Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 40-41: Ευσέβεια, αποφυγή της αμέλειας και πνευματική ανόρθωση

Προτροπές για απαλλαγή από τις κοσμικές μέριμνες, τον έλεγχο της ραθυμίας, την καλλιέργεια των αρετών και την ειλικρινή μετάνοια μετά από κάθε πνευματική πτώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 12

Περὶ εὐλαβείας. Παραίνεσις μʹ Ἀγαπητέ, πρόσεχε σφοδρῶς μὴ ἀπολέσαι τὴν εὐθεῖαν ὁδόν, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους· μήποτε περὶ τὰ τελευταῖά σου καὶ πρὸς Θεὸν καὶ ἀνθρώπους σκολιὸς εὑρεθήσῃ. Οὐαὶ γάρ, φησίν, οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους. Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ· ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Διὸ λέγει· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς· εἰ γὰρ ἐπορεύθησαν τρίβους ἀγαθάς, εὕροσαν τρίβους δικαιοσύνης λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾽ αὐτῆς. Ἀνάγκη οὖν βαδίζειν ἐν τῇ εὐθείᾳ ὁδῷ, κατὰ τὸν λέγοντα· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ ἀριστερά. Ἀπόστρεψον δὲ σὸν πόδα ἀφ᾽ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Κύριος· ὅθεν διεστραμμέναι εἰσὶν αἱ ἐξ ἀριστερῶν.

Τὸν Θεὸν φοβοῦ, καὶ ὁ φόβος αὐτοῦ συντηρήσει σε. Τήρησον τὰς ἐντολὰς αὐτοῦ, καὶ αἱ ἐντολαὶ αὐτοῦ ὁδηγήσουσί σε ἐν αὐτῇ. Αὐθάδεια δὲ ἢ λοιμότης ἢ βασκανία ἢ ὑπερηφανία καὶ τὰ ὅμοια τούτων, μηδὲ αὐλιζέσθωσαν κόλπῳ σου· μηδὲ λαιμαργία ἢ αἰσχρότης ἢ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκε. Πᾶς γὰρ ὁ ἐν τούτοις περιπατῶν, τὴν ὁδὸν τῆς ἀληθείας πεπλάνηται, συντρίβων ἑαυτὸν ἐν ταῖς ἀνοδίαις. Ὁ δὲ περιπατῶν ἐν τῇ ὁδῷ τῇ εὐθείᾳ, προσάξει αὑτὸν εἰς τὴν μονήν.

Μὴ οὖν ἀπολέσῃς τὴν ἀνυπόκριτον εὐλάβειαν, ἀγαπητὲ ἀδελφέ. Εὐλάβεια δέ ἐστιν, ἀπέχεσθαι ἀπὸ παντὸς εἴδους πονηροῦ. Εἰ δὲ συμβῇ ἡμᾶς ὀνειδισθῆναι περὶ ἀγαθοῦ ἔργου, μὴ ἐντραπῶμεν τὸν ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἀνθρώπων ἀδίκως ἡμῖν ἐπαγόμενον καὶ πράξωμεν ἃ μὴ δεῖ. Γέγραπται γάρ· λαός μου, οὗ ὄνομά μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ ἱμάτιον παλαιωθήσεται ὑπὸ χρόνων καὶ ὡσεὶ ἔριον βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Καὶ πάλιν λέγει· ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. Διόπερ κἂν δόξῃ παρ᾽ αὐτοῖς κεκρικέναι καὶ ἄρχειν, μὴ δειλιάσωμεν, μηδὲ ἐγκαταλίπωμεν εὐθεῖαν ὁδόν, κατὰ τὸν λέγοντα· ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ πάλιν λέγει· ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. Καί· μὴ ζήλου δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τίς ἔσται ἡ καταστροφὴ αὐτοῦ.

Κρεῖσσον γὰρ πάντα κατὰ Θεὸν πράττειν καὶ ἐπαινεῖσθαι ἐν Κυρίῳ, ἢ ἀναστρέφεσθαι κακῶς καὶ ἔχειν αἰσχρὰν φήμην. Τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ οὖν ἐκκλίνῃς εἰς τὰς ἀνοδίας ἀπὸ ὁδοῦ εὐθείας, μήποτε περικυκλώσωσί σε θηρίων ἀγρίων πλῆθος, μήποτε συνοχὴ ὑδάτων πολλῶν. Καὶ τότε μεταμεληθήσῃ ὀδυνάμενος. Τίς γὰρ ὀδυνᾶται; Οὐχὶ ὃν τὰ κακὰ περιέχει; Ὁ Θεὸς γάρ, φιλάνθρωπος καὶ ἀγαθὸς ὑπάρχων, κακὸν οὐ βούλεται τῷ πλάσματι αὑτοῦ. Κατὰ τὸν λέγοντα· οὐ γὰρ τέρπεται ἐν ἀπωλείᾳ τῶν ζώντων. Δικαιοσύνη γὰρ ἀθάνατός ἐστι.

Καὶ ἐν ἑτέρῳ λέγει· μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ τοῦ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος.

Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Ἐπιθυμία μήτηρ ἁμαρτίας. Αὕτη ἐξέβαλεν Εὔαν ἐκ τοῦ παραδείσου. Αὕτη τὸν Κάϊν ἀδελφοκτόνον ἀπετέλεσεν. Αὕτη ἐποίησε τὴν Αἰγυπτίαν μανῆναι κατὰ τοῦ σώφρονος Ἰωσήφ· ὁ δὲ νέος τὸν Θεὸν φοβούμενος, ταύτην κατέβαλεν. Αὕτη κατέστρωσε τὸν λαὸν ἐν τῇ ἐρήμῳ. Αὕτη καθεῖλεν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν· δι᾽ ἧς καὶ παρώξυναν τὸν ποιήσαντα αὐτούς, ὅθεν ἐξωλοθρεύθησαν.

Αὕτη ἐξέκλινε τὰς καρδίας τῶν υἱῶν Ἰσραὴλ ἀπὸ Ὑψίστου. Καθὼς γέγραπται· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐχρεμέτιζεν. Αὕτη ἠπάτησε τοὺς κριτὰς τοῦ λαοῦ ἐν Βαβυλῶνι.

Ἐπιθυμία κακὴ μήτηρ ἁμαρτίας. Αὕτη ἐξήγειρε πολέμους καὶ ταραχὰς ἐπὶ τῆς γῆς. Αὕτη κατεσκεύαζε τὴν Ἡρωδιάδα αἰτήσασθαι τὴν κεφαλὴν τοῦ Βαπτιστοῦ. Ταύτην φιλήσας Ἰούδας παρέδωκε τὸν Κύριον τῆς δόξης εἰς χεῖρας ἀνόμων· χρυσὸν ποθήσας, ζωὴν ἀπώλεσε.

Διὸ φεύγωμεν πᾶσαν ἐπιθυμίαν κακήν, ἀγαπητοὶ ἀδελφοί. Ταύτην ἀπωσώμεθα ἀπὸ καρδίας ἡμῶν. Μὴ φεισώμεθα αὐτῆς. Οὐ γάρ ἐστι κάρπιμον, ἀλλ᾽ ἔστι βλάστημα Διαβόλου. Οὐκ ἔστι τραῦμα, οὐδὲ μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθῆναι, οὔτε ἔλαιον, οὔτε κατάδεσμον.

Τραῦμά ἐστι ψυχῆς καὶ πληγὴ καρδίας. Αὕτη ἡμᾶς ἀποκόπτει ἐκ τῆς τῶν Ἁγίων συνοδίας. Αὕτη ἡμᾶς κατασπᾷ ἐκ τῶν οὐρανῶν, καὶ εἰς γήϊνα συνδεσμεύει. Δένδρον ἐστὶ φύλλα ἔχον, καρπὸν δὲ μηδ᾽ ὅλως. Φύλλα ἔχει καὶ δασῆ, καὶ ἐν τοῖς δασέσιν αὐτοῦ γεννήματα ἐχιδνῶν. Ἔκκοψον τὸ δένδρον τῆς κακίας καὶ φύτευσον ἀντ᾽ αὐτοῦ, ἐν τῇ ψυχῇ σου, δένδρον ζωῆς, τὸν τίμιον σταυρόν, τὰς ἐλπίδας τοῦ Σωτῆρος, τὰ παθήματα τοῦ θανάτου αὐτοῦ. Ἡ ἀγάπη αὐτοῦ ἔστω ἐν τῇ καρδίᾳ σου, ὥσπερ σκόπελος παρακείμενος ἐν θαλάσσῃ, προσκαλούμενος τὰ ἐν πελάγει χειμαζόμενα πλοῖα εἰς λιμένα ζωῆς. Ἀγωνίζου, ὡς καλὸς στρατιώτης, ἵνα ἐπιτύχῃς τῶν στεφάνων.

Ἄκουε τοῦ λέγοντος· εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ. Ὅταν νομίμως ἀγωνίσῃ, τότε ἐπιγνώσῃ ἀσφαλῶς καὶ τὰς δωρεὰς τοῦ Βασιλέως· τότε ἐπιγνώσῃ, ὅτι καλὸν καὶ ὠφέλιμον καὶ ἀγαθὸν τὸ ἐπιγνῶναι, καὶ τὸν Κύριον ὑπομένειν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν· τότε αἰσθήσῃ τοὺς πόνους ὡς δι᾽ ὀνείρου παρελθόντας, τῇ ὧδε ἀνταποδόσει. Ὥσπερ διάδημα ἐπὶ κεφαλὴν βασιλέως καθημένου ἐπὶ βασιλείας αὑτοῦ, οὕτως γίνεταί σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ. Δῴη δὲ ἡμῖν ὁ Κύριος εὑρεῖν ἔλεος ἐνώπιον τῆς ἀγαθότητος αὑτοῦ, καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ τῶν ἐκπιπτόντων ἐξ οἰκείας ἀμελείας, καὶ προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις. Παραίνεσις μαʹ Ἀδελφέ, τὸν μονήρη βίον ἐπεθύμησας; Καλοῦ ἔργου ὀρέγῃ, ἐὰν φυλάξῃς εἰς τέλος. Νῆφε οὖν καὶ πρόσεχε σεαυτῷ, ὡς σοφὸς καὶ μὴ ὡς ἄσοφος· ὡς μοναχὸς καὶ μὴ ὡς ἀμόναχος. Οὐ γάρ ἐστιν ἡ πάλη ἡμῶν πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Νῆφε οὖν ἄχρι τέλους, μήποτε ἡττηθέντος σου ἐκ τῆς οἰκείας ἀμελείας καὶ ἀπροσεξίας, εἴπῃς ἐν ἀφροσύνῃ· καὶ εἰς τὸν μοναχὸν ἦλθον, καὶ οὐδὲ ἐκεῖ εὗρον ὁδὸν σωτηρίας. Τί οὖν, ἀδελφέ, ἀθετοῦμεν τὴν χάριν τοῦ Κυρίου; Διατί δὲ καὶ διασύρεις τὸν μονήρη βίον, σοῦ μὴ βουληθέντος ὠφεληθῆναι, μηδὲ πονῆσαι περὶ τῆς ψυχῆς σου, ἀλλὰ συναπαχθεὶς μᾶλλον ταῖς ἐπιθυμίαις σου καὶ ἡδοναῖς λογισμῶν; Καὶ αἰτιᾶσαι ἔτι τὸν μονήρη βίον; Εἰ γὰρ ἐφύλαξας τὰς ἐντολὰς τοῦ Κυρίου, οὐκ ἂν παρέπεσες· καὶ τὸν φόβον τοῦ Θεοῦ εἰ ἠγάπησας, διετήρει τὴν ψυχήν σου. Πρῶτον μὲν τὸν κανόνα τοῦ μοναδικοῦ βίου οὐκ ἐφύλαξας, τῆς συνάξεώς σου ἠμέλησας, πλαγίως πορεύεσθαι ἠγάπησας, ὑψηλοφροσύνην μᾶλλον ἠγάπησας, τοὺς μειζοτέρους σου ἐξουδένωσας.

Ἐγκράτειαν οὐκ ἠγάπησας, ἀδηφαγίαν δὲ μᾶλλον ἠγάπησας· ἀγρυπνίαν οὐκ ἠγάπησας, τὸν δὲ ἀκόρεστον ὕπνον ἠγάπησας· τὴν ἁγνείαν οὐκ ἠγάπησας, τὸν δὲ μιασμὸν μᾶλλον ἠγάπησας· πρᾳότητα καὶ ταπεινοφροσύνην οὐκ ἠγάπησας, ὑπερηφανίαν δὲ μᾶλλον ἠγάπησας· τὴν ὑποταγὴν οὐκ ἠγάπησας, τὴν δὲ ἀνυποταγὴν μᾶλλον ἠγάπησας· θυμὸν καὶ ὀργὴν οὐκ ἐμίσησας, ἐριθείαν δὲ καὶ μνησικακίαν μᾶλλον ἠγάπησας· ἡσυχίαν καὶ προσευχὴν οὐκ ἠγάπησας, κραυγὴν δὲ καὶ ὅρκον μᾶλλον ἠγάπησας· τὴν σεμνότητα καὶ εὐλάβειαν οὐκ ἐφύλαξας, εὐτραπελίαν δὲ μετὰ γελοιαστῶν μᾶλλον ἠγάπησας· σιωπὴν καὶ εὐθύτητα οὐκ ἠγάπησας, πολυλογίαν δὲ καὶ καταλαλιὰν μᾶλλον ἠγάπησας· ἑστάναι ἐν προσευχῇ μετὰ κατανύξεως οὐκ ἠγάπησας, ῥέμβεσθαι δὲ μᾶλλον ἠγάπησας· ἀκτημοσύνην οὐκ ἠγάπησας, φιλαργυρίαν δὲ μᾶλλον ἠγάπησας· τὴν ἄσκησιν καὶ φιλοπονίαν οὐκ ἠγάπησας, τρυφὴν δὲ καὶ σπατάλην μᾶλλον ἠγάπησας· ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν οὐκ ἠγάπησας, ἀναπατεῖν δὲ μᾶλλον ἠγάπησας· φιλαδελφίαν οὐκ ἠγάπησας, χαίρειν δὲ ἐπὶ διαστροφῇ κακῇ μᾶλλον ἠγάπησας· συμπαθεῖν θλιβομένοις οὐκ ἠγάπησας, σκληρὸς δὲ καὶ ἀσυμπαθὴς εἶναι μᾶλλον ἠγάπησας· θλῖψιν καὶ ὀνειδισμοὺς ὑπομεῖναι διὰ τὸν Κύριον οὐκ ἠγάπησας, προκαθεδρίαν δὲ καὶ ἐπαίνους ματαίους μᾶλλον ἠγάπησας· τὸν φόβον Θεοῦ καὶ τὴν ἀγάπην αὐτοῦ οὐκ ἐφύλαξας, τὴν δὲ ἀφοβίαν καὶ τὴν μισαδελφίαν μᾶλλον ἠγάπησας.

Καὶ τί ἔτι λέγω; Τὰ οὐράνια ἐμίσησας καὶ τὰ ἐπίγεια ἠγάπησας, καὶ ἔτι τὸν μονήρη βίον αἰτιᾶσαι; Οὐκ οἶδας ὅτι γέγραπται· ἀπολεῖ Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; Καὶ πάλιν· καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὅτι ὁ Θεὸς κριτής ἐστιν.

Ὁρᾷς, ἀδελφέ, ὅτι ἡ αἰτία ἐξ ἡμῶν ἐστι καὶ οὐκ ἐξ ἑτέρων; Ἐλθὲ οὖν εἰς ἑαυτόν, καὶ ἐπίστρεψον ἐπὶ τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ· οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν. Θέλει γὰρ ὁ Κύριος τοὺς πάντας σωθῆναι· ἀγαθὸς γὰρ ὑπάρχει. Ἐτρώθης, ἀλλὰ δύνασαι ἰαθῆναι. Ἔπεσας, ἀλλὰ ἀνάστηθι μόνον. Μὴ ἔκδος ἑαυτὸν εἰς τέλος τῇ ἀπωλείᾳ.

Αὐτὸς γὰρ ὁ Σωτὴρ ἡμῶν εἴρηκεν· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Καί· οὐκ ἦλθον δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλούς. Διό, ἀγαπητὲ ἀδελφέ, ἀνάσχου, καὶ συμβουλεύσω σοι ῥῆμα· καθέζου ἐν ἡσυχίᾳ καὶ ἄγαγε πρὸ ὀφθαλμῶν σου τὸν φόβον τοῦ Κυρίου· καὶ ἐπισυνάξας σου τοὺς λογισμούς, κάθου αὐτοῖς ὡς κριτής, καὶ κατάμαθε τὴν διαγωγὴν τοῦ παρελθόντος χρόνου, ἀφ᾽ οὗ καὶ ἤρξω εἰς τὸν μονήρη βίον, ἵνα ἐπιγνῷς τὴν γενομένην σοι αἰτίαν τῆς τοιαύτης καταστάσεως, καὶ σημείωσαι ἐν τῇ καρδίᾳ σου τὸ βλάβος καὶ τὴν αἰτίαν, καὶ πόθεν ἡ αἰτία ἐγκέκυφε τῆς τοιαύτης ζημίας. Ἐὰν γὰρ περιπέσῃ ἔμπορος πειραταῖς, εἴτε ὑποβρύχιον γένηται τὸ πλοῖον καὶ ἀπολέσῃ τὸν γόμον, οὐκ ἐπιλανθάνεται τοῦ τόπου, ἔνθα τὸν γόμον ἀπώλεσεν· εἰ δὲ καὶ μετὰ χρόνον ἱκανὸν συμβῇ αὐτῷ παριέναι τὸν τόπον, μετὰ ὑποψίας πολλῆς δι᾽ αὐτοῦ παρέρχεται. Ἐσόμεθα οὖν καὶ ἡμεῖς ἐκείνους μιμούμενοι, μᾶλλον δὲ σοφώτεροι. Ἐκεῖνοι τὸν πλοῦτον τὸν φθαρτὸν ἀπολέσαντες, τοῦ τόπου οὐκ ἐπιλανθάνονται· ἡμεῖς δὲ ἄφθαρτον.

Τοιγαροῦν καθέζου ἐν ἡσυχίᾳ, καθὼς προείρηται, καὶ ἐπισυνάγαγέ σου τοὺς λογισμούς, καὶ σκάλευε τὸ πνεῦμά σου ἡμέρας καὶ νυκτός, ἵνα ἐπιγνῷς τὴν αἰτίαν τῆς τοιαύτης ζημίας καὶ καταστροφῆς· μήποτε ἀπ᾽ ἀρχῆς παρρησίαν ἐκτήσω, καὶ ἡ παρρησία ἀνέτρεψέ σου τὸν εὐτελῆ λογισμόν, καὶ τὰ ἤθη διέφθειρε, καὶ ἀναιδῆ καὶ ἀναίσχυντον ἀπετέλεσε· μήποτε ἐκ τῆς πολυλογίας τὸ βλάβος ἐγκέκυφε· μήποτε ἐκ τῆς γαστριμαργίας ἡ αἰτία γέγονε· μήποτε ἐκ τῆς ἀνυποταγῆς τὸ βλάβος γέγονε· μήποτε ἐξ ὀρέξεων διαφόρων τόπων· μήποτε ἐκ προφάσεως διακονίας καὶ τῶν περισπασμῶν τὸ μέγιστον κακὸν παρεσκεύασε. Καὶ ἐπιγνοὺς ἀπόκοψον τὴν παρρησίαν καὶ τὴν ἀναίδειαν διὰ τῆς εὐλαβείας. Μὴ αἰσχυνθῇς κληθῆναι ὑποκριτὴς ὑπὸ τῶν ἀθετούντων τὰς ἐντολὰς τοῦ Κυρίου. Δῆλον γὰρ ὅτι οὐ κατὰ διόρθωσιν τοῦ ἀδελφοῦ τὴν μνήμην τῆς ὑποκρίσεως ἄγουσιν, ἀλλ᾽ ἵνα ἐκτραπεὶς ὁ ἀδελφός, ἀναιδὴς καὶ ἀναίσχυντος καὶ ἀλλότριος τῆς δικαίας γνώμης γένηται.

Τοὺς γὰρ εὐλαβεῖς ὑποκριτὰς ὀνομάζουσι. Πρὸς οὓς ὁ Δεσπότης λέγει· ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. Μὴ οὖν ἐντραπῇς τὸν ὀνειδισμόν, ἀγαπητὲ ἀδελφέ· ἀπαιδευσίαν δὲ μὴ ἀναλάβῃς· ἀπαιδεύτοις γὰρ συναντᾷ θάνατος, ἡ ἁγία Γραφὴ λέγει. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν.

Καὶ ἐν ἑτέρῳ λέγει· εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοί ἐστε, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπέπαυται. Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ ὡς κλέπτης ἢ ὡς ἀλλότριος ἐπίσκοπος· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Φεῦγε τοιγαροῦν τὴν παρρησίαν καὶ τὸν γέλωτα· οὐ γὰρ συμβάλλεται τῇ ψυχῇ σου· τίς γὰρ μερὶς πιστῶν μετὰ ἀπίστου; Ὁμοίως δὲ καὶ τὴν γαστριμαργίαν δάμασον διὰ τῆς ἐγκρατείας· τὴν φιλαργυρίαν διὰ τῆς ἀσκήσεως καὶ ἀκτημοσύνης· τὴν πολυλογίαν διὰ τῆς σιωπῆς· τὴν ἀκαθισίαν διὰ τῆς ὑπομονῆς τοῦ κελλίου· τὴν ὀλιγωρίαν διὰ τῆς μνήμης τῶν μελλόντων ἀγαθῶν· τὴν ἀνυποταγὴν διὰ τῆς ταπεινοφροσύνης. Εἰ δὲ καὶ προφάσει μισοπονηρίας τὸ κακόν σοι παρεσκεύασεν ὁ Ἐχθρός, τοῦ λοιποῦ σεαυτὸν ἁγνὸν τήρει· μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Κατὰ δὲ τὴν ἐμὴν γνώμην λογίζομαι, ὅτι ἀρχὴ κακῶν γέγονεν ἡ παρρησία· καὶ αὕτη σε ἀναίσχυντον ἀπειργάσατο. Διὸ λέγει· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾽ εὐλάβειαν.

Τί δὲ κέρδος ἔχει ὁ κόσμος; Ἢ τί ἀγαθὸν παρέξει τοῖς ἀγαπῶσιν αὐτόν; Ἔλαβέ τις γυναῖκα; Ἀρχὴ μερίμνης. Ἐγέννησεν υἱόν; Φροντὶς ἑτέρα. Ἐτέχθη ἄλλος; Περισσοτέρα ἡ μέριμνα. Ἀπέθανεν ὁ εἷς υἱός; Ἀπέλιπε τοῖς γεννήσασιν αὐτὸν πένθος. Ἐὰν δὲ καὶ ὁ ζῶν ἀποβῇ κακόφρων, ὀδυνᾶται περὶ αὐτοῦ μᾶλλον ἢ περὶ τοῦ τεθνηκότος. Ὅταν δὲ ἔλθῃ τῷ ἀνδρὶ ἡ ὥρα τοῦ θανάτου αὐτοῦ, χείρω τοῦ θανάτου τὴν θλῖψιν λογίζεται, ὅτι τὴν μὲν γυναῖκα αὑτοῦ κατέλιπε χήραν, τὰ δὲ τέκνα αὑτοῦ ὀρφανά. Καὶ τούτων πάντων ἠλευθέρωσέ σε ὁ ζυγὸς τοῦ Χριστοῦ, μοναχέ, καὶ πῶς πάλιν εἰς τὰ ἀρχαῖα βούλει ἀνακάμψαι; Μὴ ἀπογίνωσκε σεαυτοῦ, μηδὲ λέγε ὅτι οὐκέτι δύναμαι σωθῆναι. Ἀλλὰ καὶ σφόδρα δύνῃ σωθῆναι. Τὸν φόβον τοῦ Θεοῦ ἀγάπα ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ αὐτὸς ἰᾶταί σου τὰ τραύματα καὶ ἄτρωτόν σε τοῦ λοιποῦ διαφυλάξει. Ἐν ὅσῳ γὰρ τὸν φόβον τοῦ Κυρίου ἀγαπᾷ ἡ ψυχή σου, οὐ μὴ ἐμπέσῃς εἰς τὰς παγίδας τοῦ Διαβόλου, ἀλλ᾽ ἔσῃ ὡς ἀετὸς εἰς τὰ ὕψη πετόμενος. Ἐὰν δὲ μετὰ ταῦτα ἀμελήσασα ἡ ψυχὴ καὶ καταφρονήσασα τοῦ φόβου τοῦ Θεοῦ, καθαιρηθεῖσα τῶν ὑψωμάτων, παίζεται ὑπὸ τῶν κατωτάτων, οἳ καὶ κατακαλύψαντες τοὺς ὀφθαλμοὺς αὐτῆς, ἐλαύνουσιν αὐτὴν εἰς τὰ πάθη τῆς ἀτιμίας, ὡς βοῦν συνεζευγμένην τῇ μηχανῇ.

Διό, ἀγαπητὲ ἀδελφέ, φροντίσωμεν τῆς ἀληθείας. Φροντίσωμεν τῆς ἑαυτῶν σωτηρίας. Φροντίσωμεν τὴν ὥραν τοῦ θανάτου. Μισήσωμεν τὰ κοσμικὰ πράγματα. Ταῦτα πάντα ὧδε μένει. Ταῦτα οὐκ ἐξελεῖται ἡμᾶς ἐν ὥρᾳ τῆς ἀνάγκης· ὅτε μεταμελόμενοι, οὐδὲν ὠφελοῦμεν· ὅτε παρακαλοῦμεν τοῦ ἀφεθῆναι ἡμᾶς, καὶ οὐδεὶς ὁ ἀπολύων. Οἴμοι, οἴμοι, οἵα φοβερὰ τυγχάνει ἡ ὥρα τοῦ θανάτου, ὅτε χωρίζεται ἡ ψυχὴ ἀπὸ τοῦ σώματος! Τότε οὐ πατὴρ συνοδεύει υἱῷ, οὐ μήτηρ θυγατρί, οὐ γυνὴ ἀνδρί, οὐκ ἀδελφὸς ἀδελφῷ, εἰ μὴ ἑκάστου αἱ πράξεις, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.

Τοιγαροῦν προαποστείλωμεν ἑαυτοῖς πράξεις ἀγαθάς, ἵνα ὅταν πορευθῶμεν, δέξωνται ἡμᾶς εἰς τὴν πόλιν τῶν ἁγίων. Ἐὰν βούλει προκόπτειν, αὐτὸν τὸν Βασιλέα φίλον κτῆσαι ἀπεντεῦθεν. Οἵαν δόξαν δοκεῖς εὑρεῖν, ἀγαπητὲ ἀδελφέ, ἐάνπερ ἀπεντεῦθεν κτήσῃ φίλον τὸν Βασιλέα τῆς δόξης; Ὡς γὰρ τιμᾷς ὧδε, τοιοῦτον βαθμὸν παρέξει σοι· καὶ οἷος δουλεύεις αὐτῷ ὧδε, τοσοῦτον καὶ αὐτὸς τιμήσει σε ἐκεῖ. Γέγραπται γάρ· ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται.

Τίμα οὖν αὐτὸν ἐν ὅλῃ τῇ ψυχῇ σου, ὅπως ἀξιώσῃ σε τῆς τιμῆς τῶν Ἁγίων. Ἐν τίνι δὲ δεῖ κτήσασθαι αὐτόν; Πρόσφερε αὐτῷ χρυσίον, ἀργύριον· ἐὰν ἴδῃς γυμνόν, περίβαλλε. Εἰ δὲ οὐχ ὑπάρχει σοι οὐδὲν τούτων, πρόσφερε αὐτῷ ἕτερα ἤδη τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου τιμιώτερα· πίστιν, ἀγάπην, ἐγκράτειαν, ὑπομονήν, μακροθυμίαν, ταπεινοφροσύνην. Ἀπέχου ἀπὸ καταλαλιᾶς. Τήρει σου ὀφθαλμοὺς τοῦ μὴ ἰδεῖν ματαιότητας, καὶ τὰς χεῖράς σου μὴ ποιεῖν ἄδικον. Τοὺς πόδας σου ἀπόστρεψον ἀπὸ ὁδοῦ κακῆς.

Παρακάλει ὀλιγωροῦντας· συμπάθησον ἀσθενοῦντας. Δὸς ποτήριον ψυχροῦ διψῶντι· δὸς κλάσμα ἄρτου πεινῶντι. Ἐξ ὧν ἔχεις, ἐξ ὧν αὐτός σοι ἐχαρίσατο, πρόσφερε αὐτῷ· καὶ γὰρ τὰ δύο λεπτὰ τῆς χήρας οὐκ ἀπεβάλλετο ὁ Χριστός. Τί δὲ καὶ ᾐτήσατο Ἠλιοὺ παρὰ τῆς χήρας; Οὐχὶ ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ ψωμὸν ἄρτου; Καὶ ἀναστὰς Ἠλίας ἐπορεύθη εἰς Σαρεπτὰ τῆς Σιδῶνος καὶ ἤγγισεν εἰς τὸν πυλῶνα τῆς πόλεως· καὶ ἰδοὺ χήρα γυνὴ συλλέγουσα ξύλα. Καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιού, καὶ εἶπε· λήψῃ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ἠλιού, καὶ εἶπε· λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου.

Ὁρᾷς, ἀγαπητέ, ἐν τίσιν ἐτρέφοντο οἱ ἅγιοι Προφῆται; Ἐν ὀλίγῳ ὕδατι καὶ ψωμῷ ἄρτου, καὶ αὐτῷ μετὰ στενοχωρίας· εἶχον γὰρ τὴν πᾶσαν σπουδὴν εἰς τὰ ἀποκείμενα αὐτοῖς ἀγαθὰ ἐν τοῖς οὐρανοῖς. Ἀγαπήσωμεν οὖν καὶ ἡμεῖς τὴν τῶν Ἁγίων ὁδόν, ἀδελφοὶ ἀγαπητοί.

Ὡς ἔτι ἔχομεν καιρόν, ποιήσωμεν αὐτῷ καρπὸν καλὸν μετανοίας. Μὴ ἀπολέσωμεν καιρὸν ἐπιτήδειον εἰς μετάνοιαν, μηδὲ μετεωρισθῶμεν ταῖς φαντασίαις τοῦ κόσμου τούτου, μηδὲ μετὰ ἀνδρῶν ἐν ἀφοβίᾳ Θεοῦ διατελούντων τὰ ἔργα αὐτῶν μὴ συνάψωμεν ἑαυτούς, μηδὲ ζηλώσωμεν τὰ ἔργα τῶν καταφρονούντων τῆς ἑαυτῶν σωτηρίας· κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Καὶ ἐν ἑτέρῳ λέγει· ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφήσῃς, ἀλλὰ φύλαξον ἑαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβεῖς μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾽ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφαιρεῖται ὁ ὕπνος αὐτῶν, καὶ οὐ γὰρ κοιμῶνται. Οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.

Αἱ δὲ ὁδοὶ τῶν δικαίων φωτὶ λάμπουσι· προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Καὶ πάλιν λέγει· μὴ γίνου ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ 〈καὶ〉 λάβῃς βρόχους τῇ σῇ ψυχῇ. Καὶ πάλιν ἐν ἑτέρῳ λέγει· οὗτοί εἰσι πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ὑπέρογκα ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίᾳ σαρκὸς ἀσελγείας τοὺς λόγους ἀποφεύγοντας τοὺς εὐθεῖς καὶ τοὺς ἐν πλάνῃ ἀναστρεφομένους· ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου τούτου ἐν ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Καὶ πάλιν λέγει ἐν ἑτέρῳ· παρακαλοῦμεν δὲ ὑμᾶς σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾽ αὐτῶν. Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐγλωττίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.

Φύγωμεν οὖν τὴν πλατεῖαν ὁδόν, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· ποθήσωμεν δὲ τὴν στενήν, τὴν ἐπάγουσαν εἰς τὴν αἰώνιον βασιλείαν. Πονέσωμεν ὧδε ἑκουσίως, πρὸ τοῦ ἡμᾶς πονέσαι ἀκουσίως. Μισήσωμεν τὸν ἐμπαθῆ κόσμον καὶ τὸν ἐμπαθῆ βίον. Ποιήσωμεν ἑαυτοῖς τροχιὰς ὀρθάς.

Ἀγαπήσωμεν τὴν σπουδήν, ζέοντες πρὸς Κύριον τῷ πνεύματι. Κλαύσωμεν ὧδε ἑκουσίως, ἵνα Θεὸν δυσωπήσαντες ἐξελῆται ἡμᾶς τοῦ αἰωνίου πυρὸς καὶ βρυγμοῦ τῶν ὀδόντων. Ἀγαπήσωμεν τὸ πένθος, ὅτι τοῦ Χριστοῦ ἐστιν ἐντολή· αὐτὸς γὰρ εἴρηκε· μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται.

Ἐννοηθῶμεν, ἀγαπητοὶ ἀδελφοί, τοὺς τὴν θάλασσαν πλέοντας, οἵους κινδύνους ὑπομένουσι θαλασσομαχοῦντες καὶ τὰ μεγέθη τῶν πελαγῶν διαπερῶντες. Ἡνίκα δέ τις πληρώσῃ τὸν χρόνον τῆς μισθώσεως αὑτοῦ, οὐ προσποιεῖται τοὺς κινδύνους, οὓς ὑπέστη θαλασσομαχῶν, διὰ τὴν χαράν, ὅτι ἀπέλαβε πλήρη τὸν μισθὸν αὑτοῦ· μᾶλλον δὲ καὶ προθύμως καθίσταται τοῦ πλέειν ἐν τῇ θαλάσσῃ. Ἐκεῖνοι μέν, ὅτε τελέσωσι, τότε ἄρχονται· ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐὰν φθάσωμεν καλῶς τελέσαι τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐκέτι ἡμῖν ἀνάγκη ἐπίκειται πάλιν τῷ αὐτῷ δρόμῳ χρήσασθαι· ἀδύνατον γάρ ἐστι τοῦτο.

Μικρὸς ὁ ἀγών, ἀδελφοί, καὶ ἀνεκδιήγητος ἡ μισθαποδοσία. Ἥκωμεν οὖν εἰς τὸ ἔργον τοῦ Κυρίου, ἀγαπητοί, ἐν ὅλῃ καρδίᾳ καὶ δυνάμει, ὡς καιρὸν ἔχομεν. Ὥσπερ γὰρ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ κλῆσις τοῖς ἁγίοις, οὕτως καὶ τὰ ἐναντία τοῖς ἐναντίοις ἡτοίμασται ἀπ᾽ ἀρχῆς. Διὸ μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ὅτι παρ᾽ αὐτοῦ λήψεται τὸν στέφανον, ὃν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.