Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγοι παρααινετικοὶ πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχούς

Ἐφραίμ ὁ Σύρος

Παραινέσεις 15-22: Πνευματικός αγώνας, νήψη και αντιμετώπιση της ακηδίας

Συμβουλές για την οικοδομή της ψυχής, την αποφυγή της κενοδοξίας, την προθυμία κατά τις συνάξεις και τον αγώνα εναντίον της ακηδίας, της φιλαργυρίας και των λογισμών απογνώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 12

Παραίνεσις ιεʹ Κατὰ μέρος οἰκοδομεῖται πόλις, καὶ μετὰ κυβερνήσεως γίνεται πόλεμος. Οὐ δύναται ὁ ἄπειρος, ὡς ἔμπειρος, κατέχειν τόξον, καὶ οὐ δύναται παιδίον τρέχειν ἐπ᾽ ἴσης ἀνδρός. Ἐὰν ἐπιθήσῃς παιδίῳ βάρος ὑπὲρ δύναμιν, βλάψεις αὐτῷ, καὶ ἐὰν ἀμελήσῃς τοῦ παιδεύειν αὐτῷ, ἄχρηστον ἀποβήσεται.

Οὕτω δεῖ καὶ ἀρχάριον μετὰ διακρίσεως κυβερνᾶσθαι, καὶ μὴ κατὰ κενοδοξίαν ἐπιτιθέναι αὐτῷ βάρος, μηδὲ καταφρονεῖν τῆς ψυχῆς αὐτοῦ. Ἀλλ᾽, ὡς σοφός, ἀναλόγισαι σὺ πῶς ὑπετάγης τῷ μειζοτέρῳ σου καὶ οὕτω κατὰ μέρος ἐπιχορηγήσει αὐτῷ τὴν ἄσκησιν. Ἀλλὰ μηδὲ κατὰ πάθος φιλαργυρίας δίωκε τὸν ἀδελφὸν εἰς τὸ ἔργον, ὅτι καρδιογνώστης ἐστὶν ὁ Κύριος. Ἀλλ᾽ ὡς παρὰ Θεῷ τὴν ἀνταπόδοσιν λαβεῖν ἐλπίζων, δίδασκε αὐτὸν τὰ ἔπαθλα τῶν ἀρετῶν, καὶ τοῦ σεμνοῦ βίου τὴν διαγωγήν.

Ἐὰν μετὰ τὴν συμπλήρωσιν τῆς ἀγρυπνίας καὶ τοῦ συνήθους κανόνος βουληθῇς ἀγρυπνῆσαι κατὰ σεαυτόν, ὁ δὲ ὑποτεταγμένος θελήσῃ καθευδῆσαι μικρόν, δὸς αὐτῷ ἀνάπαυσιν· οὐ γὰρ δύναται παιδίον δραμεῖν, ὡς προείρηται, ἐπ᾽ ἴσης τελείου. Κἂν ἀσθενῇ τῷ σώματι, μὴ ἀποβαλοῦ αὐτόν, ἀλλὰ συγκοπίασον αὐτῷ μακροθυμῶν ἐπ᾽ αὐτῷ, ὡς σοφὸς γεωργός, φυτεύσας φυτὸν ἀγαθὸν ἐν τῷ ἀγρῷ αὐτοῦ. Σπουδὴ δέ σοι πᾶσα γένηται παραστῆσαι τὸ σῶμα αὐτοῦ θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, ὅπως μὴ συγκατακριθῶμεν, οὓς ὁ Ἀπόστολος αἰτιᾶται, λέγων· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Πᾶσαν οὖν ἀγαθὴν πρᾶξιν ἐκδίδασκε τὸν ὑποτεταγμένον, διότι γέγραπται· ἐὰν ἐξάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Εἰ γὰρ οἱ καθηγηταὶ τοῦ αἰῶνος τούτου οὐ παραιτοῦνται τὰς δυσχερείας τῶν νηπίων ψυχῶν, οὐδὲ ἀναίνονται παιδίοις συναναστρέφεσθαι διὰ τὴν τῶν ἀνθρώπων ἀνταπόδοσιν, πόσῳ μᾶλλον χρὴ τοὺς τελείους ἀνέχεσθαι τῶν ἀσθενῶν διὰ τὸν Κύριον; Γέγραπται γάρ· τάδε λέγει Κύριος· μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ.

Καὶ αὐτὸς οὖν, ἀγαπητέ, μὴ ἀπαναίνου νουθεσίαν πατρός σου τοῦ γεννήσαντός σε ἐν Κυρίῳ. Λέγει γὰρ ὁ Ἀπόστολος· πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Διὸ ἐν τῷ ψαλμῷ λέγει· παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

Εἰ γὰρ οἱ νοσοῦντες κατὰ σάρκα βιάζονται τὴν ἑαυτῶν φύσιν τηρεῖν ὅσα ἂν αὐτοῖς ἰατροὶ προστάσσουσιν, οὐ πολλῷ μᾶλλον χρὴ ἡμᾶς ὑπακούειν τοῖς πεπιστευμένοις τὴν ἴασιν τῶν ψυχῶν ἡμῶν; Θελήσωμεν δὲ ἐκμανθάνειν καὶ τὰ ἐντάλματα τοῦ Ἁγίου Πνεύματος. Εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἐξηγηταὶ ἐπιμελῶς κέχρηνται τῇ ἀναγνώσει τῆς μὴ οὔσης σοφίας—ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν—πολλῷ μᾶλλον χρὴ ἡμᾶς μελετᾶν καὶ ἐκμανθάνειν τὰ λόγια τοῦ Θεοῦ πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Καὶ μακαρίζει τὸ Πνεῦμα τὸ Ἅγιον τοὺς ἐξερευνῶντας τὰ μαρτύρια αὐτοῦ, λέγον· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ὅτι ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ λέγει· μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἄκουε καὶ τοῦ Ἀποστόλου λέγοντος· πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ εἶναι χαρᾶς, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾽ αὐτὴν γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. ᾯ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιϛʹ. Διδακτική Ἀδελφέ, ἠξιώθης τοῦ ἁγίου ἐνδύματος τοῦ μοναχοῦ; Μὴ ἐπαίρου κατὰ τῶν ἐπιμενόντων εἰς τὸ ἐρχόμενον ἔτος. Οὐ γὰρ τὸ οἴεσθαί τινα πρῶτον εἶναι ἐστὶν ἀρετή, ἀλλὰ ὑπομεῖναι ἄχρι τέλους. Μηδὲ δόξῃ σοι λέγειν ἐν σεαυτῷ λαβὼν τὸ σχῆμα· ἀπηλλάγην νῦν ἀπὸ τοῦ κόπου· ἀλλὰ νῦν πολλῷ μᾶλλον πόνεσον εἰς τὰς ἀρετάς, ἵνα μὴ σεαυτὸν ζημιώσῃς. Ἄχρι γὰρ τοῦ παρόντος, πολλάκις καὶ ἐξ ἀνάγκης τοῦ μειζοτέρου, οὐκ ἠμέλησας τῆς ἑαυτοῦ σωτηρίας. Ἄχρι γὰρ τοῦ δεῦρο ἐν τῷ ἐξωτέρῳ θόλῳ ἦς· νυνὶ δὲ ἐν τῷ ἐσωτέρῳ θόλῳ εἰσελήλυθας. Μὴ οὖν ἀμελήσῃς σεαυτοῦ, ἵνα μὴ ἀπολέσῃς τοὺς κόπους σου, ἀλλὰ τὸν μισθόν σου ἀπολάβῃς. Ἀπὸ τοῦ νῦν φαίνεταί σου ὁ κόπος καὶ ἡ σπουδὴ καὶ ἡ ἁγνεία καὶ τὸ κάθισμα. Ἀπὸ τοῦ νῦν φαίνεται ὁποίαν ὁδὸν ἐπιθυμεῖς· ἢ τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἐπάγουσαν εἰς τὴν ἀπώλειαν, ἢ τὴν στενὴν καὶ τεθλιμμένην, τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον. Καὶ ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γαστριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασία, καὶ τὰ ὅμοια τούτοις· οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχατον δὲ πάντων τῶν κακῶν, ἡ ἀπόγνωσις. Καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος πεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίας ἀπωλείας.

Ἐν δὲ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἔστι ταῦτα· ἡσυχία, ἐγκράτεια, σωφροσύνη, ἀγάπη, ὑπομονή, χαρά, εἰρήνη, ταπεινοφροσύνη, καὶ τὰ ὅμοια τούτοις· οἷς ἐξακολουθεῖ ἡ ἀθάνατος ζωή.

Ἐπιγνοὺς οὖν, ἀγαπητέ, τὰ κεκρυμμένα ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ, ἀπόστα ἀπ᾽ αὐτῆς, ἵνα καταλάβῃς τὴν ζωὴν τὴν αἰώνιον. Ἐὰν γὰρ ἐκ νεότητός σου βαδίσῃς τρίβον δικαιοσύνης, καὶ ἡ ἔξοδός σου ἔσται ἐν εἰρήνῃ.

Ἐὰν δὲ ἄρξῃ ἀπὸ τοῦ νῦν πλατέως πορεύεσθαι, ἔσχατον ὀδυνηθήσῃ πικρῶς. Ἐὰν δὲ ἴδῃς τοὺς ἐν ἀφοβίᾳ Θεοῦ διάγοντας παχεῖς καὶ ὑγιεῖς τῷ σώματι, μὴ ζηλοῦ τὰ ἔργα τῆς ἀφοβίας. Τί γὰρ τὸ βέλτιον; Τρυφᾶν ἐπὶ ὀλίγας ἡμέρας καὶ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ποιεῖν καὶ στερηθῆναι τῆς αἰωνίου ζωῆς, ἢ στενωθῆναι πρὸς ὀλίγον καὶ ἐκφυγεῖν τῆς αἰωνίου κρίσεως καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἀπολαβεῖν τῆς αἰωνίου ζωῆς;

Σφόδρα τήρει ἑαυτὸν ἐκ τῆς παρρησίας, μήποτε δουλωθῇς τῇ πολυλογίᾳ καὶ ἀναισχυντίᾳ, καὶ ποιήσῃς ἐπίχαρμα τοῖς δαίμοσιν ἑαυτόν· καὶ ἔσχατον ἀπορρίψῃ σε τῆς ἀδελφότητος. Οὐ τοσοῦτο ὄναγροι λυμαίνουσι σῖτον, ὅσον ἡ παρρησία λυμαίνεται τοὺς πόνους τῶν μοναχῶν. Περιζώννυε οὖν σεαυτῷ τὴν εὐλάβειαν καὶ τὴν ταπεινοφροσύνην καὶ ὑπομονήν, ἐν τῇ ὑπομονῇ τῆς ἀληθείας. Νουθέτει σεαυτὸν καὶ παρακάλει λέγων· εἰ καὶ τὸ σχῆμα τοῦ μοναχοῦ ἔλαβον, ἀλλὰ τοὺς τρόπους τοῦ μοναχοῦ οὔπω μεμάθηκα. Ἐν τούτοις οὖν διαμένει σου ἡ ταπεινοφροσύνη. Καθεζομένου δέ σου ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου, ἐπισυνάγαγε τοὺς διαλογισμούς σου, καὶ εἰπὲ τῇ καρδίᾳ σου· ἄνθρωπε, οὐχὶ τὸν κόσμον κατέλιπες καὶ τοὺς κατὰ σάρκα γονεῖς καὶ φίλους καὶ πόλιν καὶ πατρίδα καὶ πλοῦτον, τοῦ Κυρίου συνεργοῦντός σοι;

Καὶ τί τὸ ὄφελος, ἐάνπερ καὶ ὧδε ἐλθὼν τοῦ σωθῆναι, τὰ ἐναντία πράττεις, καὶ ἁμαρτάνεις ἔναντι Κυρίου; Μόνον ἀργὸν ὄνομα περιβέβλησαι ἐν τῷ σὲ μακαρίζεσθαι ὑπὸ τῶν γνωρίμων· καί φασι· μακάριος ὁ δεῖνα, ὅτι ἐμίσησε τὸν κόσμον τοῦτον καὶ τὴν δόξαν αὐτοῦ καὶ τὴν ἀπάτην αὐτοῦ, καὶ οὐκέτι μεριμνᾷ τι γηΐνων· ἀνεχώρησε γάρ, φασί, καὶ ἐγένετο μοναχός. Καὶ ἰδοὺ σὺ ὧδε ἀμονάχως διάγεις. Ποία ἄρα αἰσχύνη καταλήψεται ἡμᾶς, ἐάνπερ οἱ μακαρίζοντες ἡμᾶς νῦν, προάξωσιν ἡμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν;

Ἆρα πόσος φόβος καὶ τρόμος συναντήσει ἡμῖν, συνεχομένων ἡμῶν πικρῷ κλαυθμῷ, ἐάνπερ οἱ μακαρίζοντες ἡμᾶς νῦν καὶ προσκυνοῦντες καὶ λέγοντες, Εὔξασθε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, δοῦλοι Χριστοῦ, ἐάνπερ αὐτοὶ εὑρεθῶσιν ἐν ἀνέσει, ἡμεῖς δὲ ἐν στενοῖς διὰ τὰ πλημμελήματα ἡμῶν; Διόπερ, ἀγαπητοί, νήψωμεν πρὸς Κύριον, παρακαλῶ, ὡς καιρὸν ἔχομεν, καὶ μὴ μετεωριζώμεθα τῇ ἀπάτῃ τοῦ αἰῶνος τούτου· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.

Πάντων οὖν τῶν βιωτικῶν πραγμάτων, τῶν περισπώντων τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ, καταφρονήσωμεν. Τὴν γὰρ ἰσχὺν καὶ τὸ κάλλος διαδέχεται γῆρας καὶ ἀσθένεια· καὶ τὴν δόξαν καὶ τὸν πλοῦτον διαλύει θάνατος καὶ φθορά· ἡ δὲ δικαιοσύνη εἰς τὸν αἰῶνα μένει. Ἀγωνίζου οὖν καλῶς, ἀγαπητέ· ἰδοὺ γὰρ τὸ στάδιον ἀνέῳκται πᾶσι, καὶ ὁ Ἀγωνοθέτης λέγει διὰ τοῦ Ἀποστόλου· οὕτω τρέχετε, ἵνα καταλάβητε· καί, πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Καὶ πάλιν λέγει· οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δῴη ἡμῖν πνεῦμα δυνάμεως καὶ σοφίας καὶ ὑπομονῆς, τοῦ δουλεύειν αὐτῷ πάσας τὰς ἡμέρας ἡμῶν. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Περὶ φιλαυτίας καὶ κενῆς ἀπάτης. Παραίνεσις ιζʹ Ἀδελφέ, τί πλανᾷ σε ἐνεργούμενον ὑπὸ τοῦ Διαβόλου ὑπερβαίνειν βαθμούς, ἐν οἷς οὐκ ὠφεληθήσῃ αὑτῷ τιμὴν περιτιθείς; Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν. Ἄκουε καὶ τοῦ Κυρίου λέγοντος· πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπου λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ οὐ ζητοῦντες. Ἐλθὲ οὖν εἰς ἑαυτόν, ἀγαπητέ, καὶ ἀναλόγισαι δι᾽ ἣν αἰτίαν ἀπετάξω τῷ ματαίῳ βίῳ καὶ τῷ Διαβόλῳ καὶ τῇ ὑπερηφανείᾳ αὐτοῦ, καὶ παῦσαι φρονεῖν τὰ κοσμικά. Οὐκ οἶδας ὅτι, ἐὰν ἐξουθενήσῃς τὸν πλησίον σου, ἁμαρτίαν ἐργάζῃ φιλαυτίας καὶ κενῆς ἀπάτης; Λόγισαι δὲ ὅτι ἤδη προέκοψας καὶ πρῶτος ἔστης τοῦ ἀδελφοῦ σου, καὶ εἰς τὰ μείζονα προέκοψας διὰ τῆς φιλονεικίας καὶ φιλαυτίας, καὶ διὰ τὸ μὴ βούλεσθαι ταπεινωθῆναι τῷ ἀδελφῷ σου. Ὅρα, ἀδελφέ, μήποτε θέλων πρῶτος τοῦ ἀδελφοῦ σου εἶναι, ἐκεῖ ἐλάχιστος εὑρεθῇς ἐν τῷ μέλλοντι αἰῶνι. Καὶ ἀκούσεις τότε ὃ ἤκουσεν ὁ πλούσιος ἐκεῖνος ὁ φιλόδοξος, τηγανιζόμενος ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Γέγραπται γάρ· τὰ ὑψηλὰ ἐν ἀνθρώποις, βδελυκτὰ παρὰ τῷ Θεῷ. Ἆρα ἐπελάθου τοῦ εἰπόντος, ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας εἶναι, ἔστω ὑμῶν διάκονος;

Ἐννόησον ὅτι ἀπέθανες τῷ κόσμῳ, καὶ ἡ ζωή σου κέκρυπται ἐν τῷ Χριστῷ· ὅταν οὖν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς φανερωθήσεσθε ἐν δόξῃ.

Μὴ οὖν ἀγάπα τὴν τῶν ἀνθρώπων δόξαν· οὐ γὰρ διαμένει σοι εἰς τὸν αἰῶνα, κατὰ τὸν λέγοντα· πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Μακάριος δὲ μᾶλλον ὁ ἐν τοῖς ἀνθρώποις καταριθμηθεὶς τοῖς τελείοις· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.

Ἐὰν γὰρ ἔτι τῷ γηΐνῳ φρονήματι δεδούλωσαι, ματαιότης γίνεται τὸ πρᾶγμα. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν. Ἀπόρριψον οὖν, ἀγαπητέ, τὸν ζυγὸν τοῦ Ἐχθροῦ, καὶ πᾶσαν τὴν ὑπερηφάνειαν αὐτοῦ, καὶ ὑπόταξόν σου τὸν αὐχένα ὑπὸ τὸν ζυγὸν τοῦ γλυκέος Δεσπότου, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτὸς γὰρ εἴρηκεν· ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται.

Καὶ πάλιν· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Φοβηθῶμεν οὖν, ἀγαπητοί, μήποτε εἴπῃ καὶ πρὸς ἡμᾶς· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων, ὑπὲρ τὴν Θεοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Παραίνεσις ιηʹ Ἀδελφέ, ὅταν κρούῃ σοι ἀδελφὸς νυκτός, ὅπως ἀναστῇς εἰς δοξολογίαν Χριστοῦ, ἔγειρε προθύμως, ἵνα καὶ ὁ ἀμελέστερος, ἰδών σου τὸ πρόθυμον, διεγείρῃ τὴν ἑαυτοῦ ψυχὴν πρὸς νῆψιν· κατὰ τὸν λέγοντα· προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾶν τὰ λόγιά σου. Καὶ πάλιν· μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐὰν δὲ συμβῇ καταφέρεσθαί σε ὕπνῳ βαθεῖ καὶ κατεχόμενον ταῖς φαντασίαις τῶν δαιμόνων, καὶ ἔξυπνος γενόμενος μετὰ ταῦτα, μὴ δυσόκνει τοῦ ἐγερθῆναι εἰς σύναξιν, γινώσκων ὅτι, καθάπερ οἱ πορευόμενοι εἰς κακά, περὶ βήματος καὶ λόγου ἀργοῦ ἀπολογίαν δώσουσιν ἐν ἡμέρᾳ κρίσεως, οὕτως καὶ περὶ ἑνὸς λόγου ἀγαθοῦ καὶ βήματος μισθὸν κομιεῖται πᾶς ὁ τρέχων εἰς τὸ ἀγαθόν. Μὴ οὖν ὀκνήσῃς, ἀλλ᾽ ἐγείρου. Καὶ μὴ λέγε ἐν ἑαυτῷ, νῦν ἀπέλυσεν ἡ σύναξις, κἀγὼ ποῦ ὑπάγω; Ὀκνηρῶν γὰρ ὁ λόγος οὗτός ἐστιν. Ἀλλὰ μᾶλλον ἔγειρε, ῥίψας ἀπὸ σοῦ τὸ στρῶμα, καὶ συντόμως ἐκτείνας τὰς χεῖράς σου πρὸς τὸν Θεὸν καὶ προσκυνήσας τῷ θρόνῳ τῆς χάριτος, ἄνοιγέ σου τὸ κελλίον καὶ τρέχε εἰς σύναξιν, ὡς βίαν παθών, ὡς δορκὰς ἐκ βρόχων ἐκφεύγουσα. Κἂν τὴν ὑστέραν εὐχὴν καταλάβῃς μόνον, μὴ ὀκνήσῃς, ἀλλ᾽ ἔγειρε.

Δύνασαι γὰρ μετὰ τὴν ἀπόλυσιν βαλεῖν τοὺς ψαλμοὺς ἐν τῷ κελλίῳ σου, οὓς ὑπέσυρεν ἡ τῶν δαιμόνων φαντασία. Μηδὲ εἰς ἀφορμὴν ὀκνηρίας ὑποβάλλῃς τὴν ὑστέραν εὐχήν, ἀγαπητέ, ἀλλὰ τῇ ἐπιούσῃ ἑτοιμότερος εὑρεθήσῃ εἰς τὸ ἔργον Κυρίου. Ἐὰν γὰρ παραλείψῃς, δίχα ἀνάγκης ἢ ἀρρωστίας, ἀκούσῃ τὸ εἰρημένον ἐν τῷ ψαλμῷ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν. Τοῦτο δὲ γίνωσκε, ἀγαπητέ· ὅτι ὅσον θάλπει τις κακῶς τὴν ἑαυτοῦ σάρκα, τοσοῦτο πλεονάζει ἐν αὐτῷ τὰ πάθη. Καὶ ἡ ψυχὴ λοιπὸν καταβαρουμένη ὑπὸ τῆς τοῦ σώματος κακῆς συνηθείας, ἄκαρπος γίνεται. Διὸ λέγει ὁ Σωτήρ· βλέπετε, μήποτε βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Ὅθεν καὶ ὁ Ἀπόστολος λέγει· ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.

Ἐὰν δὲ βιάσηταί τις ἑαυτὸν εἰς τὸ ἔργον τοῦ Κυρίου, τοσούτῳ καὶ τὸ σῶμα εὔρωστον γίνεται, καὶ ἡ ψυχὴ λαμπρύνεται. Καθάπερ γὰρ ἀθλητὴς κέχρηται τῇ τοῦ σώματος γυμνασίᾳ ἐπιμελῶς, ἵνα συναρμόσῃ τὸ σῶμα πρὸς τὴν τέχνην τοῦ ἀγῶνος, οὕτως καὶ ὁ τῆς εὐσεβείας ἀγωνιστὴς ὀφείλει γυμνάζειν ἑαυτὸν εἰς πᾶν ἔργον ἀγαθόν· τοῦ Ἀποστόλου λέγοντος· γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα τῆς νῦν ζωῆς καὶ τῆς μελλούσης. Ὁ δὲ Κύριος ἐγείρῃ ἡμῶν τὰς ψυχὰς εἰς τὸν φόβον αὐτοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις ιθʹ Ἐννοηθῶμεν, ἀγαπητοί, τοὺς ἑστῶτας ἐνώπιον ἐπιγείου βασιλέως, καὶ λειτουργοῦντας θρόνῳ φθαρτῷ· πῶς μετὰ πάσης ἐπιστήμης καὶ φόβου παρίστανται τῷ βασιλεῖ αὑτῶν. Οὐ πολλῷ μᾶλλον ἡμεῖς, ὡς πιστοί, ὀφείλομεν ἑστάναι ἐνώπιον τοῦ ἐπουρανίου βασιλέως μετὰ φόβου καὶ τρόμου καὶ πάσης σεμνότητος; Διὸ οὐ λογίζομαι, ἀγαπητοί, καλὸν εἶναι, τὸν ἀναιδῆ ὀφθαλμὸν κατανοεῖν τοῖς προκειμένοις μυστηρίοις τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Καὶ πειθέτω ἡμᾶς ἡ θεία Γραφή, λέγουσα· ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι.

Γέγραπται γάρ· ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, ὁ δὲ ἐξουθενῶν με ἀτιμασθήσεται. Σὺ μὲν γάρ, ὡς ἄνθρωπος κατανοεῖς· αὐτὸς δέ, ὡς Θεός, οἶδε τὰ βάθη τῆς καρδίας σου, καὶ τὰ ἐνθυμήματά σου προορᾷ· οὐ γὰρ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Πῶς δὲ καὶ τολμῶσιν ἀφιέναι τὴν σύναξιν καὶ ἐξιέναι πρὸ τῆς ἀπολύσεως δίχα ἀνάγκης μεγάλης; Ἆράγε, εἰ ἐκλήθης εἰς δεῖπνον ἀνδρὸς πλουσίου, ἐτόλμας ἐγερθῆναι ἐκ μέσου τῶν συνανακειμένων καὶ πορευθῆναι εἰς οἶκον; Οὐχὶ μένων ἔμενες, ἕως οὗ ἅπαντες ὁμοθυμαδὸν ἀναστῶσι; Φοβηθῶμεν οὖν, ἀγαπητοί· διότι γέγραπται· ἐπικατάρατος πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς. Σπουδάσωμεν τοίνυν ἐν τῷ μικρῷ αἰῶνι τούτῳ καὶ πονηρῷ εὐάρεστοι τῷ Κυρίῳ εἶναι, ὅπως κληρονομήσωμεν τὴν αἰώνιον βασιλείαν. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος, ἐν ἁγίοις ἀναπαυόμενος· ὀλιγοψύχοις διδοὺς μακροθυμίαν. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νυσταγμῶν διαφορᾶς. Παραίνεσις κʹ Ὡς λογίζομαι, ἀδελφοί, [ὅτι] τρεῖς εἰσιν νυσταγμοί, οἳ ἐνοχλοῦσι τὸν ἄνθρωπον νυκτός. Καὶ ὁ μὲν πρῶτος συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ ἐκ τῆς τοῦ Πονηροῦ ἐνεργείας, ὅταν ἄρξηται ψάλλειν· δίχα δὲ τῆς τοῦ ἀδελφοῦ ῥᾳθυμίας ἰσχύει οὐδέν· σφοδροτέρως δὲ ἐνοχλήσει, ἐάνπερ βεβάρηται ὁ στόμαχος τοῦ ἀδελφοῦ ἐν βρώμασι καὶ πόμασιν. Ὁ δεύτερος φέρεται τῷ ἀδελφῷ κατὰ μέσον τῆς συνάξεως ἐξ ἰδίας ἀμελείας, ὅταν μὴ πονέσῃ τῷ ἀδελφῷ, ἑστάναι ἄχρι τῆς ἐκπληρώσεως τοῦ κανόνος, ἀλλὰ ἀνὰ μέσον τῆς συνάξεως καταλιπεῖν τοὺς ψάλλοντας καὶ πορεύεσθαι εἰς τὴν ἑαυτοῦ στρωμνήν. Ὁ δὲ τρίτος συμβαίνει φέρεσθαι τῷ ἀδελφῷ κατὰ φύσιν· τουτέστι, μετὰ τὴν ἐκπλήρωσιν τοῦ κανόνος τῆς συνήθους συνάξεως. Διὰ τοῦτο χρὴ μακροθυμεῖν πρὸς τοὺς ἀσθενεστέρους τῶν ἀδελφῶν, ἵνα μὴ γένηται ἡ βουλὴ τοῦ Ἐχθροῦ.

Σὺ οὖν, ἀδελφέ, μὴ ἀμέλει τοῦ νήφειν ἐν πᾶσιν. Οὐκ ἤκουσας ὅτι πλειστάκις κληθεὶς Σαμουὴλ ὁ προφήτης, οὐδὲ ἅπαξ ὤκνησε τοῦ ἐγερθῆναι, καίπερ καὶ παιδάριον τυγχάνων; Ὅταν οὖν στῇς ἐν τῇ συνάξει, μέσον τῶν ἀδελφῶν, εἴτε καταμόνας, εἰς δοξολογίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ὀχλήσῃ σε ὁ πρῶτος νυσταγμός, ἐπιγνοὺς ἀντίστα, μήποτε δυσοκνήσαντός σου ἀποστρέψῃ σε κενὸν εἰς τὴν στρωμνήν σου. Ἀλλ᾽ ὑπόμεινον καρτερῶς· κἂν ἐπ᾽ ὄψεώς σε καταβάλλῃ καὶ ἅπαξ καὶ δίς, μὴ μεταστῇς τοῦ τόπου σου, καὶ εὑρήσεις μεγάλην ὠφέλειαν. Ἔοικε γὰρ τὸ πάθος τοῦ ἀκορέστου ὕπνου τῇ γαστριμαργίᾳ. Ἐὰν γὰρ ἐθίσῃ τις πολλὰ ἐσθίειν, πολλὰ καὶ ἡ φύσις ἐπιζητεῖ. Ἐὰν δὲ συνεθίσῃ τῇ ἐγκρατείᾳ, οὐκ ἐπιζητεῖ πολυφαγεῖν.

Ἀναλόγισαι τοὺς ἁλιεῖς, ὅτι πᾶσαν νύκτα διατελοῦσιν ἀγρυπνοῦντες, διὰ τὸ ἔργον προσκαρτεροῦντες. Ἐὰν δέ τις αὐτῶν βαρούμενος τῷ ὕπνῳ, ἀμελήσας καθευδήσῃ, ὅταν ἐγερθῇ ἀπὸ τοῦ ὕπνου, κατανοεῖ ἑαυτὸν μὴ πιάσαντα μηδέν· τοὺς δὲ γρηγοροῦντας καὶ νήψαντας οἰκονομηθέντας. Τότε ἄρχεται μεταμελεῖσθαι ἐν ἑαυτῷ, καὶ λέγειν· οἴμοι τῷ ἁμαρτωλῷ, τῷ ἀμελεῖ καὶ ὀκνηρῷ· ὅτι ἀμελήσας ἐκοιμήθην. Ἐπεὶ κἀγὼ εἶχον πιάσαι, ὡς καὶ οἱ ἑταῖροί μου, καὶ οἰκονομηθῆναι· ἀλλὰ νῦν ἀμελήσας, ἰδοὺ πορεύομαι κενὸς εἰς τὸν οἶκόν μου, μηδὲν κατέχων ἐν χερσίν. Ὕπνωσαν, φησίν, ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν.

Ἀναλόγισαι ἅμα, ἀγαπητέ, τοὺς κεραμεῖς καὶ τοὺς τὴν χαλκευτικὴν τέχνην χειρίζοντας, καὶ εὑρήσεις ἐκεῖ κόπον ἄμετρον, καὶ ἀγρυπνίαν πολλὴν σφόδρα, καὶ ὑπομονήν· ἡμεῖς δὲ μηδὲ ὑπὸ καπνοῦ καὶ κονίας συνεχόμενοι τὸ σῶμα, μηδὲ ἄλλο τι τῶν ὁμοίων ὑπομένοντες, ἀλλ᾽ ἑστῶτες μὲν ἐν τόπῳ καθαρῷ ἡγιασμένῳ, ἐνώπιον Κυρίου, ἐν σεμνότητι καὶ εἰρήνῃ πολλῇ καὶ ἀγαλλιάσει πνευματικῇ καὶ ἐλπίδι ἀγαθῇ, καὶ ἱνατί ῥᾳθυμοῦμεν, ἀγαπητοί;

Τίς γάρ ἐστιν ὁ χρόνος ἡμῶν ἐπὶ τῆς γῆς; Ἰδοὺ ὁ Προφήτης βοᾷ· ἄνθρωπος ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. Μὴ ἔριζε οὖν ἐμοὶ τῷ ἀμελεῖ, τῷ ἀπολωλεκότι τὴν ὑπομονήν, εἰδὼς τοῦτο ἀκριβῶς, ὅτι ὁ νήφων, αὐτὸς κερδανεῖ· ὁ ἀμελῶν, αὐτὸς ζημιοῦται. Ἕκαστος γὰρ ἡμῶν ἀπολογίαν δώσει τῷ Θεῷ. Ἐγὼ γὰρ οἶδα ὅτι ἀναπολόγητός εἰμι ἐξ ἔργων· ἑτέρους γὰρ νουθετήσας, ἐν τῇ αὐτῇ ἀμελείᾳ ἐναπέμεινα. Διὸ δέομαι ὑμῶν, δοῦλοι πιστοὶ τοῦ Σωτῆρος, δεηθῆναι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ τὸν Σωτῆρα ἡμῶν Χριστόν, τὸν βασιλέα τῶν ἄνω δυνάμεων, ὅπως ἐξαλείψῃ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὑτοῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὑτοῦ τὴν ἐπουράνιον.

Μὴ ὡς κέρδος ἡγοῦ τὸν ὕπνον καὶ τὴν τοῦ σώματος ἀνάπαυσιν· κέρδος δέ ἐστι καὶ ἀνάπαυσις τὸ βιάζεσθαι ἑαυτόν τινα εἰς ἔργον τοῦ Κυρίου διαπαντός. Βιασθῶμεν οὖν ἑαυτούς, ἀγαπητοί, ἵνα ἐλθὼν ὁ Κύριος εὑρήσῃ ἡμᾶς γρηγοροῦντας, καὶ ἀξιώσῃ ἡμᾶς τοῦ μακαρισμοῦ αὑτοῦ. Αὐτὸς γὰρ εἴρηκε· μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος αὐτῶν εὑρήσει γρηγοροῦντας.

Ἀλλήλους παρακαλέσωμεν, ἀγαπητοί, ἀλλήλους νουθετήσωμεν εἰς τὸν φόβον τοῦ Κυρίου, ἀλλήλων τὴν προθυμίαν διεγείρωμεν εἰς δοξολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπως καὶ αὐτὸς ἀναστήσῃ ἡμᾶς μετὰ πάντων τῶν ἠγαπηκότων τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παραστήσῃ ἡμᾶς ἐκ δεξιῶν αὑτοῦ ἐν τῇ βασιλείᾳ αὑτοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παραίνεσις καʹ Ἐὰν ἔλθῃ ἀδελφὸς εἰς τὸ μοναχικὸν ἐξ οἱασδήποτε προφάσεως, ἐὰν μὴ νήψῃ, εὐθὺς καὶ παραχρῆμα καταπίνει αὐτὸν ὁ Διάβολος. Ἄρχεται γὰρ ὁ Πονηρὸς ὑποβάλλειν αὐτῷ, καὶ λέγειν· Τί θέλεις ἄρτι φιλοπονεῖν εἰς τὰς ἀρετάς, κοπιᾶν καὶ ταλαιπωρεῖν, ἀνταποδόσεως μὴ ὑπαρχούσης; Μὴ γὰρ ἐξ ἰδίας προαιρέσεως ἦλθες εἰς τὸ μοναχικόν; Οἶμαι γὰρ ὅτι συνέβη σοι ἐκεῖνο τὸ πρᾶγμα, καὶ δι᾽ ἀνάγκην ἐγένου μοναχός· ἐπεὶ οὐκ εἶχες γενέσθαι μοναχός ποτε. Μὴ οὖν θέλε ἄρτι ταλαιπωρεῖν εἰς μάτην· οὐ γὰρ ἔχει σοι ὁ Θεὸς χάριν ἐν τούτῳ. Ταῦτα ὑποβάλλει ὁ Ἐχθρὸς τῷ ἀδελφῷ, θέλων ῥίψαι αὐτὸν εἰς τὸν βυθὸν τῆς ἀπογνώσεως.

Τότε λοιπὸν ὁ ἀδελφός, μὴ διακρινόμενος ἐν ἑαυτῷ τὴν εὐεργεσίαν τοῦ Κυρίου, ἐκδιδοῖ ἑαυτὸν τῇ ἀπογνώσει, τυφλωθεὶς τῇ διανοίᾳ. Τότε λοιπὸν ἄρχεται ὁ ἀδελφὸς ἐν ἀμελείᾳ διάγειν καὶ ἐν ἀφοβίᾳ, ἀντιλέγειν μικροῖς τε καὶ μεγάλοις, καὶ τῷ ἀκορέστῳ ὕπνῳ χρᾶσθαι. Καὶ ἐάν τι ἀγαθὸν πεποίηκέ ποτε, μεταμελεῖται, ὡς ζημίαν αὑτῷ ἡγούμενος· ὥστε καὶ συνεχῶς γογγύζειν, καὶ ἐποδύρεσθαι ἑαυτόν· καὶ ἁπαξαπλῶς τῇ ἀπωλείᾳ ἑαυτὸν ἐκδίδωσι. Καὶ ἀντὶ τοῦ ὀφείλειν περισσοτέρως φιλοπονεῖν εἰς τὰς ἀρετάς, τὰ ἐναντία πράττει, μὴ διακρινόμενος ἐν ἑαυτῷ τὰς εὐεργεσίας τοῦ Κυρίου. Καὶ ἀντὶ τοῦ λέγειν ἐν ἑαυτῷ, Ψυχή, πόσοι διὰ πολλῶν νηστειῶν καὶ ἐλεημοσυνῶν ἠξιώθησαν εἰς τὴν τοιαύτην πολιτείαν ἐλθεῖν, ἐγὼ δὲ ἐν ἀμελείᾳ διάξας τὸν πάντα χρόνον τῆς ζωῆς μου, καὶ ὁ Κύριος ἠξίωσέ με εἰς τοιαύτην προκοπὴν ἐλθεῖν τοῦ σεπτοῦ καὶ ἀπερισπάστου βίου, μὴ μνησθεὶς τῶν πολλῶν μου ἁμαρτιῶν! Τοιγαροῦν γὰρ ἡμεῖς, ψυχή, σπουδάζωμεν, ἄξια τῆς μετανοίας ἔργα πράσσειν, ἵνα μὴ δισσὴν κόλασιν εὕρωμεν ἐπὶ τούτοις, ὡς τὴν χάριν τοῦ Θεοῦ ἀθετήσαντες καὶ τῶν εὐεργεσιῶν αὐτοῦ μὴ μνησθέντες. Ἄκουε δὲ καὶ παραβολὴν πρὸς ταῦτα.

Πλούσιός τις ἦν ἐν χώρᾳ τινί, καὶ ἠγόρασεν ἑαυτῷ κτῆσιν πέραν τοῦ ποταμοῦ, καὶ προσκαλεσάμενος τοὺς ἰδίους δούλους, ἀπεδήμησεν εὐθέως, διαμερίσας αὐτοῖς τὴν κτῆσιν, παρασχὼν ἑκάστῳ, καθὼς αὐτὸς ἠθέλησε.

Καὶ εἶπεν αὐτοῖς· ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὴν μερίδα αὑτοῦ καὶ ἐργάσασθε ἐν αὐτῇ, ἕως ἂν ἐλθὼν ὄψομαι ὑμῶν τὴν ἐργασίαν. Καί τινες ἐξ αὐτῶν εὑρεθέντες εὐγνώμονες καὶ φιλοδέσποτοι, οὐ παρήκουσαν τῇ διαταγῇ τοῦ δεσπότου αὐτῶν· ἕτεροι δὲ αὐτῶν ἀνήκοοι ὄντες καὶ σκληροτράχηλοι, ἀντεῖπον τῷ κυρίῳ αὐτῶν, λέγοντες· ἡμεῖς τῆς φωνῆς σου οὐκ ἀκουσόμεθα, καὶ τὸν ποταμὸν οὐ διαπερῶμεν καὶ ἐν τῇ κτήσει σου οὐ κοπιῶμεν· καὶ ἐν πᾶσι τούτοις οὐκ ὠργίσθη ὁ κύριος αὐτῶν. Τότε παρασκευάζει ὁ πλούσιος πότον τοῖς ἑαυτοῦ παισί, καὶ μεθύσας τοὺς ἀνηκόους δούλους, προσέταξεν ἑτέροις παισί, καὶ διαπεράσαντες αὐτοὺς τὸν ποταμόν, ἔθηκαν ἕκαστον αὐτῶν ἐν τῇ μερίδι, ᾗ ἔδωκεν αὐτοῖς ὁ κύριος αὐτῶν. Καὶ μετὰ ταῦτα ἀνανήψας τις ἐξ αὐτῶν, εὑρίσκει ἑαυτὸν πέραν τοῦ ποταμοῦ κείμενον εἰς τὴν μερίδα, ἣν ἔδωκεν αὐτῷ ὁ κύριος αὑτοῦ· καὶ ἐξέστη ὁ δοῦλος ἐκεῖνος ἐπὶ τούτοις, καὶ εἶπεν ἐν ἑαυτῷ· εἰ οὕτως ἠγάπησέ με ὁ κύριός μου! Ἀπειθήσαντος γάρ μου αὐτῷ, οὐκ ὠργίσθη, ἀλλ᾽ ἤνεγκε μακροθύμως, καὶ τὸν μέγαν ποταμὸν τοῦτον καὶ βίαιον, ὡς δι᾽ ὀνείρου, διεβίβασέ με, καὶ ἐν τῇ μερίδι μου τέθεικέ με· τοιγαροῦν κἀγὼ κοπιάσω καλῶς ἐν τῇ κτήσει αὐτοῦ, μιμνῃσκόμενος τῶν εὐεργεσιῶν αὐτοῦ. Καὶ ἤρξατο ὁ δοῦλος ἐκεῖνος ἐργάζεσθαι ἐπιμελῶς, ὥστε καταλαβεῖν αὐτὸν τοὺς προεναρξαμένους.

Μετὰ ταῦτα διυπνισθεὶς καὶ ὁ δεύτερος δοῦλος, εὗρεν ἑαυτὸν εἰς τὸ πέραν τοῦ ποταμοῦ ἐν τῇ κτήσει τοῦ κυρίου αὑτοῦ.

Πονηρὸς δὲ ὑπάρχων καὶ σκληρός, εἶπεν ἐν ἑαυτῷ· ἰδού, φησίν, τὸν ποταμὸν τοῦτον τὸν μέγαν καὶ βίαιον διεβίβασέ με, ὡς δι᾽ ὀνείρου· ἐγὼ δὲ ἀφήσω χέρσον τὸν ἀγρὸν αὐτοῦ, καὶ ὄψομαι ὃ μέλλει μοι ποιεῖν. Καὶ πάλιν ἀνακλίνας ἑαυτὸν ὁ ὀκνηρὸς δοῦλος ἐκοιμήθη· καὶ ἐν τῷ καθεύδειν αὐτόν, ἀνέβησαν αἱ ἄκανθαι καὶ αἱ ἄγριαι βοτάναι, καὶ κατεκάλυψαν αὐτόν. Μετὰ δὲ πολὺν χρόνον ἦλθεν ὁ κύριος τῶν δούλων ἐκείνων ἐπιθεάσασθαι ἑκάστου τὸ ἔργον· καὶ ἰδὼν τὴν ἐργασίαν τῶν προεναρξαμένων, εὐλόγησεν αὐτούς.

Εἶτα πάλιν ἔρχεται πρὸς τὸν δοῦλον, ὃν αὐτὸς διεπέρασε τὸν ποταμόν, ὡς δι᾽ ὀνείρου· καὶ ἰδὼν αὐτοῦ τὴν καλὴν ἐργασίαν, εὐφράνθη ἐπ᾽ αὐτῷ, καὶ εὐλόγησεν αὐτόν. Μετὰ ταῦτα ἔρχεται ἰδεῖν τὸν ὀκνηρὸν δοῦλον, καὶ τὴν ἐργασίαν αὐτοῦ· καὶ παραγενόμενος εὑρίσκει αὐτὸν καθεύδοντα, καὶ ὑπὸ τῶν ἀκανθῶν καὶ ἀγρίων βοτανῶν συγκαλυπτόμενον. Καὶ φωνήσας αὐτὸν ὁ κύριος αὐτοῦ, εἶπε μετ᾽ ἀπειλῆς πρὸς αὐτόν· Δοῦλε πονηρὲ καὶ ὀκνηρέ, διὰ τί χέρσον ἀφῆκας τὸν ἀγρόν; Ἢ οὐκ οἶδας, πῶς σε διεβίβασα, ὡς δι᾽ ὀνείρου, τὸν ποταμόν, καὶ ἐν αὐτῇ τῇ μερίδι, ᾗ σοι κατεμέρισα, τέθεικά σε, καὶ οὐκ ἐμνησικάκησά σοι ἐπὶ τῇ προτέρᾳ σου ἀπειθείᾳ; Οὐκ ἔδει καὶ σὲ μιμήσασθαι τὸν σύνδουλόν σου, ὃν τρόπον καὶ αὐτὸν διεπέρασα τὸν ποταμόν; Τότε οὐδεμίαν ἀπολογίαν εὗρεν ὁ δοῦλος ἐκεῖνος ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Τότε ὁ κύριος αὐτῶν ἐποίησε μετ᾽ αὐτῶν κατὰ τὴν ἑκάστου πρᾶξιν.

Λέγω δὲ εἶναι τὸν πλούσιον, τὸν Δεσπότην Χριστόν· κτῆσιν δέ, τὴν πίστιν· τὴν δὲ μέθην, τὴν περίστασιν· τὸν δὲ βίαιον ποταμόν, τὴν ἀπάτην καὶ τὸν πλοῦτον τοῦ αἰῶνος τούτου· τοὺς δὲ προθύμους δούλους, τοὺς δικαίους· τὸν δὲ ἐκ μέθης ἀνανήψαντα καὶ ἐργασάμενον, ἄνδρα ἁμαρτωλόν, καὶ περιστάσεως αὐτῷ γενομένης καὶ δι᾽ αὐτῆς ἐπιγνόντος τὰς εὐεργεσίας τοῦ Κυρίου, [καὶ] ἀνανήψας ἐκ πολλῶν ἁμαρτημάτων πρὸς δικαιοσύνην, ἐργαζόμενος τὸ θέλημα τοῦ Θεοῦ· ὁ δὲ ὀκνηρὸς δοῦλός ἐστι ἄνθρωπος ἀθετήσας τὴν χάριν τοῦ Κυρίου, καὶ ἀμελήσας τῆς ἑαυτοῦ σωτηρίας. Ἐν πᾶσι δὲ τούτοις ἀναλόγισαι Σαῦλον. Οὗτος γὰρ λαβὼν ἐπιστολὰς παρὰ τῶν ἀρχιερέων ἐπορεύετο εἰς Δαμασκὸν δήσων τοὺς πιστεύοντας ἐπὶ τὸν Κύριον· καὶ ἐξελθὼν ἀνατρέπειν τὴν πίστιν, αὐτὸς κῆρυξ εὑρέθη τῆς πίστεως. Πολλοὶ γὰρ οἱ οἰκτιρμοὶ τοῦ Κυρίου ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτὸν ἐν ἀληθείᾳ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Περὶ ἐργοχείρου. Παραίνεσις κβʹ Τοῖς ἐν κοινοβίοις νεωτέροις μοναχοῖς διαφόρως πολεμεῖ ὁ Ἐχθρός. Τισὶ γὰρ ἐξ αὐτῶν ὑποβάλλει μῖσος εἰς τὸ ἐργόχειρον αὐτῶν. Καὶ ποίῳ τρόπῳ; Ἐγὼ λέγω, τῆς χάριτος συνεργούσης. Πρωΐας [δὲ] γενομένης, ἀνίσταται ὁ ἀδελφὸς ποιῆσαι ἑαυτῷ εὐχὴν ἐν τῷ κελλίῳ αὑτοῦ. Εἶτα, ἐπιλαμβάνεται τοῦ ἔργου. Φέρει αὐτῷ τότε ὁ μισόκαλος δαίμων τὸν λογισμὸν τῆς ἀκηδίας.

Καὶ ἐὰν ἐλθούσης τῆς ἀκηδίας ὑπομείνῃ ὁ ἀδελφὸς ἐργαζόμενος καὶ μελετῶν, τότε ἀπελαύνει τὴν ἀκηδίαν, τῆς χάριτος συνεργούσης. Ἀλλ᾽ ἐν τούτῳ ἡττᾶται ὁ ἀδελφός, ἐλθούσης τῆς ἀκηδίας· ἐλθούσης γὰρ αὐτῆς, οὐκ ἀνταγωνίζεται διὰ τῆς ὑπομονῆς. Διὸ καὶ ἡττᾶται ἁλωτός. Χαυνώσας τὸν λογισμόν, ἄρχεται λέγειν ἐν ἑαυτῷ· σήμερον ὡς πάραρον ἐμαυτὸν αἰσθοῦμαι, καὶ ἀσθενῶ. Τί ποτε; Καὶ τί ἔχω ποιῆσαι; Μᾶλλον ἀργῶ τὴν σήμερον, ἵνα ἀναπαύσωμαι ἐμαυτὸν μικρόν· καὶ τὴν αὔριον διώκω ἐμαυτὸν εἰς τὸ ἐργόχειρον, καὶ ποιῶ τῶν δύο ἡμερῶν τὸ ἔργον. Εἶτα ἀργεῖ ὁ ἀδελφὸς τὴν πρώτην ἡμέραν· ὑποσύρεται λοιπὸν τῆς μιᾶς ἡμέρας τὸ ἔργον. Ὁμοίως καὶ τῇ ἐπαύριον ὁ μισόκαλος δαίμων σφοδροτέραν ἀκηδίαν περιχύει τῷ ἀδελφῷ τῆς χθές, ἄγων αὐτῷ τὴν μνήμην τῆς ἐνεστώσης ἡμέρας καὶ τῆς παρελθούσης.

Τότε λοιπὸν συνεχόμενος τοῖς λογισμοῖς ἐγείρεται καὶ ἀφίησι τὸ ἔργον αὑτοῦ, καὶ ἄρχεται πολλάκις ποιεῖν τὰ μὴ ἔργα, ὡς ἔργα· ἢ καὶ ἐκ τῆς κέλλης ἐξενεγκὼν τὸν μοναχόν, ποιεῖ αὐτὸν διακενοῦν. Καὶ ἐν τούτῳ πειράζει ὁ Πονηρὸς τὸν μοναχὸν ἐκ τῆς οἰκείας χαυνότητος.

Ἄλλῳ δὲ ἀδελφῷ ἄλλως πολεμεῖ ὁ Ἐχθρός. Ἄκουε δὲ καὶ τούτου τὴν αἰτίαν καὶ σοφὸς γενοῦ καὶ δὸς δόξαν τῷ μόνῳ σοφῷ Θεῷ, καὶ μαθὼν παραφύλαξαι, ὡς ἐπιστάμενος τὰ ἔνεδρα αὐτοῦ, ὅπως μὴ ἐμπέσῃς εἰς τὴν ἐκείνου παγίδα· ὅτι ὁ ἀντίδικος ἡμῶν Διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει. Ἑτέρῳ δὲ ἀδελφῷ δίδωσιν ὁ Πονηρὸς προθυμίαν εἰς τὸ ἔργον, ὑπὲρ ὃ δεῖ· ὅθεν τίκτεται τὸ πάθος τῆς φιλαργυρίας. Τότε τρωθεῖσα ἡ ψυχὴ τῇ ῥίζῃ τῶν κακῶν, τῇ φιλαργυρίᾳ, παρασκευάζει τὸν μοναχὸν ὀρθρίζειν καὶ ὀψίζειν εἰς τὸ ἐργόχειρον ὑπὲρ ὃ δεῖ, ὥστε, εἰ δυνατόν, καὶ τῆς εὐχῆς καὶ τῆς συνάξεως αὑτοῦ ἀμελεῖν, καὶ τῷ ἔργῳ μόνῳ στοιχεῖν ἕνεκα φιλαργυρίας. Ὅταν δὲ κρούσῃ εἰς τὴν σύναξιν, πάντων ἔσχατος ἀπαντᾷ ὁ ἀδελφός, καὶ πρὸ πάντων τῆς συνάξεως παρασκευάζει ἐξιέναι.

Ταῦτα οὖν εἰδώς, τήρει σεαυτόν, ἀγαπητέ, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθεὶς ἐκπέσῃς τοῦ ἰδίου στηριγμοῦ. Ἵνα δὲ μὴ μηκύνωμεν τὸν λόγον, καταλύσας αὐτοῦ τὰ νεῦρα διὰ τῆς φιλαργυρίας, καὶ τὴν εὐτονίαν διαλύσας, ἄρχεται λοιπὸν ὁ Πονηρὸς ὑποβάλλειν τῷ ἀδελφῷ. Τότε καὶ ὁ ἀδελφός, μὴ νοῶν τὸ ἐνοχλοῦν αὐτῷ πάθος, ἄρχεται λέγειν μεμφόμενος τὸ ἔργον· τοσαῦτα ἔτη ἐργάζομαι ἐν τῷ εὐλογημένῳ ἔργῳ τούτῳ, καὶ οὔτε μισθωμάτιον ἔχει, καθὼς ὀφείλει, πλὴν ὅτι κόπον ἔχει ἄμετρον. Καί φησιν· κρεῖσσον ἀργεῖν ἢ κακὰ ἐργάζεσθαι. Ὑπάγω, ἑτέραν τέχνην μανθάνω, ὅθεν μισθαρίου ἱκανοῦ δύνωμαι καταλῦσαι καὶ ῥᾳδίως τὰ ἐπὶ τὴν χρείαν μου καταλαβεῖν.

Ὁμοίως καὶ οὗτος πειράζεται ὑπὸ τοῦ Σατανᾶ, διὰ τῆς οἰκείας ἀγνωσίας. Ἀνὴρ δὲ γνωστικὸς πάντα ἐν μέτρῳ ἐργάζεται, καὶ καθ᾽ ὃ δεῖ, ὅπως τῇ προσευχῇ καὶ τῇ συνάξει σχολάσῃ· καὶ ἡ εὐχὴ τῆς πίστεως δίδωσιν αὐτῷ ἰσχὺν καὶ χάριν ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ἐὰν γὰρ προφάσει τοῦ ἔργου μὴ συνεισέλθῃ εἰς τὴν ψυχὴν ἀλλότριος λογισμὸς καὶ συναπαχθῇ ὁ ἄνθρωπος τῷ λογισμῷ, εἴτε τῆς φιλαργυρίας καὶ κενοδοξίας, εἴτε τῆς φιλαυτίας καὶ ὑλομανίας καὶ φθόνου, εἴτε τῆς ἀπιστίας καὶ ὀκνηρίας, εἴτε τῆς λαιμαργίας καὶ μέθης καὶ φιληδονίας καὶ ἀνυποταγῆς, καὶ τὰ ὅμοια τούτοις· ἐὰν μὴ διασπαρῇ ἐν τῇ ψυχῇ τὶ τῶν προειρημένων παθῶν, καὶ δουλωθῇ ἄνθρωπος τοῖς πάθεσιν, οὐκ ἔστι βαρὺ ἐργόχειρον τοῦ μοναχοῦ τοῦ διώκοντος τὰ δέοντα καὶ τὰ αὐτάρκη. Ἐὰν δὲ ἐπιποθήσῃ ἡ ψυχὴ τινὰ τῶν παθῶν, τότε γίνεται ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ τὸ γεγραμμένον· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.

Ἐὰν γὰρ ὑπὲρ βίαν ἐργάζῃ, ὑπὲρ ὃ δεῖ, καὶ οὐ παρέχῃς, ἥττησαι. Ἀλλ᾽ ὅταν περισσεύσῃς, δὸς τῷ ὑστερουμένῳ ἐν ἱλαρότητι· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Καὶ πάλιν· ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· καθὼς γέγραπται· ὁ τὸ πολύ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν. Ὁ δὲ Κύριος κατευθύνῃ ὑμῶν τὰς καρδίας εἰς τὸν φόβον αὐτοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.