Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικὸς πάνυ ὠφέλιμος

Ἐφραίμ ὁ Σύρος

Η ανωτερότητα της ουράνιας βασιλείας και ο πνευματικός αγώνας

Η απαξίωση των γήινων αγαθών χάριν της αιώνιας ζωής, η αναγκαιότητα του ασκητικού κόπου και τα χαρακτηριστικά του αληθινού φιλοσόφου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ὥστε πᾶσαι αἱ ἐπιφερόμεναι τοῦ Πονηροῦ θλίψεις τῷ ἀνθρώπῳ, ἐὰν ἐλπίδι καὶ μακροθυμίᾳ γενναίως ὑπομείνῃ, στηριγμὸν καὶ ἑδραιότητα, καὶ πλέον δόκιμον αὐτὸν ἀπεργάσασθαι γεγόνασι. Συλλόγισαι γάρ μοι· ἐὰν ὅλης τῆς γῆς σε καταστήσωσι βασιλέα μόνον, καὶ τοὺς θησαυροὺς τῆς οἰκουμένης μόνῳ σοι προσενέγκωσι, καὶ εἰ μόνος ἐβασίλευες καὶ ἐκράτεις τῆς οἰκουμένης, ἐξ ὅτου τὸ γένος τῶν ἀνθρώπων ἔκτισται ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἀντικατήλλασαι τὴν ἀληθινὴν καὶ ἀπέραντον καὶ αἰώνιον ζωήν, τὴν τῶν οὐρανῶν βασιλείαν, ἥτις τέλος καὶ διαδοχὴν οὐκ ἔχει; Δῆλον ὅτι, ἐὰν ὀρθῶς διακρίνῃς, ἐρεῖς· μὴ γένοιτό μοι ἀντικαταλλάξαι τὴν φθαρτὴν βασιλείαν τῇ ἀπεράντῳ βασιλείᾳ, ὡς ὁ Κύριος εἴρηκεν· τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὥστε παντὸς κόσμου καὶ τῆς βασιλείας αὐτοῦ καὶ χρημάτων καὶ δόξης ψυχὴ μόνη τιμιωτέρα καὶ ἀξιολογωτέρα ἐστίν—οὐχ ὅτι γε ἡ τῶν οὐρανῶν βασιλεία ἐντιμοτέρα ἐστίν—ὅτι ἐν οὐδενὶ τῶν κτισμάτων εὐδόκησεν ὁ Θεὸς τῆς ἰδίας φύσεως, τοῦ Πατρός, κοινωνῆσαι καὶ συνᾶραι· οὐκ οὐρανῷ, οὔτε ἡλίῳ, οὔτε σελήνῃ, οὔτε ἄστροις, οὔτε γῇ, οὔτε θαλάσσῃ, οὔτε ἑτέρᾳ τινὶ τῶν ὁρωμένων κτίσει, ἢ μόνῳ τῷ ἀνθρώπῳ τῷ ἀγαπῶντι αὐτὸν ὑπὲρ πάντα.

Εἰ οὖν τὰ μεγάλα τοῦ κόσμου κτίσματα, ἢ πλοῦτον, ἢ καὶ αὐτὴν τὴν ἐπίγειον βασιλείαν, λογισμῷ ὀρθῷ λαβόντες, οὐχ αἱρούμεθα ἀντικαταλλάξαι τῇ αἰωνίῳ καὶ οὐρανίῳ τῆς ζωῆς βασιλείᾳ, πῶς οἱ πλείονες ἀντικαταλλάσσουσιν αὐτὴν ταλαιπώροις καὶ ἐξουδενωμένοις τοῦ κόσμου πράγμασιν, οἷόν τι ἐπιθυμίᾳ τινὶ τοῦ κόσμου τούτου, ἢ ματαίᾳ δόξῃ, ἢ αἰσχρῷ κέρδει; Ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου ἀγαπᾷ, καὶ εἰς ὅ, τι δεσμεύεται οἱῳδήποτε κοσμικῷ καὶ φθαρτῷ πράγματι, ἐκείνῳ καὶ ἀντικαταλλάσσεται τὴν τῶν οὐρανῶν βασιλείαν. Ὃ γάρ τις ἀγαπᾷ, ἐκεῖνο θεὸς αὐτοῦ ἐστι, καθὼς εἴρηται· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Χρὴ γὰρ τὸν ὄντως ζωῆς ἀθανάτου ὀρεγόμενον, καὶ βασιλείας οὐρανῶν ἐπιθυμίαν ἔχοντα, ἁπάντων τῶν τοῦ αἰῶνος τούτου ἀνώτερον καὶ μείζονα γενέσθαι, καὶ ὑπερβῆναι πάντας ὅρους κοσμικοὺς καὶ πᾶσαν δόξαν γηΐνην, καὶ ὅλους δεσμοὺς ὕλης διαρρῆξαι, καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ δόξαν ἀγαπῆσαι, καὶ μηδὲν ἕτερον σὺν ἐκείνῃ τῇ ἀγάπῃ μιγνύειν, καὶ ἀγαπᾶν τι τοῦ αἰῶνος τούτου ἢ τοῦ βίου τούτου.

Οἱ γὰρ πρὸς τὸν Θεὸν ὄντως ἀληθινὴν ἀγάπην ἀναλαβόντες, ὥσπερ μάχαιρα δίστομος πᾶσαν ἀγάπην ἑτέραν κόσμου διακόπτει, καὶ πάντα δεσμὸν ὕλης διαρρήσσει, καὶ οὐδέν τι τῶν φαινομένων τὴν ψυχὴν ἐκείνην κατέχειν δύναται, οὐχ ἡδονή τις, οὐ δόξα, οὐ πλοῦτος, οὐ δεσμὸς ἀγάπης σαρκικῆς, οὐδέ τι τῶν τῆς ὕλης πραγμάτων, ἀλλ᾽ ἡ μόνον Θεὸν ἀγαπῶσα ψυχή, σὺν αὐτῷ οὐδὲν ἕτερον τοῦ αἰῶνος τούτου ἀγαπᾷ, ἀλλ᾽ ὅλην αὐτῆς τὴν ἀγάπην καὶ τὸ θέλημα αὐτῷ μόνῳ ἐγκρεμάσασα, καὶ αὐτῷ μόνῳ προσδεθεῖσα, ἅπασαν ἀγάπην χοϊκὴν καὶ ὑλικὴν ὑπερβαίνει καὶ νικᾷ. Δίστομος μάχαιρα ἀγάπη πνεύματος διὰ τῆς ἰδίας εὐτελοῦς ἀγάπης κτησαμένη· ἥτις ἀγάπη καὶ μάχαιρα δύναται πᾶσαν ὕλην διακόψαι, καὶ πάντας ὅρους γῆς ὑπερβαίνειν, καὶ μόνῳ Θεῷ συνενωθῆναι, καὶ τὸ αὐτοῦ θέλημα διὰ παντὸς ἐργάζεσθαι.

Ἀγώνων τοίνυν μεγάλων καὶ πόνων ἰσχυρῶν ἐστι τὰς μεγάλας ἐπαγγελίας τῆς αἰωνίου ζωῆς καρπώσασθαι· χρὴ γάρ τινα ὅλον ἐξ ὅλου ἑαυτὸν τῷ Κυρίῳ ἀποδοῦναι, καθὼς γέγραπται, ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ἰσχύος, καὶ ὅλῳ θελήματι, καὶ ἀνακρεμάσαι καὶ ἑαυτὸν σταυρῶσαι ψυχῇ καὶ σώματι, διηνεκῶς τε καὶ ἀδιαλείπτως, ἐν πάσαις ταῖς ἁγίαις αὐτοῦ ἐντολαῖς, ὅπως δυνηθῇ τυχεῖν τῆς ἐπηγγελμένης ζωῆς τοῖς τὸν Θεὸν ἀγαπῶσι καὶ αἰωνίου ζωῆς καταξιωθῆναι θέλουσιν. Εἰ γὰρ ἐν τῇ ἐπιγείῳ καὶ παρερχομένῃ καὶ φθαρτῇ βασιλείᾳ μεγάλοι ἱδρῶτες καὶ κάματοι καὶ πόνοι καὶ μόχθοι ἀνύονται, ὅπως οἱ τούτων ὀρεγόμενοι δυνηθῶσι προκόψαι, καὶ ἔν τινι τιμῇ δόξης ἢ ἀρχῆς παρερχομένης ἐλθεῖν, πόσῳ μᾶλλον ὑπὲρ τῆς αἰωνίου καὶ ἀγηράτου καὶ ἀφθάρτου βασιλείας πονῆσαι καὶ μοχθῆσαι καὶ ἀγωνίσασθαι ὅλῃ προθυμίᾳ μετὰ χαρᾶς προσήκει, ὑπὲρ τοῦ τηλικαύτας ἀφθάρτους δόξας κληρονομῆσαι; Δίκαιον γάρ σοι φαίνει ἵνα τὰ ἐπὶ τῆς γῆς πράγματα καὶ παρερχόμενα, καὶ αἱ φθαρταὶ δόξαι τηλικούτων καμάτων καὶ πόνων δέωνται πρὸς τὸ κτήσασθαι ταύτας, αἰῶνας αἰώνων ἀγηράτους καὶ ἀτελευτήτους σὺν Χριστῷ βασιλεῦσαι ἐλπίζειν, μηδὲ βραχύν τινα χρόνον τοῦτον τὸν ἐπὶ γῆς πονέσαι καὶ ἀγωνίσασθαι προσήκει, ὅπως ἐν καιρῷ ὅλους αἰῶνας βασιλεύσῃς ἐν Θεῷ;

Ἐγὼ οἶμαι ὅτι καὶ τῷ πάνυ βραχὺν νοῦν ἔχοντι δῆλον ὅτι δίκαια καταφανήσεται ταῦτα· ἐν ὀλίγῳ χρόνῳ ἀθλῆσαι καὶ ἀγωνίσασθαι καταδραμεῖν, ὅπως τὴν νίκην εἰς αἰῶνας ἄρηται, ἤπερ ἐν ὀλίγῳ χρόνῳ, μὴ ἀνδραγαθήσαντα, ἀλλὰ χαυνωθέντα καὶ ἐν γηΐναις ἡδοναῖς ἀναστραφέντα, τὸ ἥττημα καὶ τὴν αἰσχύνην εἰς αἰῶνας ἀπενέγκασθαι. Ἐπὰν γάρ τις ἔργοις τοῖς ἀγαθοῖς σχολάζῃ, καὶ τοῖς ὑπὸ Γραφῶν λαλουμένοις πράγμασιν ἐνδιατρίβῃ, πάντες λόγοι, ἤτοι Γραφαί, ἤτοι συντάγματα, καὶ αὐτῶν τῶν ἔξωθεν φιλοσόφων βίβλοι περὶ τούτων κεκράγασι, τοῦτον ἐπαινοῦντες καὶ τοῦτον αὐχοῦντες· καὶ πᾶσαι γλῶσσαι περὶ τούτου διαμαρτύρονται, τὸν ἐν τοῖς πράγμασι τῶν Γραφῶν τοῖς ἔργοις διατελοῦντα. Ἐκεῖνός ἐστι παρὰ Θεῷ ἀληθὴς φιλόσοφος, ὁ πάντοτε ταῖς ἑαυτοῦ κακαῖς ἐπιθυμίαις ἀντιτασσόμενος. Ὁ γὰρ ἐν λόγῳ φιλοσοφίας κοσμούμενος καὶ ἐγκαυχώμενος, καὶ τὰς ἰδίας ἐπιθυμίας μὴ ὑποτάσσων, οὗτος παντελῶς ἄσοφος καὶ μωρὸς λογισθήσεται, διὰ τὸ ἐν ἀλόγοις παθήμασιν αὐτὸν ἐξετάζεσθαι.