Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραίνεση 38: Πραότητα, αποφυγή φατριών και μνήμη της τελικής κρίσης

Κλήση για εγκαρτέρηση στις θλίψεις, προειδοποίηση κατά των διχονοιών και των στάσεων, και υπενθύμιση της μελλούσης κρίσεως μέσα από την παραβολή του πλουσίου και του Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 12

Περὶ πραϋπαθείας. Παραίνεσις ληʹ Μοναχέ, οὕτω τῷ Χριστῷ ἐπηγγείλω ἀρέσαι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις τὰς ἐπερχομένας σοι ἀπὸ τῶν ὑπεναντίων μὴ ὑποφέρων γενναίως, οὐδὲ τὰς ὑπὸ τοῦ προεστῶτός σοι παιδείας καὶ νουθεσίας ὑποδεχόμενος;

Τοῦ Ἀποστόλου λέγοντος· εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ. Ἐδάρης; Χαῖρε ὅτι ἐδάρης, ἀλλὰ καὶ διόρθωσον τὸ πταῖσμα. Ἀδίκως ἐδάρης; Περισσὸς ὁ μισθός· καὶ γὰρ καὶ οἱ Ἀπόστολοι τὴν σωτηρίαν τῷ κόσμῳ καταγγέλλοντες, κατὰ πόλιν ὡς κακοῦργοι ἐτύπτοντο καὶ οὐκ ὠργίζοντο, οὐκ ἠγανάκτουν, ἀλλ᾽ ἔχαιρον, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι. Καὶ σὺ οὖν χαῖρε, ὅτι κατηξιώθης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἀμελεστέρων· λυποῦμαι, ὅτι τοῦτό μοι συμβέβηκε μετὰ τοσούτους καμάτους. Τοῦτό σε λυπεῖ, δοῦλε Κυρίου; Ἐντεῦθεν τοιγαροῦν ἐπίγνωθι σεαυτόν. Εἰ ὄντως μετὰ τοσαῦτα ἔτη τὰ πάθη ἐνίκησας, ἐχάρης ἐπελθούσης ἀτιμίας καὶ οὐχ ὑψώθης ἐπὶ δόξης γενομένης. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ. Ἡ γὰρ δοκιμὴ τοῦ κυβερνήτου ἐν καιρῷ τοῦ κλύδωνος ἀποφαίνεται. Ὁ γὰρ μεγαλαυχῶν καὶ λέγων· ἔχω τοσαῦτα ἔτη ἐν τῷ μοναχικῷ βίῳ, τὴν δὲ ἐργασίαν τοῦ ἐπαγγέλματος μὴ ἐνδειξάμενος, μηδὲ τοὺς τρόπους τοῦ σεμνοῦ βίου ἀναδεξάμενος, οὗτος περιφέρει ἐργαλεῖα, ὧν τὴν τέχνην οὔπω μεμάθηκε.

Γεγήρακας ἐν τῷ σχήματι; Ὡς ἔμπειρος τοῦ προλεχθέντος βίου τυγχάνων, τύπος γενοῦ τοῖς νέοις καὶ ἀπείροις. Εἰ δὲ καὶ νεόφυτος τυγχάνεις, ὑποτάγηθι πρεσβυτέροις· καὶ γὰρ οἱ τοῦ ἐπιγείου βασιλέως στρατιῶται τοῖς ἡγουμένοις καὶ ἐξάρχοις αὐτῶν ὑποτάσσονται. Πόσῳ μᾶλλον δεῖ ἡμᾶς ὑποτάσσεσθαι, οὐ μόνον διὰ φόβον, ἀλλὰ καὶ διὰ συνείδησιν; Εἰ γὰρ ἐκεῖνοι οἱ κατὰ σάρκα στρατευόμενοι πᾶσαν σπουδὴν ἐπιδείκνυνται, ὥστε θεραπεύειν τοὺς ἐπιτεταγμένους ἑαυτῶν, πῶς σὺ καὶ αὐτὴν τὴν ζωὴν ἀπαρνησάμενος ἀνέχῃ ἀποσύρεσθαι ὑπὸ τοιούτων παθῶν, ἀφηνιῶν καὶ ἀνυποτακτῶν καὶ τὴν ἐν Χριστῷ παιδείαν ἀποσειόμενος; Καὶ τοὺς μὲν ἐπαίνους καὶ δόξας τελείων ἀναχωρητῶν ἀπαιτοῦμεν, τοὺς δὲ πόνους, δι᾽ ὧν αἱ τιμαί, ἀποφεύγομεν.

Διατί τοσαύτην ἡσυχίαν καὶ πόνον διὰ μίαν ἡμέραν ἢ ὥραν ἀπολέσαι ἀνέχῃ; Ἐὰν σεαυτὸν ἀποκτείνῃς, τίς ὁ ἐλεῶν σε; Οὗτός σου ὁ ἔπαινος; Αὕτη σου ἡ δοκιμή; Ἵνα μικρὰ συμβῇ σοι θλῖψις, καὶ τὸ σχῆμα καὶ τὸν βίον ἀπαρνῇ; Καὶ ἐφοπλίζεις κατὰ σοῦ τὸν Ἐχθρὸν διὰ τῆς οἰκείας ῥᾳθυμίας;

Μή, ἀδελφέ, μὴ δῷς νῶτα τοῖς ἐχθροῖς, ἀλλ᾽ ἀνθίστα καὶ πολέμησον, καὶ φεύξονται ἀπὸ σοῦ. Λογίζομαι γάρ, ὅτι ὁ ἀναδεξάμενός σου τὴν προστασίαν, οὐ χαίρει ἐπὶ τῷ σῷ μώμῳ, ὡς λόγον ὑπὲρ σοῦ διδοὺς τῷ Κυρίῳ. Χαρὰ δὲ αὐτῷ ἐστιν, ἐάνπερ τέλειόν σε παραστήσῃ τῷ Κυρίῳ. Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητέ, καὶ ἀνάστρεφε εἰς τὴν ἀνάπαυσίν σου. Ἔνδυσαι θώρακα πίστεως καὶ περίθου κεφαλαίαν σωτηρίου· ἀνάλαβε τὴν μάχαιραν τοῦ Πνεύματος τοῦ Ἁγίου, ὅ ἐστι ῥῆμα Θεοῦ. Γίνου τύπος πραϋπαθείας τοῖς ὁμοψύχοις ἀδελφοῖς. Θαυμάσωσι καὶ οἱ μειζότεροί σου ἐπὶ τῇ σῇ ὑπομονῇ. Χαιρέτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐνοικοῦν ἐν σοί, ἐπὶ τῇ σῇ ἀνδραγαθίᾳ. Εἰ δὲ μικρὸν πειρασμὸν οὐ φέρεις, πῶς μέγαν βαστάσῃς; Καὶ εἰ παιδίου οὐ περιγίνῃ, τελείου ἀνδρὸς πῶς καταπαλαίσῃς; Καὶ εἰ λόγον οὐ βαστάζεις, πῶς πληγὴν ὑπενέγκῃς; Καὶ εἰ ῥάπισμα καὶ πληγὴν οὐχ ὑποφέρεις, πῶς τὸν σταυρόν σου βαστάζῃς; Καὶ εἰ τὸν σταυρὸν οὐ βαστάζεις, πῶς συγκληρονομήσῃς δόξαν ἐν τοῖς οὐρανοῖς, μετὰ τῶν λεγόντων· ταῦτα πάντα ἦλθεν ἐφ᾽ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σου. Καὶ πάλιν· ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Ἐβουλόμην σιγᾶν, ἀγαπητέ, διὰ τὴν αἰσχύνην τοῦ προσώπου μου· ἀλλ᾽ ὁ πόνος τῆς καρδίας μου ἀναγκάζει με λαλεῖν. Ναί, ἀδελφὲ ἀγαπητέ, ἐπελαθόμεθα ὧν ὑπέμεινεν ὁ πάντων ἡμῶν Δεσπότης δι᾽ ἡμᾶς; Ὑβρίσθη, ἐξουδενώθη· ἤκουσε, δαιμόνιον ἔχεις, καὶ οὐκ ὠργίσθη· ἤκουσε, πλάνος.

Ἐρραπίσθη, ἐκονδυλίσθη, σταυρῷ προσηλώθη, ὄξους μετὰ χολῆς ἐγεύσατο, λόγχην εἰς πλευρὰν ἔλαβε. Ταῦτα πάντα ὑπέμεινε διὰ τὴν σωτηρίαν ἡμῶν. Οἴμοι, οἴμοι τῷ ἀθλίῳ! Οἴμοι τῷ ταλαιπώρῳ καὶ ἁμαρτωλῷ, ὅτι ἀναπολόγητός εἰμι. Τί εἴπω, ἢ τί λαλήσω ἐνώπιόν σου γινώσκοντος τὰ κρύφια τῆς καρδίας μου; Ἱλάσθητί μοι τῷ ἀναξίῳ, ὁ Θεός, τῷ μηδ᾽ ὅλως ὕβριν ἢ λόγον βουλομένῳ ὑπὲρ σοῦ ἀκοῦσαι, τοῦ τοσαῦτα ὑπομείναντος δι᾽ ἡμᾶς.

Τίς μὴ κλαύσῃ ἐπ᾽ ἐμοί, τῷ τὴν εὐλάβειαν κάλυμμα τῆς κακίας κεκτημένῳ; Τοῖς γὰρ λόγοις μονάζω, τοῖς δὲ ἔργοις παροργίζω. Ἀληθῶς ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν ψυχῶν. Ἀνανήψωμεν πρὸς Κύριον, παρακαλῶ. Οὐκ ἀποβάλλεται Κύριος τοὺς βουλομένους σωθῆναι, ἀλλὰ καὶ συνεργεῖ. Εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ Προφήτου· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.

Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ἵνα καὶ ἡμεῖς ἀξιωθῶμεν ἀκοῦσαι τὸ εἰρημένον· οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη. Ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἀνυποτάκτων, καὶ περὶ ἀναστάσεως καὶ φόβου Θεοῦ καὶ τοῦ κρίματος τοῦ μέλλοντος. Παραίνεσις λθʹ Ἀγαπητέ, ἐὰν ἐλθὼν ἀδελφὸς παρακαλέσῃ σε, λέγων· ἐλθὲ μεθ᾽ ἡμῶν· κοινώνησον αἵματος τῇ συμβουλίᾳ ἡμῶν· φρατριάσωμεν ἐν ὁμονοίᾳ, τοὺς δὲ ἀντιλέγοντας κατακρούσωμεν· ἀντιστῶμεν πρεσβυτέροις καὶ μὴ ἐντραπῶμεν πολιάς· δείρωμεν οἰκονόμους, μυκτηρίσωμεν ἥσυχον, ἐμπαίξωμεν εἰς τοὺς εὐλαβεῖς· ὑποτάξωμεν ἅπαντας ἑαυτοῖς· ἐσόμεθα ὀνομαστοί. Ἐλεγχόμενοι μὴ δῶμεν σιγήν· κραυγάσωμεν ὁμοθυμαδόν, ἵνα μὴ φανῇ τὸ ψεῦδος ἡμῶν. Νουθετούμενοι δὲ τὸν τύφον κατασχῶμεν· παρακαλούμενοι δὲ ἐπαρθῶμεν. Ἔστω ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης· τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται. Σὺ οὖν μὴ συμπορευθῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν. Ἔκκλινον ἀπ᾽ αὐτῶν καὶ παράλλαξον· οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν.

Ἀποκρίθητι δὲ πρὸς τὸν λέγοντα· ἐγὼ πρᾶγμα οὐκ ἔχω. Ἐκ τούτων ἔφυγες, καὶ πάλιν τοῖς αὐτοῖς θέλεις δουλεύειν; Τί τὸ ὄφελος τῶν τριχῶν ἀφῃρημένων; Ἢ ποίαν ὠφέλειαν καρπώσῃ ἐκ τούτων τῶν πραγμάτων; Ἔχωμεν κατὰ νοῦν, ὅτι μοναχοὶ ἐξήλθομεν γενέσθαι ἐκ τοῦ κόσμου, καὶ πῶς βούλει ταράξαι ψυχὰς ἀδελφῶν; Ἀκούων δὲ τὰ τῆς ἀληθείας, μὴ ὀργίζου· κοινὴ γάρ ἐστιν ὠφέλεια. Οὐκ ἐπιγινώσκομεν ἃ ψάλλομεν; Οὐ ταῦτα ψάλλομεν;

Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν. Ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Καὶ πάλιν λέγει· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.

Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι. Καὶ πάλιν λέγει· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; Καὶ ἐν ἑτέρῳ λέγει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πολλοὺς γὰρ ἠπάτησεν ὁ λογισμὸς τῆς ὑψηλοφροσύνης, μάταια φυσήσας. Γέγραπται γάρ· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Ἡσύχασον οὖν, παρακαλῶ, μήποτε πρὸς καιρὸν ἀπολαύσας σου τοῦ βουλήματος, τὰ ἔσχατά σου συντελέσῃς ἐν ὀδύνῃ. Ἢ μᾶλλον ἐπιβουλεύειν ἐπιχειρεῖς κατὰ τοῦ τόπου τοῦ ἁγίου, κατὰ τὸν λέγοντα· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Τοιγαροῦν πορευθῶμεν εἰς τὰ κελλία ἑαυτῶν. Κλαύσωμεν τὰς ἁμαρτίας ἡμῶν, ἵνα Θεὸν δυσωπήσωμεν, δι᾽ ὃν καὶ ἐξήλθομεν ἐκ τοῦ ματαίου κόσμου· μήποτε ἁρπάζῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ἐννοηθῶμεν τοῦτο σαφῶς, ὅτι καὶ χιλιοστοί ἐσμεν νῦν, ἀλλ᾽ ἐν ἡμέρᾳ θανάτου εἷς καθ᾽ εἷς ἀπελευσόμεθα ἐντεῦθεν· μόνον τὰ ἔργα ἑκάστου συνοδεύει αὐτῷ, πρὸς ἃ ἔπραξεν, εἴτε φαῦλον, εἴτε ἀγαθόν.

Ταῦτα μελέτα, τούτων φρόντιζε, ὅπως ἐξισχύσῃς φυγεῖν ἀπὸ τῆς ὀργῆς. Οὐ δυνατὸν γὰρ ἐκφυγεῖν ἡμᾶς τὰς χεῖρας τοῦ κτίσαντος ἡμᾶς, κατὰ τὸν λέγοντα· ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μήτις οὖν ἑαυτὸν ἐξαπατάτω· τῷ γὰρ βήματι τοῦ Χριστοῦ δεῖ ἡμᾶς παραστῆναι, ἔνθα πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· ἔνθα παραστήσουσι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων Ἀγγέλων, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ ποῦ τότε ἡ ὑψηλοφροσύνη καὶ ἡ φυσίωσις; Ποῦ τότε ἡ μέθη καὶ ὁ θυμός; Ποῦ τότε ἡ ἀσωτία καὶ ἡ ἀπειλὴ καὶ τὸ γαυρίαμα τὸ μάταιον; Τίς ὑποστήσεται τὴν φοβερὰν ἀπειλὴν τῶν Ἀγγέλων τοῦ Θεοῦ; Ἐννοηθῶμεν ὅτι οἱ τῷ Χριστῷ ὑπομείναντες καὶ εὐαρεστήσαντες ἐν τῷ νῦν αἰῶνι, αὐτοὶ ἡμᾶς κρινοῦσι. Καθὼς γέγραπται· οὐκ οἴδατε, ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Αὐτοὶ γὰρ οἱ ὁμοιοπαθεῖς ἡμῖν γενόμενοι ἄνθρωποι ἐν κόσμῳ, Θεῷ εὐηρέστησαν· ἡμεῖς δὲ τὸ πονηρὸν ποιοῦντες, Θεὸν παροργίζομεν.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν διψύχων· [καί φησιν·] οἶδε Κύριος τὰ τῆς ἀσθενείας μου, καὶ συμπαθεῖ τῇ ἀσθενείᾳ μου. Οἴμοι, οἴμοι! Τίς μὴ κλαύσει ἐπὶ τούτοις; Ὅτι εἰς τὸ ἔργον τοῦ Κυρίου ἀσθένειαν προφασιζόμεθα, εἰς δὲ τὰς μάχας καὶ τὰς φρατρίας καὶ εἰς τὸ ποιεῖν τὰ πονηρὰ δυνατοί ἐσμεν. Τί σεαυτὸν ἀπατᾷς νομίζων Θεὸν χλευάζειν; Μὴ σπεῖρε κακά, καὶ οὐ μὴ θερίσεις κακά. Ἄκουε τοῦ λέγοντος· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;

Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Ἢ μᾶλλον αἱ καρδίαι ἡμῶν πεπάχυνται ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Ὅθεν τὴν ἑαυτῶν τάξιν οὐ δυνάμεθα γνῶναι. Ἀντὶ τοῦ ἀναλογίσασθαι γὰρ ἕκαστον ἡμῶν καὶ λέγειν τῇ ἑαυτοῦ ψυχῇ· οὐχ εὑρίσκω εὐστροφῆσαι, ἀλλὰ περιφέρομαι παντὶ ἀνέμῳ· καὶ ἱνατί μοι ταράξαι ἑτέρων ψυχὰς εἰς τὴν ἐμὴν κατάκρισιν; Καὶ οὐχὶ ἔδει μᾶλλον καὶ τοὺς ἐπιχειροῦντας καταστέλλειν τῇ νουθεσίᾳ καὶ τῇ παρακλήσει, ἵνα μὴ τῆς υἱοθεσίας ἐκπέσω;

Γέγραπται γάρ· μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Νῦν δὲ τί ποιήσω ὁ ἀμελής; Τί ἀπολογήσομαι ἐν ἡμέρᾳ κρίσεως, ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ, περὶ τῆς ἐμῆς ψυχῆς; Ἀλλὰ περὶ ὧν ἐσκανδάλισα ἀπὸ ὁδοῦ ἀληθείας; Ὁ μὲν γὰρ καταλέλοιπε πατέρα καὶ μητέρα· ὁ δὲ γυναῖκα καὶ τέκνα καὶ φίλους καὶ ὕπαρξιν διὰ τὴν εἰς Χριστὸν ἐλπίδα, καὶ τὴν ἡσυχίαν προείλετο· ἐγὼ δὲ οὐκ ἐπαυσάμην τούτους ἐκταράσσειν καὶ θλίβειν.

Σὺ δὲ τὰ ἐναντία τούτων πράττεις καὶ οὐχ ἡσυχάζεις ἐν τῷ κελλίῳ σου, ἀλλὰ περιέρχῃ τὰς κέλλας τῶν μοναχῶν, διαστρέφων ψυχὰς ἀδελφῶν, διαβάλλων ἀδελφοὺς ἀδελφῷ καὶ ὑπονοίας πονηρὰς προβάλλων αὐτοῖς καὶ διεγείρων αὐτοῖς κονιορτὸν λογισμῶν καὶ συνιστὰς ταραχὰς τῇ ἀδελφότητι.

Διὰ τὸ σὲ δεδουλῶσθαι τῇ ἐπιθυμίᾳ τῇ κακῇ, ταῦτα τὰ μωρικὰ μεμάθηκας. Τί ἀνίλεως χρᾶσαι τῆς ἑαυτοῦ ψυχῆς; Διατί τὴν ζημίαν τῆς ψυχῆς σου κέρδος λογίζῃ; Τί ἐπισπᾶσαι σεαυτῷ ἀλλότρια κακά; Ἐὰν μὴ τοῦ λοιποῦ σωφρονήσῃς καὶ ἡσυχάσῃς, δεῖ σε, καίτοι ὁμολογῇς, ὑπ᾽ αὐτῶν καταγνωσθῆναι.

Ὅταν περιπέσῃς τέλειον εἰς βάθη κακῶν, τότε καὶ σὺ καταμέμψῃ τοὺς ἐχθροὺς τῆς ἀληθείας· οὐ γὰρ μὴ στήσεται βουλὴ ἀσεβῶν, κατὰ τὸν λέγοντα· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς· ἡ δὲ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἢ ἔτι μᾶλλον ἐκ τῆς σκληροκαρδίας ἡμῶν καὶ τῇ τοῦ σώματος δυνάμει ἐπαιρόμεθα, ἀγνοοῦντες τὸ εἰρημένον· ὅτι γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὑτοῦ. Καὶ μετ᾽ ὀλίγα· ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Τί ἀπαναίνῃ νουθετούμενος; Ὁρῶ γὰρ τὰς κινήσεις σου φιλαρχίας ἀποπνεούσας. Μὴ θαύμαζε ἐπὶ τῇ δόξῃ, ἀλλ᾽ ἀπόβλεπε εἰς τὸν παρακολουθοῦντα κίνδυνον· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. Εἰ γὰρ τῆς μιᾶς ψυχῆς, ἧς ἐνεπίστευσεν ἡμῖν ὁ Κύριος, ἠμελήσαμεν καὶ εἰάσαμεν αὐτὴν χερσῶσαι, ὡς ἄμπελον ἐν φραγμῷ ἠμελημένην, καὶ πῶς παντὸς τοῦ παραδείσου ἐμπιστεύσει ἡμῖν τὴν ἐπιμέλειαν; Ὁ γὰρ ἐν ὀλίγῳ πιστός, καὶ ἐν πολλῷ πιστός ἐστι· καὶ ὁ ἐν ἐλαχίστῳ ἄπιστος, καὶ ἐν πολλῷ ἄπιστός ἐστι.

Τοιγαροῦν εὐξώμεθα περὶ τῆς ψυχῆς, ἧς ἐνεπιστεύθημεν, διδόναι ἀπολογίαν, ὅταν ἐξετάζῃ ὁ Κύριος τὴν σύμπασαν. Οὐκ ὀλίγος γὰρ κίνδυνος ἕπεται τῷ πεπιστευμένῳ τὴν ἐπιμέλειαν τοῦ ποιμνίου, ἐὰν παρὰ τὸ θέλημα τοῦ Ἀρχιποίμενος καταχρήσηται τῇ ποίμνῃ, καθὼς προείρηται· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται.

Ἀνανήψωμεν οὖν πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου οὐκ ἔστιν ὁ παρακαλῶν. Ἐκεῖ ὀψόμεθα τοὺς πραεῖς καὶ ταπεινοὺς τῇ καρδίᾳ ἐν πολλῇ δόξῃ καὶ ἡμεῖς οἱ ἀπειθεῖς ὄντες ἐν στενοῖς. Οὐδὲν γὰρ διὰ τὸν Θεὸν ποιοῦμεν, οὐδὲν διὰ τὴν ἀγάπην αὐτοῦ, οὐδὲν μετὰ ταπεινοφροσύνης· ἀλλὰ πάντα ἐν ὑπερηφανίᾳ, πάντα δι᾽ ἀνθρωπαρέσκειαν καὶ ὀλέθριον κενοδοξίαν. Πάντες ἐσμὲν ὑπερήφανοι, πάντες ὀργίλοι καὶ θυμώδεις· ἀλλήλοις γὰρ φθονοῦμεν, ἀλλήλους δάκνομεν. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν. Ἄκουε τοῦ λέγοντος· ὁ μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ, σκορπίζει. Ἢ ἐπελάθου τοῦ μυλικοῦ λίθου, τοῦ ὡρισμένου εἰς τιμωρίαν κατὰ τῶν ποιούντων τὰ σκάνδαλα; Μὴ ἀπατῶ, ἄνθρωπε· οὐ δυνατὸν γὰρ προκόψαι ἄτερ φόβου Θεοῦ καὶ ταπεινοφροσύνης μεγάλης. Αἱ γὰρ δίχα τούτων γινόμεναι προκοπαί, ζημίας εἰσὶ πρόξενοι. Γέγραπται γάρ· οὐκ ἀφ᾽ ἑαυτοῦ τις λαμβάνει τὴν τιμήν, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ Θεοῦ. Τοιγαροῦν ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν, ὅπως καταλάβῃς· ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

Μὴ ταῖς φαντασίαις καὶ δόξαις τοῦ αἰῶνος τούτου συναπαχθῶμεν· οὐδὲν γὰρ διαφέρει σκιᾶς. Πολλοὶ γὰρ πλούσιοι κοιμηθέντες, ἀνέστησαν πτωχοί· καὶ ὁ σήμερον ἄρχων, αὔριον ἀπάρχων γίνεται· καὶ ὁ σήμερον βασιλεύς, αὔριον τελευτήσει. Μακάριοι δὲ οἱ ὑπομένοντες τῷ Κυρίῳ καὶ βδελυσσόμενοι τὴν ἀπάτην τοῦ αἰῶνος τούτου· ὄντως γὰρ τὴν μένουσαν δόξαν κληρονομήσουσιν. Ἐκεῖνος γὰρ ὁ πλούσιος ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, καὶ εὐφραίνετο καθ᾽ ἡμέραν λαμπρῶς. Καὶ ἐμακάριζον αὐτὸν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ἀλλ᾽ οὐχὶ Ἄγγελοι τοῦ Θεοῦ. Ὁ δὲ Λάζαρος ὁ πτωχὸς ἡλκωμένος ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλάγε καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ. Ὁ οὖν Λάζαρος οὐκ ἐπεθύμει ἀπ᾽ αὐτοῦ τοῦ πλουσίου, οὐδὲ ἐκ τῶν ἐδεσμάτων τῆς τραπέζης αὐτοῦ, ἀλλ᾽ οὐδὲ ἐξ ὧν ἤσθιεν ὁ πλούσιος· ἀλλ᾽ ἐπεθύμει τὰ εὐτελῆ, ἐξ ὧν καὶ οἱ κύνες ἤσθιον. Καὶ ὅσῳ μὲν ὁ πλούσιος ἐθαυμάζετο καὶ ἐμεγαλύνετο ὑπὸ τῶν τοῦ αἰῶνος τούτου διὰ τὴν περὶ αὐτοῦ δόξαν, τοσούτῳ ὁ πτωχὸς ἐξουθενεῖτο ἀπ᾽ αὐτῶν καὶ ἐβδελύσσετο· ἀλλ᾽ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐθαύμαζον αὐτοῦ τὴν ὑπομονήν. Ὅτε δὲ ἔφθασεν ἀμφοτέρων τὸ τέλος, ἐγένετο ἀπενεχθῆναι τὸν πτωχὸν ὑπὸ τῶν Ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ, τὸν δὲ πλούσιον ἐμβληθῆναι εἰς τὴν κόλασιν.

Καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. Καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ἐν τῇ φλογὶ ταύτῃ, ὅτι ὀδυνῶμαι.

Εἶπε δὲ αὐτῷ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι τούτοις, μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται· μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. Εἶπε δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου· ἔχω γὰρ πέντε ἀδελφούς· ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν ἐν τῇ φλογὶ ταύτῃ. Λέγει δὲ ὁ Ἀβραάμ· ἔχουσι Μωσέα καὶ Προφήτας, ἀκουσάτωσαν αὐτῶν. Εἶπε δὲ αὐτῷ· οὐχί, ἀλλ᾽ ἐάν τις ἐκ νεκρῶν ἀναστὰς πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.

Εἶπε δέ· εἰ Μωσέως καὶ τῶν Προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσι. Τί ὠφέλησε τὸν πλούσιον ἐκεῖνον ἐν τῇ ὥρᾳ ἐκείνῃ ὁ πλοῦτος, ὃν ἔσχε, καὶ ἡ εὐφροσύνη, ᾗ εὐφραίνετο καθ᾽ ἑκάστην λαμπρῶς; Τοιγαροῦν σπουδάζωμεν, ἀγαπητοὶ ἀδελφοί, ἐκφυγεῖν τὰς κολάσεις τὰς ἡτοιμασμένας τοῖς καταφρονηταῖς καὶ ἁμαρτωλοῖς, πρὸ τοῦ ἡμᾶς παραδοθῆναι εἰς τὸν τόπον ἐκεῖνον τῆς βασάνου. Καὶ τότε κλαύσομεν πικρῶς, μὴ ὄντος παραμυθοῦντος ἢ παρακαλοῦντος· ἀκούοντες ἅμα καὶ παρὰ τῶν τιμωρούντων, ὅτι χεῖρον τούτων ἄξιοί ἐστε τιμωριῶν· ὑμεῖς γὰρ αὑτοῖς ταῦτα ἐποιήσατε· δυνάμενοι γὰρ διὰ βραχέος χρόνου τοῦ παρελθόντος κόσμου τῆς κρίσεως ταύτης ἐκφυγεῖν διὰ μετανοίας, ἠμελήσατε, ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς. Ποῦ εἰσιν αἱ ἀπολαύσεις τοῦ παρελθόντος χρόνου; Ποῦ ἡ ἀπάτη αὐτοῦ καὶ ὁ γέλως; Οὐκ ἰδοὺ ἐκεῖνα παρῆλθεν ὡς σκιά, ὡς ὁμίχλη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή, καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη; Νῦν οὖν, ὡς ἐπεθυμήσατε, ἀπολαύσατε· οὐ γὰρ ἠρκέσθητε ἐπὶ τούτοις· ὅτι οὐ μόνον εἰς βόθρον κακῶν ἑαυτοὺς ἐρρίψατε, ἀλλὰ καὶ ἑτέρους ἑλκύσατε σὺν ὑμῖν. Καὶ οὐκ ἠρκέσθητε ἐπὶ τούτῳ, ὅτι τῆς ἰδίας ψυχῆς ἠμελήσατε, ἀλλὰ καὶ ἑτέρων ψυχὰς διεστρέψατε. Ποία οὖν ἀρετή, ποία οὖν ἐντολὴ δυσωπήσει τὸν Θεὸν ὑπὲρ ὑμῶν;

Αἱ γὰρ ψυχαὶ ὑμῶν ἐμπεπλησμέναι ὑπῆρχον ζήλου πικροῦ καὶ ἐριθείας καὶ φθόνου καὶ πάσης κακίας, καὶ θυμὸν θηρίων ἀνημέρων ἠγαπήσατε. Νυνὶ δὲ περιεκύκλωσαν ὑμᾶς πάντα τὰ κακά, ἃ κατηργάσασθε ἐν τῷ παρελθόντι χρόνῳ. Τοῦ Θεοῦ λαλοῦντος ὑμῖν διὰ τῶν ἁγίων Γραφῶν, κατεφρονήσατε, ἐγελάσατε, ἐμετεωρίσθητε. Καὶ ὅση τοῦ ἀγαθοῦ Θεοῦ πρὸς ὑμᾶς μακροθυμία, τοσούτῳ καὶ ὑμῶν αἱ ἁμαρτίαι ἐπλεόναζον. Τοῦ Κυρίου εἰπόντος, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, ὑμεῖς περὶ δόξης καὶ φιλαργυρίας ἐμάχεσθε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ὑμεῖς ὑπερήφανοι, ἔτι καὶ ἀλαζόνες γεγόνατε, καὶ τῷ γέλωτι καὶ τῇ ἀπάτῃ ἐξεδώκατε ἑαυτούς. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν, ὑμεῖς ἄγριοι καὶ ἀνήμεροι γεγόνατε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς τὴν δικαιοσύνην ἐμισήσατε καὶ τοὺς ἐργαζομένους αὐτὴν ἐδιώξατε.

Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται, ὑμεῖς ἀνελεῶς καὶ ἀσυμπαθῶς πρὸς τοὺς ὁμοιοπαθεῖς ὑμῖν ἀνθρώπους ἀνεστράφητε. Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, ὑμῶν αἱ καρδίαι πλεονεξίας καὶ ἐπιθυμίας κακὰς ἐμελέτησαν.

Τοῦ Κυρίου εἰπόντος, μακάριοι οἱ δεδιωγμένοι ἕνεκα δικαιοσύνης, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὑμεῖς καὶ τοὺς δικαίους ἐκακώσατε καὶ τὴν ἀλήθειαν οὐκ ἐφυλάξατε. Νῦν οὖν τί βοᾶτε; Ὁ γὰρ καιρὸς τῆς μετανοίας παρῆλθεν. Ὧδε ἡ ἀνταπόδοσις ὑπάρχει. Νῦν οἱ δίκαιοι ἐστεφανώθησαν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ εἰς τὴν γέενναν τοῦ πυρὸς παρεδόθητε· νῦν οἱ δίκαιοι ὡς τὸ φῶς ἔλαμψαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ εἰς τὸ σκότος τὸ ἐξώτερον παρεδόθητε· νῦν οἱ δίκαιοι μετὰ Ἀγγέλων τὸν Θεὸν ὑμνοῦσιν, ὑμεῖς δὲ οἱ ἁμαρτωλοὶ κλαίετε ἀπὸ βασάνων καὶ βρύχετε τοὺς ὀδόντας μεταμελούμενοι, ὅτι τὸν χρόνον τῆς μετανοίας ὑμῶν ἀπωλέσατε ἐν ἀμελείᾳ. Οὐχ ὑμεῖς ἐστε οἱ ἀφορίσαντες ἑαυτοὺς ἀπὸ τῶν δικαίων καὶ ζηλώσαντες τὰ ἔργα τῶν ἁμαρτωλῶν; Νυνὶ δὲ καὶ αὐτοὶ καὶ ὑμεῖς παρεδόθητε εἰς κόλασιν. Στενάξαι οὖν ἐστι τὰς βασάνους καὶ τὰς ἐπαγομένας τοῖς ἀμφοτέροις τιμωρίας. Τότε καὶ ἡμεῖς μέγα στενάξαντες ἀνακράξομεν μετὰ πικροῦ κλαυθμοῦ, λέγοντες· δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτε γὰρ ἦμεν ἐν τῷ παρελθόντι αἰῶνι, ἐφανέρωσας ἡμῖν ταῦτα διὰ τῶν ἁγίων Γραφῶν καὶ οὐκ ἐπιστεύομεν, ἀλλ᾽ ἐδίσταξεν ἡμῶν ἡ καρδία· νῦν δὲ ἐναργῶς βλέπομεν πάντα τοῖς ὀφθαλμοῖς.

Οὐαὶ ἡμῖν, ὅτι ἀπωλέσαμεν τὰς ἡμέρας ἡμῶν ἐν ἀμελείᾳ πολλῇ. Ταῦτα οὖν προγινώσκοντες, ἀγαπητοὶ ἀδελφοί, σπουδάσωμεν ἐκφυγεῖν ἐξ ἐκείνης τῆς αἰσχύνης καὶ κολάσεως αἰωνίου, ὅπως ἀξιωθῶμεν τῆς χαρᾶς τῶν δικαίων. Ἕως πότε τὰς ἐπιθυμίας τοῦ παλαιοῦ περιφέρωμεν ἀνθρώπου;

Ἕως τίνος τὸν ἑαυτῶν νοῦν ἐῶμεν εἰς τὰς ματαίας ἡδονὰς τοῦ αἰῶνος τούτου; Ἀνανήψωμεν λοιπόν. Ἐκνήψωμεν, ὡς ἐξ οἴνου, ἐκ τῆς μνήμης τοῦ ματαίου βίου. Ἄνω σχῶμεν τὸν νοῦν καὶ τὴν καρδίαν, ὅπου τὰ κάλλιστα, ὅπου ἡ ὄντως ζωὴ καὶ τὸ φῶς τὸ ἀληθινόν. Μισήσωμεν τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ. Καταφρονήσωμεν τῶν φθειρομένων, διὰ τὰ ἄφθαρτα· τῶν ἐπιγείων, διὰ τὰ οὐράνια. Ἀγαπήσωμεν τὸν Κύριον, τὸν ποιήσαντα ἡμᾶς, ἐν ὅλῃ δυνάμει, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Δεσπότην. Ἀγαπήσωμεν ἀλλήλους, διὰ τὸν Κύριον. Ὅρα γὰρ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν, εἶπε γὰρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Οὐκ εἴρηκεν, ἐὰν προσφέρητέ μοι μόσχους καὶ τράγους, ἀλλ᾽ εἴρηκεν, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Τηρήσωμεν οὖν τὴν ἀγάπην, ἀδελφοί, τὴν ἁγνείαν, τὴν ἡσυχίαν, τὴν ταπεινοφροσύνην, καὶ ὅσα πρέπει ἁγίοις. Μισήσωμεν τὴν ἀναισχυντίαν, τὴν πολυλογίαν.

Γέγραπται γάρ· ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Καὶ πάλιν λέγει· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, φωτίσῃ ὑμῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τοῦ δουλεύειν αὐτῷ ἐναρέτως πάσας τὰς ἡμέρας ὑμῶν, καὶ εὑρεῖν ἔλεος κατενώπιον αὐτοῦ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Μέμνησθε καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐπὶ τῶν προσευχῶν ὑμῶν, παρακαλῶ, ὅπως σπλαγχνισθῇ καὶ ἐπ᾽ ἐμὲ τὸν ἀνάξιον 〈ὁ〉 πάντων Δεσπότης· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.