Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 32-37: Αντιμετώπιση παθών, σωφροσύνη και έλεγχος των αισθήσεων

Νουθεσίες για τον πνευματικό πόλεμο εναντίον των σαρκικών επιθυμιών, την αξία της αγνείας και της παρθενίας, καθώς και τον αυστηρό έλεγχο της οράσεως προς αποφυγή της πτώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 12

Περὶ παθῶν. Παραίνεσις λβʹ Ἀνὴρ ἐν ἀμελείᾳ διάγων τὰς ἡμέρας αὑτοῦ, ἑαυτὸν ἀπατᾷ, παντελῶς μὴ ἐνθυμούμενος περὶ τῶν ἀγαθῶν, ὧν ἡτοίμασεν ὁ Κύριος τοῖς δικαίοις, μηδὲ τῆς κολάσεως τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς, ἀλλ᾽ ἀφόβως ἑαυτὸν ποιμαίνων. Ἐν τῷ τοιούτῳ κατεργάζεται ὁ Πονηρὸς πᾶσαν ἐπιθυμίαν σαρκικήν· καὶ οὐ δύναται νοῆσαι ὁ τοιοῦτος, ὃν τρόπον οὐδὲ πύλη πόλεως τοὺς εἰσπορευομένους καὶ ἐκπορευομένους δι᾽ αὐτῆς· ἡ γὰρ ἐπιθυμία εἰσελθοῦσα εἰς τὴν διάνοιαν αὐτοῦ, κατεκάλυψεν αὐτοῦ τοὺς ὀφθαλμούς. Τοῖς δὲ ἀγωνισταῖς διαφόρως πολεμεῖ ὁ Ἐχθρός. Καὶ πρὸ μὲν τοῦ συντελεσθῆναι τὴν ἀνομίαν, σμικρύνει αὐτὴν ὁ Ἐχθρὸς ἐν ὀφθαλμοῖς αὐτῶν σφόδρα· μάλιστα δὲ τὴν ἐπιθυμίαν τῆς ἡδονῆς, τοσοῦτο σμικρύνει αὐτήν, ὃν τρόπον ἐκχύση τις ποτήριον ψυχροῦ εἰς τὸ ἔδαφος. Τὸν αὐτὸν τρόπον σμικρύνει ὁ Πονηρὸς τὴν ἁμαρτίαν ἐν ὀφθαλμοῖς τοῦ ἀδελφοῦ πρὸ τοῦ συντελεσθῆναι αὐτήν.

Μετὰ δὲ τὸ συντελεσθῆναι αὐτήν, τοσοῦτο ὑψοῖ ὁ Πονηρὸς τὴν ἀνομίαν εἰς χεῖρας τοῦ ἐμπεσόντος ἐν αὐτῇ ἕως σφόδρα. Ἔτι ἐγείρων κατ᾽ αὐτοῦ κύματα ἀπογνώσεως, πολλάκις δὲ καὶ διὰ παραβολῶν παρατάσσεται κατ᾽ αὐτοῦ, τοιαῦτα ὑποβάλλων αὐτῷ, καί φησι· τί ἐποίησας, κενοκάματε; Νῦν γνωρίσω σοι τίνι ὡμοιώθη σου ἡ ἐργασία. Ὃν τρόπον τις φυτεύσας ἑαυτῷ ἀμπελῶνα καὶ φυλακίσας αὐτὸν καὶ φυλάξας αὐτόν, ἄχρις οὗ ἐποίησε καρπόν· καὶ τρυγήσας αὐτόν, ἐνέπλησε τοὺς πίθους οἴνου ἐκ τοῦ ἀμπελῶνος. Καὶ μετὰ ταῦτα ἐγερθεὶς ἄφνω καὶ λαβὼν πέλυκα, συνέτριψε τοὺς πίθους, καὶ ἐκχυθεὶς ὁ οἶνος ἀπώλετο. Τούτῳ ὡμοιώθη σου ἡ ἐργασία. Ταῦτα ὑποβάλλει ὁ Πονηρὸς τῷ ἀδελφῷ, βουλόμενος αὐτὸν χαλάσαι εἰς τὸν βόθυνον τῆς ἀπογνώσεως.

Ταύτας οὖν προγινώσκων, ἀγαπητέ, τὰς μηχανὰς τοῦ Ἐχθροῦ, φεῦγε ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ καὶ προελήφθης ἐν παραπτώματί τινι, μὴ ἔμμενε ἐν τῷ παραπτώματι, ἀλλ᾽ ἀνάστηθι καὶ ἐπιστρέφου πρὸς Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, ὅπως σωθῇ ἡ ψυχή σου. Εἰπὲ δὲ πρὸς τὸν πονηρὸν λογισμόν· εἰ καὶ τοὺς πίθους συνέτριψα καὶ τὸν οἶνον ἀπώλεσα, ἀλλ᾽ ὁ ἀμπελὼν περίεστι, καὶ ὁ Δεσπότης μακρόθυμος καὶ πολυέλεος καὶ ἐλεήμων καὶ δίκαιος· καὶ ἐλπίζω, τῆς ἀγαθότητος αὐτοῦ συνεργούσης μοι, πάλιν φιλοκαλῆσαι καὶ διαφυλάξαι τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ἐμπλῆσαι τοὺς πίθους αὐτοῦ, καθὼς πρότερον. Λέγει γὰρ διὰ τοῦ προφήτου Ἠσαΐου· ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· καὶ ἐὰν ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πῶς δεῖ παρακαλεῖν ὀλιγωροῦντας. Παραίνεσις λγʹ Ἀδελφὸς ἐζήτει τὸν ἑαυτοῦ ἀδελφόν, καὶ εὑρὼν εἶπεν αὐτῷ· ποῦ ἦς, ἀδελφέ; Ὁ δὲ ἀπεκρίθη, λέγων· ὁ δεῖνα, ὁ ἀδελφός, ἐθλίβετο, καὶ ἀπῆλθον παρακαλέσαι αὐτόν. Ἔφη αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ἐὰν διὰ τὸν Κύριον ἀπῆλθες, μισθὸν ἔχεις. Εἰσὶ γάρ τινες, οἳ δοκοῦσι παρακαλεῖν καὶ συμπάσχειν, καὶ οὐ γινώσκουσιν ὅτι μᾶλλον θλίβουσι καὶ εἰς βλάβος ἀπέρχονται. Ὁ δὲ ἀδελφὸς ἔφη· καὶ ποταπὸς ἐκεῖνος, ὅστις οὕτως παρακαλεῖ τὸν ἀδελφὸν εἰς βλάβος; Ἔφη αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ἐὰν ᾖ πνευματικὸς ὁ παρακαλῶν, οὐκ εἰς βλάβος πορεύεται, ἀλλὰ καὶ εἰς ὠφέλειαν μεγάλην. Ὁ δὲ τὸ σαρκικὸν ἔχων φρόνημα, οὗτος οὐκ ὠφελήσει. Ὁ ἀδελφὸς λέγει· ἤθελον γνῶναι ἀμφοτέρων τὰ ῥήματα, μήποτε θέλων ὠφελῆσαι τὸν ἀδελφόν μου, βλάψω αὐτόν.

Ἔφη δὲ αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· παρὰ Κυρίου ζητήσωμεν οἰκτιρμοὺς οἱ ἀμφότεροι, ὅπως ἀποστείλῃ τὴν χάριν αὑτοῦ ἐν ταῖς καρδίαις ἡμῶν· δίχα γὰρ τῆς αὐτοῦ χάριτος ἄνθρωπος ἀδύνατός ἐστι πρὸς κατόρθωσιν ἀρετῶν.

Ἄκουε τοιγαροῦν· ὁ σαρκικὸν φρόνημα ἔχων, πορευόμενος εἰς παράκλησιν ἀδελφῶν, τοιαῦτα προβάλλεται· τί ἔχεις, φησίν, ἀδελφέ μου; Ὁ δὲ πρὸς αὐτόν· τοῦ οἰκονόμου ἐζήτησα χρείαν καὶ οὐκ ἔδωκέ μοι· ἢ ἄλλον ἀδελφὸν προφέρει, ὡς ἀδίκως λυπήσαντα αὐτόν. Καὶ ταῦτα ἀκούσας ὁ δῆθεν πρὸς παράκλησιν πορευθεὶς ἀναφωνεῖ, λέγων· καὶ ὑπὲρ τίνος οὗτος ἀτιμάζει τινά; Κἀμοὶ γὰρ τῇ ἄλλῃ τὸ αὐτὸ πεποίηκε καὶ ἠτίμασέ με· καὶ τιμᾶται παρ᾽ ἡμῶν, καὶ οὐ συνιεῖ, καὶ οὐ θέλει ἑαυτὸν βαστάσαι· ἀλλὰ νομίζουσιν οἱ ἡγούμενοι τῶν ὧδε, ὅτι μόνον ὧδε ἔνι σωθῆναι· εἰ ὧδε, οὐ δύναται σωθῆναι ἄνθρωπος. Ἀναχωρῶ κἀγὼ ἐντεῦθεν καὶ ἀπαλλάττομαι τῶν ἀνθρώπων τούτων. Καὶ μᾶλλον τὸν ἀδελφὸν ἐν τοῖς λόγοις τούτοις βλάπτει.

Ἐὰν δὲ εὑρεθῶσι καὶ ἕτεροι τῷ αὐτῷ λογισμῷ δεδουλωμένοι, χεῖρον καταλύουσι τὸν λογισμὸν τοῦ ἀδελφοῦ. Πολλάκις δὲ συμβαίνει καὶ οἶνον μέσον ἐλθεῖν, καὶ ἕως οὗ μεθυσθῶσιν, οὐ παύονται πίνοντες καὶ λογομαχοῦντες πρὸς ἀλλήλους· συμβαίνει δὲ ὅτε καὶ χεῖρας ἐπιβάλλουσιν ἀλλήλοις. Οἱ μὲν καὶ ἐπὶ τῷ τόπῳ καθεύδουσιν ἐκ τῆς πολυποσίας.

Ὁ ἀδελφὸς λέγει· ἤθελον γνῶναι τῶν πνευματικῶν τὰ ῥήματα, ὅπως ἐπιλέξωμαι ἐπ᾽ αὐτῷ τὰ κάλλιστα. Ὁ δὲ ἀπεκρίθη· ὁ πνευματικός, ὅταν μέλλῃ πορευθῆναι εἰς παραίνεσιν ἀδελφοῦ, πρὸ πάντων, καὶ πρὸ τοῦ ἐξιέναι τοῦ κελλίου αὑτοῦ, ἵσταται εἰς εὐχήν· ὅπως ὁ Κύριος εὐοδώσῃ τὴν ὁδὸν αὐτοῦ.

Καὶ ἐλθὼν πρὸς τὴν θύραν τοῦ ἀδελφοῦ, κρούσας βάλλει μετάνοιαν. Καὶ ἐπιτραπεὶς εἰσέρχεται καὶ ἵσταται εἰς προσευχήν. Μετὰ ταῦτα δὲ καθέζονται σιωπῶντες. Εἶτα λέγει ὁ κύριος τοῦ κελλίου πρὸς τὸν ἀδελφόν· καλῶς ἥκεις· ἦλθες γὰρ εὐλογῆσαι ἡμᾶς. Ἀποκρίνεται ὁ ἀδελφός· ἐγὼ εὐλογοῦμαι παρὰ τῆς εὐλαβείας σου. Παρακαλῶ σε οὖν, εὐλογημένε ὑπὸ Κυρίου, τί ἐστιν ὃ ἔχεις; Ὁ δὲ προφέρει τοὺς λογισμούς, ἤ τινα ἀδελφὸν λυπήσαντα αὐτόν. Ὁ οὖν ἀδελφὸς ἀκούσας ταῦτα, λέγει· Κύριε, βοήθει· ὁ Ἐχθρὸς γὰρ οὐ θέλει τινὰ ἡσυχάσαι. Πάλιν δὲ ὑπολαβὼν λέγει· ὅμως, ἀγαπητέ, ποῦ οὐκ ἔνι θλῖψις; Ποῦ οὐκ ἔνι κόπος; Οἱ κοσμικοὶ οὐ κοπιῶσιν; Οἱ ναυτικοὶ πελαγοδρομοῦντες οὐ κινδυνεύουσιν; Οἱ στρατιῶται ἐν τοῖς πολέμοις οὐ κινδυνεύουσιν; Καὶ πῶς ἡμεῖς ὀλιγωροῦμεν, ὡς μόνοι θλιβόμενοι;

Οἱ κοσμικοὶ εἰς τὰ κοσμικὰ κοπιῶσιν, οἱ πνευματικοὶ εἰς ἔργα πνευματικὰ θλίβονται. Ἀλλ᾽ ἡ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται, ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς ζωὴν αἰώνιον. Καὶ ἡμεῖς οὖν θλιβόμενοι, μὴ ὀλιγωρήσωμεν.

Γέγραπται γάρ· ἡ θλῖψις ὑμῶν εἰς χαρὰν γενήσεται. Καὶ σὺ τὰ αὐτὰ ὑπέμεινας, νυνὶ δὲ σαρκὶ ἐπιτελῇ. Ἀναλόγισαι ὅτι τῷ κόσμῳ ἀπετάξω καὶ τοῖς ἰδίοις θελήμασι, καὶ λόγου οὐκ ἀνέχῃ. Ὅτι τούτου χάριν βούλει καὶ τῆς μονῆς ἀποστῆναι. Οὕτως ὁ Ἐχθρὸς τὸν λογισμὸν ταπεινοφροσύνης ἀπεσύλησε!

Καὶ τούτου χάριν τὰ πάθη σφοδρῶς ἡμῖν ἐπανίστανται! Μή μοι ὀργίζου τὰ τῆς ἀληθείας λέγοντι πρὸς σέ· πάσχων γὰρ ὑπὲρ σοῦ ταῦτα λαλῶ. Πόθεν γὰρ γέγονεν ἡ αἰτία; Πάντως ἢ διὰ βρῶμα ἢ διὰ πόμα ἢ διὰ τὸ μὴ ἀνέξασθαι λόγον. Τοσαῦτα ἐζημιώθης καὶ ἡγήσω σκύβαλα, ἵνα Χριστὸν κερδήσῃς, καὶ πάλιν τοῖς πάθεσι τοῖς παλαιοῖς ἀνέχῃ καταβυθίζεσθαι τὸν νοῦν; Ἐὰν γὰρ ἐγκράτειαν μὴ ἀγαπήσωμεν καὶ τὸ ἑαυτῶν θέλημα οὐ κόπτωμεν, οὐκ ἔστιν ἡμῖν παρρησία λέγειν· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ἀναλόγισαι, ποταπὸς ἦς, ὅτε παρεγένου πρὸς τὴν θύραν τοῦ μοναστηρίου, ζέων τῷ πνεύματι εἰς τὸν φόβον τοῦ Κυρίου. Ἀλλ᾽ ἴσως βούλει λέγειν, ὅτι οἱ ἄνθρωποι οὗτοι διέστρεψάν μου τὸν λογισμόν. Θέλεις, δείξω σοι, ἀγαπητέ, ὅτι τῆς ἐξ ἡμῶν ῥᾳθυμίας ἡ αἰτία γέγονεν; Ὁ Λὼτ ἐν Σοδόμοις κατῴκει, καὶ οὐ συναπώλετο αὐτοῖς. Ὁ δὲ Γιεζὶ τῷ προφήτῃ Ἐλισσαίῳ ἐλειτούργει, καὶ ἥμαρτεν. Ὁμοίως καὶ Σαμουὴλ τῷ Ἠλὶ παρέμενε, καὶ τοῖς τέκνοις αὐτοῦ συνανεστράφη· κἀκεῖνοι παρέπεσον, οὗτος δὲ ἐσώθη, ὅτι ἠγάπα τὸν Κύριον ἐν ἀληθείᾳ. Ἰούδας δὲ ὁ Ἰσκαριώτης, σὺν τοῖς μαθηταῖς, τῷ Κυρίῳ ἠκολούθει, καὶ παρέδωκε τὸν Διδάσκαλον καὶ Κύριον τῆς δόξης εἰς χεῖρας ἀνόμων. Μὴ οὖν ἥξωμεν τῇ τοῦ Ἐχθροῦ βουλῇ τοῦ ὑποβάλλοντος δῆθεν εὐλόγους προφάσεις ἐπὶ καταστροφῇ τῶν ἡμετέρων ψυχῶν.

Ἔχομεν γὰρ ὑποδείγματα ἐκ τῶν θείων Γραφῶν, τῷ ἑαυτῷ προσέχειν ἕκαστον, εἴτε δικαίοις συναναστρεφόμενον, εἴτε ἁμαρτωλοῖς. Δικαίοις δὲ συνοικοῦντες, δικαίως καὶ ὁσίως ζήσωμεν· εἰ δὲ καὶ ἁμαρτωλοῖς, σπουδάσωμεν, οὐχ ἵνα τὰ ἔργα ἐκείνων ζηλώσωμεν, ἀλλ᾽ ἵνα ὑφ᾽ ἡμῶν ἐκεῖνοι ἑλκυσθῶσιν εἰς ὁδὸν σωτηρίας, τῆς χάριτος συνεργούσης. Εἰ δὲ βούλει λέγειν, ὅτι ἀσθενής εἰμι καὶ ὀλίγωρος, ἀκούσωμεν τῶν θείων Γραφῶν καὶ ζηλώσωμεν τὴν πολιτείαν τῶν ἁγίων Πατέρων, ὅπως ἰαθῇ ἡμῶν ἡ ψυχή, καὶ μὴ μόνον ἐν τῷ ἀκούειν λάβωμεν κατάνυξιν, καὶ μετ᾽ ὀλίγον τὰ χείρονα ποιήσωμεν. Ὁ γὰρ οὕτω λαμβάνων τὸν λόγον, οὐδέποτε καρποφορήσει· ῥίζαν γὰρ οὐκ ἔχουσιν ἐν ἑαυτοῖς. Πᾶν δὲ δένδρον μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ὡς ἀσθενεῖς, ἀκούσωμεν νουθεσίαν ἀνδρῶν φοβουμένων τὸν Κύριον, οἵτινες πρὸς ὑγείαν ὁδηγοῦσι τὴν ψυχήν· καὶ μὴ ὁμοιωθῶμεν ἐκείνοις, οἵτινες πρὸς τὸ ἴδιον θέλημα ἀκούειν βουλόμενοι μόνον· ἵνα μὴ ταλαιπωρήσωμεν, συγκολλώμενοι τῷ τῆς κακοφροσύνης λογισμῷ. Εἴρηκέ τις τῶν Ἁγίων· ἐὰν ἴδῃς νεώτερον τῷ ἰδίῳ θελήματι ἀναβαίνοντα εἰς οὐρανόν, κράτει αὐτόν· συμφέρει γὰρ αὐτῷ. Νόει δὲ τοῦτο καὶ περὶ παλαιοῦ μὲν τῷ χρόνῳ, νεωτέρου δὲ ταῖς φρεσί. Λέγει γὰρ ἐν ταῖς παροιμίαις ὁ Σοφός· ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν· ὁ δὲ σοφὸς δέξεται συμβουλίαν.

Ἀκούσωμεν δὲ καὶ τοῦ λέγοντος· νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Εἰσὶ γάρ τινες οἰόμενοι σοφοὶ εἶναι, καὶ οὐκ ἀξιοῦσιν ὑποτάσσεσθαι τοῖς ὄντως σοφοῖς καὶ γνῶσιν Θεοῦ ἔχουσι. Τούτους ὁ Ἀπόστολος ματαιολόγους καὶ φρεναπάτας ἀποκαλεῖ, λέγων· εἰσὶ γὰρ πολλοὶ ματαιολόγοι, ἀνυπότακτοι καὶ φρεναπάται.

Ἑτέρῳ δὲ ὑποβάλλει πολλάκις ὁ λογισμὸς καί φησι· πῶς; Νεώτερος εἶ· περὶ τὸ γῆράς σου μετανοῇς. Καὶ ἐὰν φθάσῃ γηρᾶσαι, προφέρει αὐτῷ ὁ λογισμὸς πάλιν· νῦν γεγήρακας καὶ ἀναπαύσεως δέῃ. Ὅθεν ἀναγκαῖον, ἀγαπητέ, μετὰ φόβου καὶ τρόμου δουλεύειν τῷ Κυρίῳ καθ᾽ ἑκάστην ἡμέραν. Τίς γὰρ ἡμῖν εἴπῃ, ὅτι γηράσκωμεν; Καὶ ἐὰν γηράσωμεν, ὅτι εὑρίσκωμεν λογισμὸν ἀγαθόν, ἐάνπερ ἀπεντεῦθεν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας; Ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· γρηγορεῖτε καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἡμεῖς τῇ ἑαυτῶν ῥᾳθυμίᾳ βαρὺν λογιζόμεθα τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου. Πόσους δοκεῖς, ἀγαπητέ, ἐν τῷ κόσμῳ διαφόρως στενουμένους, τὰ ἑαυτῶν τέκνα ἐν ὑποθήκῃ θέμενα; Ἑτέρων δὲ τέκνα δυναστῶν ἐν αἰχμαλωσίᾳ περιπεσόντα καὶ εἰς δουλείαν πραθέντα, δουλεύουσιν οἰκτροτέροις αὐτῶν ἐν γῇ ἀλλοτρίᾳ; Ἄλλοι δὲ πτωχοί, ἐρριμμένοι ἐν ταῖς πλατείαις καὶ ῥύμαις τῆς πόλεως γυμνοί, τῷ ψύχει καὶ τῷ καύματι θλιβόμενοι; Καὶ ἡμῖν οὐ πολύ ἐστιν, ὅτι ἔχομεν τὴν σκέπην ταύτην, ἣν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀμεριμνίαν τῶν κοσμικῶν πραγμάτων;

Ταῦτα μνησθῶμεν, καὶ μὴ ἀθετήσωμεν τὴν χάριν τοῦ Θεοῦ καὶ τὰς εὐεργεσίας αὐτοῦ, ὅτι ἠξίωσεν ἡμᾶς τοῦ χρηστοῦ αὐτοῦ ζυγοῦ. Ἀλλὰ καὶ ἐζητήσαμεν, καὶ οὐκ ἔδωκεν ἡμῖν; Καὶ τίς οὐκ οἶδεν, ὅτι οὐκ εἰς τὸ συμφέρον ἡμῖν τοῦτο γέγονεν; Εἴπωμεν καὶ τοῦτο· οὐ συνοῖδεν ἄρα τις ἡμῶν παρακούσοντα τῷ Κυρίῳ, καὶ ἰδὼν ὁ Κύριος ἐμακροθύμησε; Περὶ δὲ τῶν ἡγουμένων, τῷ Κυρίῳ καταλείψωμεν. Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ· Θεὸς γὰρ πρόσωπον ἀνθρώπου οὐ λαμβάνει. Ἀνάστα οὖν καὶ περίζωσαι σεαυτὸν καὶ μὴ συγκατάπιπτε τοῖς λογισμοῖς. Ἄκουε τοῦ λέγοντος· μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Οἴμοι τῷ ἁμαρτωλῷ, ἀγαπητέ. Τοσαῦτα ὑπέμεινεν ὁ Κύριος τῆς δόξης ὑπὲρ ἡμῶν· τί δυνάμεθα ἀντάξιον προσφέρειν αὐτῷ ἀντὶ τῶν παθημάτων, ὧν ὑπέμεινε δι᾽ ἡμᾶς;

Προσπέσωμεν οὖν αὐτῷ ἐξ ὅλης τῆς διανοίας, τὴν ὑπομονὴν αἰτούμενοι παρὰ τῆς ἀγαθότητος αὐτοῦ. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἶπε γὰρ ὁ Σωτὴρ τοῖς ἑαυτοῦ μαθηταῖς· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται· ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννηθῇ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς ὥρας ἐκείνης διὰ τὴν χαράν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.

Καὶ ὑμεῖς ἕξετε θλῖψιν· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν. Καὶ στηρίξας τὸν ἀδελφὸν λόγῳ ἀληθείας, κατὰ τὴν δωρεὰν τῆς χάριτος, ἀμφότεροι εὐχαριστοῦσι τῷ Κυρίῳ. Εἰ δὲ καὶ συμβῇ γεύσασθαι μετ᾽ ἀλλήλων, μετὰ πάσης σεμνότητος ἐσθίουσι καὶ πίνουσι, διὰ τὸν ὑπωπιασμὸν τῆς σαρκός, καὶ διὰ τὸ μὴ μεθύσκεσθαι οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ ποιήσας τὸ ἔργον τοῦ Κυρίου, ὑποστρέφει εἰς τὸ κελλίον ἑαυτοῦ, δοξάζων τὸν Θεὸν ἐπὶ τῇ μεταβολῇ τοῦ ἀδελφοῦ· ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὅτι δεῖ τὸν ἀναγινώσκοντα ἀδελφὸν ἐννοεῖν, καὶ φιλοπόνως ἀναγινώσκειν, ὡς τοῦ Θεοῦ παρόντος. Παραίνεσις λδʹ Ἀγαπητέ, ἐὰν προσταχθῇ σοι ἀναγνῶναι ἐν τοῖς ὠσὶ τῆς ἀδελφότητος, σημείωσαι μετ᾽ ἀκριβείας ποῦ τετέλεκεν ὁ ἐναρξάμενος· καὶ λαβὼν τὴν λέξιν, ἐνάρχου τῆς ἀναγνώσεως, ἵνα ᾖ καὶ ἡ ἀνάγνωσις, ὥσπερ σειρὰ καθυφασμένη χρυσίῳ. Ὁ γὰρ καταφρονῶν λόγου ἑνὸς καὶ ἀπολλύων τοὺς στίχους, οὗτος οὐδὲ μαθεῖν βούλεται, καθὼς χρή, οὐδὲ ἐκδιδάσκειν τοὺς προσέχοντας· μόνον γὰρ τὸ τέλος τοῦ λόγου διώκει, καὶ πότε ἀποσχῇ ἡ βίβλος.

Σὺ δέ, ἀγαπητέ, νηφάλαιος γίνου, ὅπως καὶ σεαυτὸν ὠφελήσῃς, διὰ τῆς ἀναγνώσεως, καὶ τοὺς ἀκούοντάς σου. Ἐὰν αἰφνιδίως ἐπιταγῇ σοι ἀναγνῶναι, ἐκ τοῦ ἀριστεροῦ μέρους ἄρχου τῆς ἀναγνώσεως. Εἰ δὲ ἀρχή ἐστι λόγου, λέγε τὴν ἐπιγραφήν· οὕτω γὰρ γνωσθήσεται τὸ λεγόμενον. Εἰ δὲ κέκτησαι βιβλίον εὐστιχές, κτῆσαι αὐτό· μήποτε εὑρεθῇ ἐν αὐτῷ πρόσκομμα τῷ ἀναγινώσκοντι ἢ καὶ μεταγράφοντι.

Περὶ παρθενίας καὶ σωφροσύνης. Παραίνεσις λεʹ Τῷ ἀδελφῷ ἢ τῇ ἀδελφῇ ὑποβάλλει ὁ Πονηρός, λέγων· ἰδοὺ καθ᾽ ἑκάστην ὥραν ἐνοχλεῖσαι ὑπὸ τῆς πορνείας· ἕως τίνος ὑποφέρεις τὸν κόπον καὶ μακροθυμεῖς; Ὁ ἀδελφὸς λέγει· ἕως οὗ ἐπίδῃ ὁ Κύριος τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἀφήσῃ πάσας τὰς ἁμαρτίας μου. Ὁ Πονηρὸς λέγει· ἀλλ᾽ ἵνα μὴ πολεμηθῇς, τέλεσόν σου ἅπαξ τὴν ἐπιθυμίαν, καὶ πάλιν μετανοῇς. Οὐδὲν γάρ ἐστι τὸ πρᾶγμα. Ὁ ἀδελφὸς λέγει· οὐ χρείαν ἔχω παρὰ σοῦ μαθεῖν περὶ μετανοίας· ἐγὼ γὰρ ἐπίσταμαι ὅτι μετάνοια κεῖται τῷ ἀνθρώπῳ ἕως ἐσχάτης ἀναπνοῆς διὰ τὴν πολλὴν φιλανθρωπίαν τοῦ Θεοῦ.

Περὶ δὲ οὗ εἴρηκας, ὅτι οὐδέν ἐστι τὸ πρᾶγμα, ἐάνπερ ἐν τῷ μικρῷ τούτῳ ἀδόκιμος φανοῦμαι ἔναντι τοῦ Θεοῦ μου, πόσῳ μᾶλλον ἀδόκιμος φανήσομαι, ἐάνπερ ἐπέλθῃ μοι μείζων τούτου πειρασμός; Ὁ Πονηρὸς λέγει· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, ὥστε καὶ πάλιν δεῖ σε μετανοεῖν. Ὁ ἀδελφὸς λέγει· καὶ τίς μοι λέγῃ, ὅτι ἐὰν φθείρω μου τὴν σάρκα, εὑρίσκω καιρὸν μετανοίας καὶ οὐχὶ συνελκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν; Σκιὰ γὰρ τυγχάνει ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. Τί γὰρ ἐν πολλῷ ἐστιν, ἐάνπερ λάβω μάχαιραν καὶ ἀνακείρω ἐμαυτόν. Ὁ Πονηρὸς λέγει· ἀλλὰ τὸ πρᾶγμα τῆς ἐπιθυμίας οὐδέν ἐστι· μιᾶς γὰρ ὥρας ἐστί, καὶ εὐθὺς παρῆλθε τὸ πρᾶγμα. Ὁ ἀδελφὸς λέγει· ἄκουε, ἐχθρὲ τῆς ζωῆς καὶ πολέμιε τῶν ψυχῶν, οἵα τιμὴ κεῖται παρὰ τῷ Θεῷ τοῖς τὸ μικρὸν τοῦτο, ὃ σὺ ἔφης, νικήσασι δι᾽ εὐσέβειαν· καὶ οἵα τιμωρία καὶ ἀτιμία κεῖται παρὰ τῷ Θεῷ τοῖς τῷ μικρῷ τούτῳ ἡττημένοις. Οἷος ὁ σώφρων Ἰωσήφ· οὐχὶ τὸ πάθος τοῦτο νικήσας, κατὰ γενεὰν καὶ γενεὰν ἐπαινεῖται ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, τὸ δὲ ὄνειδος τῆς Αἰγυπτίας ἀεὶ καταγελᾶται; Ὁμοίως δὲ καὶ ἡ μακαρία Σωσάννα ἐγκωμιάζεται κατὰ γενεὰν καὶ γενεάν, ἕως τοῦ αἰῶνος, τὴν ἐπιθυμίαν νικήσασα· οὐ γὰρ ἐνετράπη εἰς πτῶσιν ἰδίαν, οὐδὲ τὴν ἀπειλὴν τοῦ θανάτου φοβηθεῖσα προέδωκε τὴν σωφροσύνην.

Οἱ πρεσβύτεροι δὲ καὶ οἱ κριταὶ τοῦ λαοῦ, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν, τῷ πάθει τούτῳ ἡττηθέντες, λιθοβοληθέντες ἀπέθανον, ἅμα δὲ καὶ κατέλιπον ἑαυτοῖς ὄνομα οὐκ ἀγαθὸν εἰς τὰς μετὰ ταῦτα γενεάς. Οὐκ οἶδας, Διάβολε, ὅτι ἐὰν ἐθίσῃ θηρίον σαρκοφαγεῖν, πυκνότερον ἀποκαθίσταται πρὸς τὸ πάθος; Καὶ σὺ ὑποβάλλεις μοι, λέγων, ὅτι ἐὰν ποιήσῃς σου ἅπαξ τὴν ἐπιθυμίαν, οὐκέτι ἐνοχληθήσῃ. Κύριος ὁ δοὺς ἀνθρώποις τὸ Πνεῦμα αὑτοῦ τὸ Ἅγιον, ἐπιτιμήσει σοι, ὅτι ἐνεδρεύεις, ὥσπερ λέων, καταπιεῖν τὴν ψυχήν μου βουλόμενος, διὰ τῆς ἁμαρτίας. Ἀλλ᾽ ὁ Σωτὴρ ἡμῶν Χριστὸς οὐ μὴ δώσει σοι τόπον, ὅτι φιλάνθρωπος καὶ δυνάστης καὶ ἐλεήμων ὑπάρχων. Ὁ Πονηρὸς ὑποβάλλει· τὸ πρᾶγμά ἐστιν ὅλως οὐδέν· καὶ τί θλίβῃ ἄρτι; Ὁ ἀδελφὸς λέγει· θλίβομαι ὅτι ἀπατᾷς τοὺς ἀνθρώπους· τὸ γὰρ γλυκύ σου πικρόν ἐστι· καὶ τὸ δόγμα σου βόθυνός ἐστι κακῶν· καὶ τὰ χαρίσματά σου θανάτου καὶ ἀπωλείας πεπλήρωνται· ὅτι ὑποβάλλεις μοι ἀθετῆσαι τὴν χάριν τοῦ Κυρίου καὶ λυπῆσαι τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθην εἰς ἡμέραν ἀπολυτρώσεως· καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα· καὶ ὑποβάλλεις μοι, ὅπως τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη· καὶ ὑποβάλλεις μοι, ἵνα ἐν μιᾷ ῥοπῇ ἀπολέσω πλοῦτον ἀθάνατον· καὶ λέγεις μοι τὸν ἁγιασμὸν ἀθετῆσαι, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

Οὐδέν ἐστι τὸ πρᾶγμα; Καὶ ὑποβάλλεις μοι παροργίσαι τὸν Κύριον, ὅπως ἀκούσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ἔμπροσθεν τοῦ φοβεροῦ βήματος τοῦ Θεοῦ, παρὰ τοῦ δικαίου κριτοῦ· Δοῦλε πονηρέ, καὶ φιλήδονε μᾶλλον ἢ φιλόθεε, ἐμόλυνάς μου τὴν γῆν ἐν τοῖς μιάσμασί σου καὶ ἐν ταῖς ἁμαρτίαις σου. Καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα! Καθὼς γέγραπται· ὃς καὶ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολαζομένους τηρεῖν· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλ᾽ ὄγδοον Νῶε, δικαιοσύνης κήρυκα, ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις ἀσεβῶν Σοδόμων καὶ Γομόρρας τεφρώσας, καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς.

Καὶ λέγεις μοι, οὐδέν ἐστι τὸ πρᾶγμα; Τίς δὲ ὑπήκοός σοι γενόμενος καὶ δουλωθεὶς τῇ ἁμαρτίᾳ, διῆξεν ἐν ἀγαθοῖς τὰς ἡμέρας αὑτοῦ, κληρονομήσας τὴν ἀτελεύτητον βασιλείαν; Ὁ δὲ ἐξακολουθῶν τῇ ὁδῷ τοῦ Χριστοῦ, πάντοτε χαίρει καὶ ἀγάλλεται ἐν Πνεύματι Ἁγίῳ, προσδεχόμενος τὴν μακαρίαν ἐλπίδα τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἶδα δὲ ὅτι ἐὰν νικήσῃς, οὐκ ἐκφεύξομαι τῆς λύπης· καὶ σὺ μὲν ἀπελεύσῃ εὐαγγελιζόμενος τῷ πατρί σου τῷ Σατανᾷ, συγχαίρων τῷ ἐμῷ πτώματι· ἐγὼ δὲ αἰσχυνθήσομαι ἐν τοῖς οὐρανοῖς, ἐάνπερ τοῦτο πράξω. Κρεῖσσον οὖν μοι ἐστίν, ἵνα σὺ ἐνοχλῇς, ὥσπερ κύων, ἢ ἵνα γελάσῃς κατ᾽ ἐμοῦ τοῦτον τὸν γέλωτα.

Θαυμάζω δὲ ἐπὶ σοί, Διάβολε, ὅτι μηχανᾶσαι τοὺς ἀνθρώπους προκρίνειν τὴν μικρὰν ἡδονὴν ταύτην τῆς αἰωνίου ζωῆς. Κύριος ἰσχὺς ἡμῶν καὶ βοηθὸς ἡμῶν. Κύριος καταφυγὴ ἡμῶν καὶ ἀντιλήπτωρ. Κύριος ὑπερασπιστὴς ἡμῶν, καὶ οὐ φοβηθησόμεθά σε.

Ἀγωνίζου τοίνυν, ἀγαπητέ. Πρόσφερε κατ᾽ αὐτοῦ τὸν φόβον τῆς γεέννης καὶ τὴν πικρότητα τῶν βασάνων, ὅπως μὴ ἐξαπατήσῃ σε τῇ πανουργίᾳ αὐτοῦ. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· καὶ πόθεν γνώσομαι τὸν φόβον τῆς γεέννης; Ἀνθρώπινον λέγω. Οὐκ εἰσῆλθες εἰς βαλανεῖόν ποτε; Οὐχ ἑώρακας ἄνδρας ἐκεῖ λελυμένους ἐκ τῆς πυρᾶς καὶ εἰς τὴν νερὰν βαλλομένους; Ἐν ἐκείνῃ δὲ τῇ φλογὶ τῇ μελλούσῃ διαδέχεσθαι τοὺς ἁμαρτωλούς, οὔτε νεροφόρος παράκειται, οὔτε θύρα καὶ ἔκβασις ὑπάρχει, οὔτε φέγγος, οὔτε ἄνεμος δροσίζων.

Οὔτε ἐὰν βοήσῃ τις μεγάλῃ τῇ φωνῇ φλογιζόμενος, ἔστιν ὁ βοηθῶν ἢ παρακαλῶν, ἐάνπερ καταδικασθῇ ὑπὲρ τὰς ἰδίας πράξεις. Γέγραπται γάρ· ἡ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος· καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Οὐχ ἑώρακας δὲ καὶ αὐτὴν τὴν κάμινον τὴν ὑποκαίουσαν τὰ βαλανεῖα; Ἐν ἐκείνῳ δὲ τῷ πυρί, ἀντὶ ξύλου καὶ παπύρου καὶ καλάμου, ἀσεβεῖς καὶ ἁμαρτωλοὶ κατακαίονται θείῳ πυρί. Αἱ ἁμαρτίαι αὐτῶν ἀναβαίνουσι κατ᾽ αὐτῶν καὶ σφοδροτέραν τὴν φλόγα κατ᾽ αὐτῶν ἀπεργάζονται. Γέγραπται γάρ· ὀργὴ καὶ θυμός, θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ.

Διό, ἀγαπητοί, νήψωμεν πρὸς Κύριον ἐν προσευχαῖς καὶ ἐν ἐλεημοσύναις μετὰ πάσης ταπεινοφροσύνης, ὡς ἔτι ἔχομεν καιρόν, ἵνα ῥυσθῶμεν ἐκ τῶν προειρημένων κακῶν. Θέλει γὰρ ὁ Κύριος πάντας ἡμᾶς σωθῆναι, διὰ τὴν πολλὴν αὑτοῦ ἀγαθότητα. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἁγνείας. Παραίνεσις λϛʹ Παρείκαζε τὴν ἁγνείαν, ἀγαπητὲ ἀδελφέ, τῷ φοίνικι. Ὁ γὰρ φοῖνιξ τὴν μὲν καρδίαν λευκὴν ἔχει, πέριξ δὲ σκολόπων γέμει, τοὺς περικυκλοῦντας τὰς λευκάδας αὐτοῦ. Χρὴ οὖν πρὸς πάντας ἀνθρώπους κεκτῆσθαι ἀγάπην ἐκ καθαρᾶς καρδίας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Πρὸς δὲ τοὺς ὑπεναντίους καὶ φιληδόνους ἀνθρώπους στυφνότητα κατέχειν· ἐν δὲ τῇ στυφνότητι, τὴν γνῶσιν καὶ τὴν σωφροσύνην καὶ τὴν εἰρήνην, διὰ τὸν λέγοντα Ἀπόστολον· δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῴη αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ Διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Ὦ ἁγνεία, ἡ βδελυσσομένη τρυφὴν καὶ σπατάλην καὶ φιλοκαλίαν σώματος καὶ ἱματίων καλλωπισμόν! Ὦ ἁγνεία, μισήτρια πολυτελῶν βρωμάτων καὶ μέθην ἀποσοβοῦσα! Ὦ ἁγνεία, χαλίνωμα ὀφθαλμῶν καὶ ὅλον τὸ σῶμα μετάγουσα ἀπὸ σκότους εἰς φῶς! Ὦ ἁγνεία, τὴν σάρκα ὑπωπιάζουσα καὶ δουλαγωγοῦσα, καὶ πρὸς τὰ οὐράνια ὀξυδορκοῦσα! Ὦ ἁγνεία, γεννήτειρα ἀγάπης καὶ Ἀγγέλων πολίτευμα! Ὦ ἁγνεία, ἡ τὴν καρδίαν καθαρὰν ἔχουσα, καὶ λάρυγξ γλυκὺς καὶ φαιδρὸν πρόσωπον! Ὦ ἁγνεία, ἡ τὸν φιλόθεον ὑψώσασα ἐν γῇ ἀλλοτρίᾳ, ὥστε καὶ τοὺς ὠνησαμένους αὐτὸν ἐξαγοράζειν!

Ὦ ἁγνεία, Θεοῦ δῶρον, πλήρης χρηστότητος καὶ παιδείας καὶ γνώσεως! Ὦ ἁγνεία, λιμὴν ἀκύμαντος, πλήρης εἰρήνης καὶ καταστάσεως! Ὦ ἁγνεία, ἡ χαροποιοῦσα τὴν καρδίαν τοῦ κεκτημένου αὐτήν, καὶ τὴν ψυχὴν πτεροφυοῦσα εἰς τὰ οὐράνια! Ὦ ἁγνεία, ἡ χαρὰν πνευματικὴν γεννῶσα καὶ λύπην φονοκτονοῦσα! Ὦ ἁγνεία, ἡ ἀποστυγοῦσα τὸ πονηρόν, κολλωμένη δὲ τῷ ἀγαθῷ! Ὦ ἁγνεία, ἡ πάθη μειοῦσα καὶ ἀπάθειαν ἀπεργαζομένη! Ὦ ἁγνεία, ἡ δικαίους φωτίζουσα καὶ τὸν Διάβολον σκοτίζουσα, καὶ ὀξυδρομοῦσα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ! Ὦ ἁγνεία, ἡ τὴν ἀκηδίαν ἀπελαύνουσα καὶ τὴν ὑπομονὴν ἐμποιοῦσα! Ὦ ἁγνεία, φορτίον ἐλαφρόν, ὑπὸ ὑδάτων μὴ καταποντιζόμενον, καὶ πλοῦτος αἰώνιος κεκρυμμένος ἐν ψυχῇ ἀνθρώπου φιλοχρίστου, ὃν εὑρήσει ὁ τοῦτον κεκτημένος, ἐν καιρῷ τῆς χρείας! Ὦ ἁγνεία, κτῆμα καλόν, ὑπὸ θηρίων μὴ λυμαινόμενον καὶ ὑπὸ πυρὸς μὴ κατακαιόμενον! Ὦ ἁγνεία, ἡ ἐν χερσὶ πλοῦτον ἀμετάμελον κατέχουσα καὶ ὀλιγωρίαν ἀπελαύνουσα! Ὦ ἁγνεία, ἅρμα πνευματικὸν καὶ τὸν κεκτημένον ἀνάγουσα εἰς ὕψος! Ὦ ἁγνεία, ἡ καταλύουσα ἐν ψυχαῖς πραέων καὶ ταπεινῶν, καὶ τοῦ Θεοῦ ἀνθρώπους ἐργαζομένη! Ὦ ἁγνεία, ἡ ἀνθοῦσα, ὡς ῥόδον, ἀνὰ μέσον ψυχῆς καὶ σώματος, καὶ ὅλον τὸν οἶκον πληροῦσα εὐωδίας! Ὦ ἁγνεία, πρόδρομε καὶ σύνοικε τοῦ Ἁγίου Πνεύματος!

Ὦ ἁγνεία, ἡ Θεὸν δυσωποῦσα καὶ τὰς ἐπαγγελίας αὐτοῦ κομιζομένη, καὶ πρὸς πάντας ἀνθρώπους χάριν εὑρίσκουσα! Ταύτην ἠγάπησαν οἱ Ἅγιοι. Ταύτην ἠγάπησεν ὁ ἅγιος Ἰωάννης ὁ Εὐαγγελιστής, καὶ ταύτην ἀγαπήσας ἠξιώθη ἐπὶ τοῦ στήθους ἀνακλιθῆναι τοῦ Κυρίου τῆς δόξης. Ὦ ἁγνεία, ἡ οὐ μόνον ἐν τοῖς ἀειπαρθένοις κεκτημένη τὰ βραβεῖα, ἀλλὰ καὶ ἐν τοῖς γήμασι! Ταύτην οὖν καὶ ἡμεῖς ἀγαπήσωμεν, δοῦλοι εὐλογημένοι τοῦ Σωτῆρος, ἐν ὅλῃ καρδίᾳ, ὅπως χαροποιήσωμεν τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ τοῦ μὴ ῥέμβεσθαι τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε, ἀλλὰ μᾶλλον κάτω ἔχειν τὸ βλέμμα, ἄνω δὲ τὴν ψυχὴν πρὸς Κύριον Παραίνεσις λζʹ Καὶ ἐν τίνι κατήργηται ὁ δαίμων τῆς πορνείας; Οὐ μόνον δι᾽ ἀποχῆς βρωμάτων, ἀλλὰ καὶ διὰ τὸ ἀπέχεσθαι τοὺς ὀφθαλμοὺς τοῦ μὴ ἰδεῖν ματαιότητα. Ἐν γὰρ τῷ ἀδιαφόρῳ ὀφθαλμῷ τυγχάνει ἡ μοιχεία, ἣν ὁ Κύριος διεμαρτύρατο· ἀμήν, λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσε αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Ταύτην τὴν μοιχείαν ἐκριζοῖ ὁ κάτω ἔχων τὸ ὄμμα, τὴν δὲ ψυχὴν πρὸς Κύριον. Καὶ ὁ κρατήσας γαστρός, ἐπεκράτησε βλέμματος· δεινὸς γὰρ ὑπάρχει προδότης ὁ ὀφθαλμὸς ὁ μετέωρος. Τὰ γὰρ λοιπὰ πάθη πρόσφατον ἔχει τὴν ἐκπύρωσιν τοῦ πειρασμοῦ· ὁ δὲ τοῦ βλέμματος πόλεμος, καὶ παρὼν καὶ ἀπών, ὀδυνᾷ τὴν ψυχήν, τῇ ἐπιθυμίᾳ καταφλέγων τὸν νοῦν.

Οἷόν τι λέγω, ἀγαπητοί; Ἤκουσέ τις ἡδυφωνίαν μουσικῶν, καὶ παρῆλθεν· ἔπειτα ἤκουσε φωνὴν πένθους, καὶ ὁ θρῆνος ἀπέκρουσε τὴν ἡδυφωνίαν τῶν μουσικῶν. Ὁμοίως δὲ ἐγεύσατο μέλιτος· ἔπειτα δὲ ἐγεύσατό τι τῶν πικροτάτων εἰδῶν, καὶ ἡ πικρότης ἀπέκρουσε τὴν ἡδύτητα τοῦ μέλιτος ἐκ τοῦ φάρυγγος. Εἶτα καὶ ἡ ὄσφρησις. Ὠσφρήσατό τις ἡδυτάτου τινός· ἔπειτα ὠσφρήσατο καὶ δυσωδίας· καὶ ἡ δυσωδία ἀπέσβεσε τὴν ἡδύτητα τῆς ὀσφρήσεως.

Εἶτα πάλιν ἥψατό τις ὕδατος ψυχροῦ· ἔπειτα ἥψατο βράζοντος, καὶ ἡ ζέσις τοῦ θερμοῦ ἤμβλυνε τὴν ψυχρότητα τοῦ ὕδατος. Ὁ τοῦ μετεώρου ὀφθαλμοῦ πόλεμος, καὶ παρούσης τῆς ὕλης καὶ ἀπούσης, καταφλέγει τὸν νοῦν τῇ ἐπιθυμίᾳ. Ἀλλάγε καὶ ἐνυπνίοις φαντάζει τὴν καρδίαν· οἱ γὰρ δαίμονες διαγράφουσι τὸν πειρασμὸν ἐν τῇ διανοίᾳ καὶ ἀσχολοῦσι τὸν νοῦν, μορφοῦντες τὸν πειρασμὸν ἐν ὀφθαλμοῖς τοῦ ἀνθρώπου. Ὑπὲρ οὗ ὁ Προφήτης παρακαλεῖ, λέγων· ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα.

Ῥεμβασμὸς γὰρ ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· ἐν γὰρ τῇ ἥττῃ τῶν ὀφθαλμῶν, ἔνεδρα δαιμόνων τυγχάνει, ἐάνπερ μὴ ἐκκόψῃ ὁ ἡττηθεὶς τοῦ βλέμματος. Ὅταν οὖν ἄρχεται ὁ δαίμων μορφοῦσθαι τὸν πειρασμόν, καὶ διαγράφει ἐν τῇ διανοίᾳ σου κάλλος γυναικός, ἧς ποτε ἐθεάσω, ἤ τι τῶν ὁμοίων, ἄγαγε εἰς μέσον σοι τὸν φόβον τοῦ Θεοῦ καὶ μνήσθητι τοὺς ἐν τοῖς τάφοις καθεύδοντας. Ἀναλόγισαι τὴν ἡμέραν τῆς ἐξόδου σου, ὅταν μέλλῃ ἡ ψυχή σου χωρισθῆναι ἐκ τοῦ σώματος. Ἐννόησον τὴν φοβερὰν καὶ φρικώδη φωνήν, ἣν ἀκούσουσιν οἱ τοῦ δικαίου ἀμελήσαντες καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ μὴ τηρήσαντες· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐννόησον τὸν σκώληκα τὸν ἀκοίμητον καὶ τὴν ἀτελεύτητον βάσανον. Ταῦτα ἀναλόγισαι καὶ μνήσθητι, καὶ διαλυθήσεται ἡ ἐπιθυμία τῆς ἡδονῆς ἐκ τῆς διανοίας σου, ὡς διαλύεται κηρὸς ἀπὸ προσώπου πυρός· οὐ γὰρ ταχύνουσιν ἀντιστῆναι τῷ φόβῳ τοῦ Θεοῦ. Ὅστις γὰρ οὐκ ἀνθίσταται τῇ ἐπιθυμίᾳ, ἀλλὰ ῥέμβεσθαι ἀκολάστως τοὺς ὀφθαλμοὺς αὑτοῦ ἀπολύων, πάντως ὅ τε καὶ διάνοιαν πρὸς τὰ πάθη ἐξέκλινε καί, εἰ μὴ δι᾽ αἰσχύνην ἀνθρωπίνην, πολλάκις καὶ τὸ σῶμα διέφθειρεν.

Ἐὰν οὖν μὴ νήψῃ ὁ τοιοῦτος καὶ τὸν φόβον τοῦ Θεοῦ θήσῃ πρὸ ὀφθαλμῶν αὑτοῦ, οὐ χρονιεῖ καὶ τὸ σῶμα διαφθεῖραι.

Τούτῳ γὰρ τῷ δαίμονι, τῷ ὑποβάλλοντι ῥέμβεσθαι τοὺς ὀφθαλμούς, ἕτερος δαίμων παρακολουθεῖ, ὁ φυσικῶς σαρκὶ κατεργαζόμενος τὴν ἁμαρτίαν. Ἐὰν γὰρ θεάσηται ὁ δεύτερος τὸν πρῶτον, ὅτι κατίσχυσε μετεωρῆσαι τὴν ψυχὴν πρὸς τὸ ῥέμβεσθαι, εὐθὺς ἄρχεται καὶ τὴν ἁμαρτίαν ἐν σαρκὶ κατεργάζεσθαι συμβουλεύειν. Ἄρχεται γὰρ τοιοῦτόν τι ὑποβάλλειν καὶ λέγειν πρὸς ἡττημένον τῷ ὄμματι. Καί φησιν· ἰδοὺ τῇ προθέσει ἥμαρτες καὶ τῇ καρδίᾳ ἐμοίχευσας. Ἤδη καὶ τῆς ἐντολῆς ἐξέπεσας, καὶ ἡ ἁμαρτία τῆς παραβάσεως τῆς ἐντολῆς ἐγράφη σοι ἤδη. Νῦν οὖν ἐπιτέλεσόν σου τὴν ἐπιθυμίαν· τὸ αὐτὸ γάρ ἐστι καὶ τὸ πράττειν καὶ τὸ ἐνθυμεῖσθαι. Ἀπόλαβε οὖν τῆς σεαυτοῦ ἐπιθυμίας. Σὺ οὖν μὴ πεισθῇς ταῖς ἐπινοίαις αὐτοῦ, τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἐν τούτοις γὰρ θηρεύειν τὴν ψυχήν σου βούλεται. Ἄκουε δὲ καὶ παραβολὴν περὶ τούτου.

Νεανίσκος τις ἦν ἔν τινι χώρᾳ καὶ ἡρμόσατο ἑαυτῷ τρεῖς παρθένους καὶ ἀπεδήμησεν εἰς χώραν μακράν. Χρονίσαντος δὲ αὐτοῦ, ἡ μία παρθένος εἴληφεν ἑαυτῇ ἄνδρα. Ἡ δὲ δευτέρα κατελθοῦσα, πεπόρνευκε, καὶ ἔγκυος γέγονεν· ἡ δὲ ἄλλη παρθένος ἐν ἑαυτῇ εἶπεν· εἰ μὴ ὅτι τοὺς ἀνθρώπους αἰσχύνομαι, ἐπεὶ κἀγὼ εἰλήφειν ἐμαυτῇ ἄνδρα. Καὶ ἤρξατο ἡ παρθένος ἐν τοῖς τοιούτοις λογισμοῖς φαντάζεσθαι. Καὶ μετὰ ταῦτα ἐμνήσθη τοῦ ἐν ἀποδημίᾳ νεανίσκου, παρ᾽ οὗ τὸν ἀρραβῶνα ἔλαβε, μετὰ καὶ τῶν λοιπῶν παρθένων.

Καὶ μεταμεληθεῖσα ἔκλαυσεν, ὅτι κἂν ὅλως ἀνέβη ἐνθύμησις πονηρὰ ἐν τῇ καρδίᾳ αὐτῆς. Ὅταν οὖν παραγένηται ὁ νεανίσκος, ἐκ τῶν τριῶν παρθένων ποία εὐπρόσδεκτος αὐτῷ ἐστιν; Οὐχὶ ἡ ἐσχάτη, ἡ ἐνθυμηθεῖσα καὶ μηδὲν πράξασα, ἀλλὰ καὶ μετανοήσασα ἐπὶ τῇ πονηρᾷ ἐνθυμήσει; Διὰ τοῦτο ἀναγκαῖον εἰπεῖν τῷ παραινοῦντι δαίμονι ἐπὶ τῇ πράξει τῆς ἀνόμου ἁμαρτίας· ὅτι εἰ καὶ τῷ ὀφθαλμῷ παρέπεσον καὶ τῇ καρδίᾳ ἐμοίχευσα, αὐτὴν τὴν καρδίαν τὴν μοιχεύσασαν στεναγμοῖς ἀλαλήτοις συντρίβω· καὶ τὸν παραπεσόντα ὀφθαλμὸν δάκρυσιν ἀποπλυνῶ· ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.