπὲρ Χριστοῦ, ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ ζωῆς πάσχει. Δείξω σοι δὲ ἐκ τῶν ὁμοιοπαθῶν ἡμῖν ἀνθρώπων, ὅτι διὰ τῆς ταπεινοφροσύνης Θεῷ εὐηρέστησαν. Ἄγω δέ σοι πρῶτον ἐκ τῶν κατὰ σάρκα περιπατούντων ὑπόδειγμα· ἔπειτα διελευσόμεθα ἐπὶ τῶν πνευματικῶν.

Ὑβρίσθης; Ἀναλόγισαι τοὺς πύκτας. Ἐάσωμεν δὲ τοὺς κατὰ σάρκα περιπατοῦντας καὶ ἔλθωμεν ἐπὶ τῶν πνευματικῶν. Ὅτε ἀπεδίδρασκε Δαβὶδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, οὐχὶ ἐξελθὼν Σεμεῒ ἐλοιδόρει τὸν βασιλέα Δαβὶδ ἐνώπιον πάντων τῶν συμπορευομένων αὐτῷ; Μὴ καταμόνας ἐλοιδόρει τῷ βασιλεῖ, ἵνα εἴπῃ τις ὅτι ἕνεκα τούτου ἤνεγκε τὴν ὕβριν μακροθύμως; Ἀλλ᾽ οὐ μόνον ἐλοιδόρει, ἀλλὰ καὶ ἐκατήρατο καὶ ἐλίθαζε τὸν βασιλέα· ὥστε καὶ λέγειν τινὰ τῶν γνησίων φίλων τῷ βασιλεῖ· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; Διαβήσομαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ βασιλεὺς εἶπε πρὸς αὐτόν· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; Ἄφετε αὐτὸν οὕτως καταρᾶσθαί με, ὅτι Κύριος εἶπεν αὐτῷ καταράσασθαι τὸν Δαβίδ· καὶ τίς ἐρεῖ αὐτῷ· τί ὅτι ἐποίησας οὕτως;

Καὶ πάλιν εἶπεν· εἴπως ἴδοι Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀντιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ὁρᾷς, ἀγαπητέ, ὅτι ἐν ταπεινοφροσύνῃ ἐδούλευσαν οἱ δίκαιοι τῷ Κυρίῳ; Καὶ εἰ βασιλεὺς καὶ προφήτης ὑπάρχων τοσαύτην ἐνεδείξατο σπουδὴν καὶ ταπεινοφροσύνην, ποταποὺς δεῖ ὑπάρχειν τοὺς πτωχοὺς καὶ ἁμαρτωλούς;

Ἀναλόγισαι ἅμα καὶ αὐτοῦ τοῦ Δαβὶδ πρὸς Σαοὺλ ἀμνησικακίαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοί, μακροθυμήσωμεν, ἀλλήλων τὰ βάρη βαστάζοντες. Τίς γάρ ἐστι στρατιώτης, ὁ θεωρήσας τὸν συστρατιώτην αὑτοῦ συλληφθέντα ὑπὸ τῶν ὑπεναντίων, καὶ οὐχὶ ἀγωνίζεται καὶ πολεμεῖ τοὺς ὑπεναντίους, ἐξελέσθαι τὸν συστρατιώτην αὑτοῦ ἐκ χειρὸς τῶν αἰχμαλωτευσάντων αὐτόν;

Ὅταν δὲ μὴ δυνηθῇ ἐξελέσθαι αὐτόν, τότε κλαίει καὶ κόπτεται μιμνῃσκόμενος τοῦ ἑταίρου. Οὐ πολλῷ μᾶλλον ὀφειλέται ἐσμὲν ἡμεῖς ὑπὲρ ἀλλήλων θεῖναι τὰς ἑαυτῶν ψυχάς; Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· μείζων ταύτης οὐκ ἔστιν ἀγάπη, ἵνα τις θῇ τὴν ψυχὴν ὑπὲρ τῶν φίλων αὑτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.