Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός
Εσχατολογική εγρήγορση και παραβολές ετοιμότητας
Η αναγκαιότητα της ψυχικής κάθαρσης, η υπενθύμιση της αιφνίδιας κρίσεως και η χρήση παραβολών για την ανάδειξη της σημασίας της πνευματικής καρποφορίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εσχατολογική εγρήγορση και παραβολές ετοιμότητας
Η αναγκαιότητα της ψυχικής κάθαρσης, η υπενθύμιση της αιφνίδιας κρίσεως και η χρήση παραβολών για την ανάδειξη της σημασίας της πνευματικής καρποφορίας.
Πάντων γὰρ ὧν μισεῖ ὁ Θεὸς ἅπαξ ἁπλῶς, ἵνα ἀποστραφεὶς πόρρω ἀπέχῃ ἀπ᾽ αὐτῶν, τότε ἐνοικήσει ἐν αὐτῷ ὁ Θεός.
Εἰπὲ γάρ μοι, εἴ τις ἠβουλήθη ῥίψαι σε ἐν βορβόρῳ, ὥστε διὰ παντὸς [ῥίψαι] σε ἐκεῖ εἶναι, ἠνέσχου ἂν αὐτοῦ; Εἰ οὖν σὺ σκώληξ ὤν, οὐχ ὑπομένεις τοῦτο παθεῖν, πῶς ἀνέχει τὸν ἀμίαντον Θεόν, τὸν ἄχραντον, τὸν μόνον ἅγιον, τὸν ἐν ἁγίοις ἀναπαυόμενον, κατοικῆσαι ἐν σοί, ὄντι βορβόρῳ δυσωδίας ἀνάπλεῳ;
Διὸ δὴ καθαρίσωμεν ἑαυτούς, ἀγαπητοί, ἵνα ὁ Θεὸς ἐνοικήσῃ ἐν ἡμῖν, καὶ ἐπιτύχωμεν τῶν ἐπαγγελιῶν αὐτοῦ. Μὴ ἐνυβρίσωμεν τὸ ἅγιον αὐτοῦ ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ἡμᾶς. Μὴ βλασφημηθῇ δι᾽ ἡμᾶς τὸ ὄνομα τοῦ Θεοῦ ἡμῶν. Φεισώμεθα ἑαυτῶν, καὶ συνῶμεν ὅτι τὸ ὄνομα ἡμῶν συμφωνεῖ τῷ ὀνόματι τοῦ Χριστοῦ· Χριστὸς γὰρ αὐτός, καὶ ἡμεῖς Χριστιανοὶ καλούμεθα. Ὁ Θεὸς τὸ Πνεῦμά ἐστι, καὶ ἡμεῖς πνευματικοὶ γενώμεθα. Ἔνθα γὰρ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Σπουδάσωμεν ἐπιτυχεῖν τῆς ἐλευθερίας ταύτης. Ἐννοήσωμεν οἵας πολιτείας ἡμᾶς ἠξίωσεν. Ἐπιγνῶμεν ὅτι εἰς γάμους ἑαυτοῦ ἐκάλεσεν ἡμᾶς. Ἀγαπήσωμεν καὶ ἑαυτούς, καθὼς ἡμᾶς αὐτὸς ἠγάπησε. Ποθήσωμεν αὐτόν, ἵνα ἡμᾶς δοξάσῃ. Προσέχετε ἑαυτοῖς, ἵνα μὴ διπλῆν δίκην ἀπαιτηθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· ἀναχωρήσαντες μὲν τοῦ κόσμου, τὰ δὲ τοῦ κόσμου φρονοῦμεν· καὶ χρημάτων καταφρονήσαντες, περὶ αὐτῶν μεριμνῶμεν· φυγόντες τὰ σαρκικὰ καὶ αὐτὰ διώκοντες.
Φοβοῦμαι μὴ αἰφνιδίως ἐπιθῇ ἡμῖν ἡ ἡμέρα ἐκείνη, καὶ εὑρεθέντες γυμνοὶ καὶ ταλαίπωροι καὶ ἀπαρασκεύαστοι, ἑαυτοὺς μεμψώμεθα. Τὸ αὐτὸ γὰρ ἔπαθον καὶ ἐν ταῖς ἡμέραις τοῦ Νῶε· ἤσθιον καὶ ἔπινον· ἐγάμουν καὶ ἐγαμίσκοντο· ἐπώλουν, ἠγόραζον· ἄχρις οὗ ἐλθὼν ὁ κατακλυσμὸς ἅπαντας ἀπώλεσε. Θαυμαστὸν γὰρ ἦν τὸ πρᾶγμα, ἀδελφοί, θεωροῦντες τὰ ἄγρια ζῷα συναγόμενα εἰς ἕν· ἐλέφαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχομένους· λέοντας καὶ παρδάλεις μετὰ προβάτων καὶ αἰγῶν μιγάδας, καὶ μηδὲν ἀδικοῦντας· ἑρπετά τε καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχόμενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα· καὶ ταῦτα ἐπὶ ἡμέρας ἱκανάς· αὐτόν τε τὸν Νῶε μετὰ σπουδῆς κατασκευάζειν τὴν κιβωτόν, καὶ ἐμβοῶντα αὐτοῖς, μετανοεῖτε, καὶ οὐκ ἠνείχοντο. Καὶ τὴν ἄθροισιν τὴν παράδοξον τῶν ἀλόγων καὶ ἀγρίων ζῴων ὁρῶντες, οὐ κατενύγησαν εἰς τὸ σωθῆναι.
Φοβηθῶμεν οὖν, ἀγαπητοί, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν. Τὰ γὰρ γεγραμμένα λοιπὸν ἐπληρώθησαν, καὶ τὰ εἰρημένα σημεῖα τέλος ἔχει, καὶ οὐκ ἔστιν ἔτι λεῖπον εἰ μὴ τὰ τοῦ ἐχθροῦ ἡμῶν τοῦ Ἀντιχρίστου. Εἰς γὰρ τὸ τέλος τῆς τῶν Ῥωμαίων βασιλείας δεῖ τὰ πάντα πληρωθῆναι. Ὁ τοίνυν θέλων σωθῆναι, σπουδασάτω· καὶ ὁ εἰς τὴν βασιλείαν βουλόμενος εἰσελθεῖν, μὴ ἀμελείτω. Ὁ θέλων ἐκ τῆς γεέννης τοῦ πυρὸς ῥυσθῆναι, νομίμως ἀθλησάτω· καὶ ὁ μὴ βουλόμενος βληθῆναι ἐν τῷ ἀκοιμήτῳ σκώληκι, νηφέτω. Ὁ θέλων ὑψωθῆναι, ταπεινούσθω· καὶ ὁ βουλόμενος παρακληθῆναι, πενθείτω. Ὁ ἀγαπῶν εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἀγαλλιασθῆναι, λαμπάδα φαιδρὰν καὶ ἔλαιον εἰς ἀγγεῖον ἀράτω. Ὁ προσδοκῶν εἰς τοὺς γάμους ἐκείνους κατακλιθῆναι, ἐσθῆτα λαμπρὰν κτησάσθω.
Ἡ πόλις τοῦ Βασιλέως πλήρης εὐφροσύνης καὶ ἀγαλλιάσεώς ἐστι, πλήρης φωτὸς καὶ γλυκασμοῦ, καὶ ἡδύτητα βρύει μετὰ ζωῆς αἰωνίου τοῖς κατοικοῦσιν ἐν αὐτῇ. Εἴ τις οὖν ἀγαπᾷ συμπολίτης γενέσθαι τοῦ Βασιλέως, ὀξυποδησάτω· ἡ γὰρ ἡμέρα κέκλικε, καὶ οὐδεὶς οἶδε τί ἀπαντήσει ἐν τῇ ὁδῷ. Καθάπερ γάρ τις ὁδοιπόρος ἐπιστάμενος τὸ μακρὸν τῆς ὁδοῦ, ἀναπεσὼν καθεύδει ἕως πρὸς ἑσπέραν· εἶτα ἔξυπνος γενόμενος, βλέπει τὴν ἡμέραν κεκλικυῖαν· καὶ ἀρξαμένου αὐτοῦ βαδίζειν, ἄφνω νεφέλη, χάλαζα καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θλίψεις πανταχόθεν, διὰ τὸ μήτε εἰς τὴν μονὴν αὐτὸν φθάνειν, μήτε εἰς τὸν τόπον αὐτοῦ ὑποστρέφειν δύνασθαι· οὕτω καὶ ἡμεῖς, ἐὰν ἀμελήσωμεν ἐν τῷ καιρῷ τῆς μετανοίας, ταὐτὸ πεισόμεθα· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι.
Σπουδάσωμεν οὖν μετὰ πλούτου εἰς τὴν πόλιν ἡμῶν εἰσελθεῖν καὶ πατρίδα. Ἔμποροί ἐσμεν πνευματικοί, ἀδελφοί, ζητοῦντες τὸν πολύτιμον μαργαρίτην, ὅς ἐστι Χριστὸς ὁ Σωτὴρ ἡμῶν, καύχημά τε καὶ θησαυρὸς ἄσυλος. Διὸ μετὰ πολλῆς σπουδῆς κτησώμεθα αὐτόν. Μακάριος καὶ τρισμακάριος, ὃς ἐσπούδασε κτήσασθαι αὐτόν, πανάθλιος δὲ ὁ ἀμελήσας τὸν Κτίστην τῶν ἁπάντων ἡμῶν κτήσασθαι, κτηθῆναι δὲ ὑπ᾽ αὐτοῦ. Ἀγνοεῖτε, ἀδελφοί, ὅτιπερ κλῆμά ἐσμεν τῆς ἀληθινῆς ἀμπέλου, ἥτις τυγχάνει ὁ Κύριος; Ὁρᾶτε οὖν μή τις ἄκαρπος εὑρεθῇ. Ὁ γὰρ τῆς ἀληθείας Πατήρ ἐστιν ὁ γεωργός. Ἐργάζεται δὲ τὴν ἄμπελον ταύτην, καὶ τοὺς μὲν φέροντας καρπὸν φιλοκαλεῖ, ἵνα πλείονα φέρωσι· τοὺς δὲ μὴ ποιοῦντας καρπὸν ἐκκόπτει καὶ ἔξω τοῦ ἀμπελῶνος ῥίπτει, ἵνα πυρὶ καυθῶσι. Προσέχετε οὖν ἑαυτοῖς μὴ ἄκαρποι εὑρεθῆτε, καὶ ἐκκοπέντες τῷ πυρὶ παραδοθῆτε. Ὁμοίως σπόρος ἐσμὲν καλός, ὃν ἔσπειρεν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς, Χριστὸς ὁ οἰκοδεσπότης.
Ὁ ἀμητὸς ἰδοὺ ἔφθασε καὶ οἱ ἀμήσοντες τὰ δρέπανα μετὰ χεῖρας ἔχουσι, τὸ νεῦμα τοῦ Δεσπότου περιμένοντες. Βλέπετε τοίνυν μή τις εὑρεθῇ ζιζάνιον, καὶ εἰς δεσμὰ δεθεὶς καῇ τῷ αἰωνίῳ πυρί. Οὐ συνίετε, ἀδελφοί μου, ὅτιπερ φοβερὸν μέλλομεν διαπερᾶν πέλαγος; Οἱ οὖν τέλειοι καὶ σοφοὶ ἔμποροι ἕτοιμοι, ἔχοντες τὴν ἐμπορίαν μετὰ χεῖρας, ἐκδέχονται πνεῦσαι αὐτοῖς τὸν ἄνεμον, ἵνα διαπεράσαντες φθάσωσιν εἰς τὸν τῆς ζωῆς λιμένα. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου ἀδιαφοροῦντες καὶ μετεωριζόμενοι, μηδὲ ἐν τῇ διανοίᾳ αὐτῶν τιθέμενοι τοῦτο περαιωθῆναι τὸ πέλαγος, φοβοῦμαι, μὴ πνεύσῃ αἰφνιδίως ὁ ἄνεμος, καὶ εὑρεθῶμεν ἀπαρασκεύαστοι, καὶ δήσαντες βάλωσιν ἡμᾶς ἐν τῷ πλοίῳ, καὶ κλαύσωμεν ἐκεῖ τὰς ἡμέρας τῆς ῥᾳθυμίας ἡμῶν, ὁρῶντες ἑτέρους ἀγαλλιῶντας καὶ εὐφραινομένους, ἑαυτοὺς δὲ ἐν ὀδύνῃ· ἐν γὰρ τῷ λιμένι ἐκείνῳ, ἕκαστος ἐν τῷ οἰκείῳ πλούτῳ καὶ τῇ ἑαυτοῦ καυχᾶται ἐμπορίᾳ.
Οὐκ οἴδατε, ἀγαπητοί, ὅτι εἰς τοὺς γάμους τοῦ νυμφῶνος αὐτοῦ ἐκάλεσεν ἡμᾶς ὁ Βασιλεὺς τῶν βασιλευόντων; Τί ἀμελοῦμεν καὶ οὐ σπουδάζομεν ἐντεῦθεν ἐσθῆτα λαμπρὰν καὶ λαμπάδας φαιδρὰς καὶ ἔλαιον ἐν τοῖς ἀγγείοις ἡμῶν λαβεῖν;
Οὐ λογίζεσθε ὅτι γυμνὸς οὐδεὶς εἰσέρχεται ἐκεῖ; Ἐὰν δὲ προπετεύσηταί τις εἰσελθεῖν μὴ ἔχων ἔνδυμα γάμου, ἐπίστασθε τί πάσχῃ ὁ τοιοῦτος· κελεύσαντος γὰρ τοῦ Βασιλέως, δεσμεύουσιν αὐτοῦ πόδας καὶ χεῖρας, καὶ ἐκβάλλεται εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Φοβοῦμαι, ἀγαπητοί, μὴ τὰ πάθη τῆς σαρκὸς ἐκβάλωσιν ἡμᾶς ἔξω τοῦ νυμφῶνος, ἔξωθεν σχηματισθέντας· τὸ γὰρ σχῆμα τὸ ἔξωθεν διδάσκει ποῦ ἡμῶν ἐστιν ἡ καρδία καὶ ὁ νοῦς. Ὁ καλλωπισμὸς καὶ ἡ φιλοκαλία τῆς ἐσθῆτος δείκνυσιν ὅτι γυμνοί ἐσμεν τῆς δόξης ἐκείνης, φρονοῦντες τὰ γήϊνα· καὶ ἡ φιλοδοξία σημαίνει ὅτι κενόδοξοί ἐσμεν. Ἥ τε τῶν βρωμάτων ἡδύτης δείκνυσιν ὅτι γαστρίμαργοί ἐσμεν· καὶ ἡ ῥᾳθυμία δηλοῖ ὅτι ὀκνηροί ἐσμεν· καὶ ἡ φιλοκτημοσύνη ὅτι τὸν Χριστὸν οὐ ποθοῦμεν. Ὁ φθόνος ἀπαγγέλλει ὅτι ἀγάπην οὐκ ἔχομεν ἐν ἑαυτοῖς· καὶ τὸ νίπτεσθαι τοὺς πόδας καὶ τὸ πρόσωπον σημαίνει ὅτι δουλοπαθεῖς ἐσμεν.
Διὰ γὰρ τῆς γλώττης κηρύττεται, ἡ καρδία τίνα ποθεῖ· ἃ δὲ ἡ καρδία ποθεῖ, ἡ γλῶττα μελετᾶ. Διὰ τῶν χειλέων τὰ κρύφια τῆς καρδίας ἡμῶν ἐλέγχεται· ἐπειδὴ ἤνοικται τὸ στόμα, μὴ ἔχον θύραν μήτε φυλακήν, ἐκπορεύεται ἡμῶν ὁ λόγος ἀδιαφόρως, καὶ διὰ τῶν λόγων συλᾶται ἡμῶν ἡ καρδία. Τὸ γὰρ στόμα μὴ φυλάσσον μυστήρια καρδίας, κλέπτει τὰς ἐνθυμήσεις αὐτῆς, καὶ νομίζουσα ἔνδον εἶναι ἑαυτῆς, διὰ τοῦ στόματος πομπεύεται ἡ δοκοῦσα μὴ ὁρᾶσθαι. Ἡ τῆς καταλαλιᾶς ἡδύτης σημαίνει ὅτι πλήρεις μίσους ἐσμέν. Μὴ οὖν πλανηθῇ τις τῇ ἔξωθεν εὐλαβείᾳ, ἑαυτὸν γὰρ ἀπατᾷ καὶ τὸν ἀδελφόν, οἰόμενος τῇ ἔξω πείθειν εὐλαβείᾳ.
Διὰ τῆς ἀναστροφῆς δείκνυσι τὸ ψεῦδος τῆς εὐλαβείας αὐτοῦ. Εἰ θέλεις μαθεῖν τὰς ἐνθυμήσεις τῆς καρδίας, πρόσελθε τῷ στόματι, καὶ ἐξ αὐτοῦ μαθήσῃ περὶ τίνος ἔχει τὴν φροντίδα καὶ τὴν σπουδήν· περὶ τῶν γηΐνων ἢ περὶ τῶν ἐπουρανίων· περὶ τῶν πνευματικῶν ἢ περὶ τῶν σαρκικῶν· περὶ ἡδονῆς ἢ περὶ ἐγκρατείας· περὶ πολυκτημοσύνης ἢ περὶ ἀκτημοσύνης· περὶ ταπεινοφροσύνης ἢ περὶ ὑψηλοφροσύνης· περὶ ἀγάπης ἢ περὶ μίσους. Ἐκ γὰρ τοῦ θησαυροῦ τῆς καρδίας προσφέρει τὸ στόμα τοῖς προσιοῦσι τὰ ἐδέσματα· καὶ τῆς γλώττης ἡ μελέτη δείκνυσι τίνα ποθεῖ ἡ καρδία· τὸν Χριστὸν ἢ τὰ τοῦ παρόντος αἰῶνος. Ἥ τε ἀόρατος ψυχή, διὰ τῶν τοῦ σώματος πράξεων, ὁρᾶται ποία ἐστίν· ἀγαθὴ ἢ κακή· ἀγαθὴ μέν ἐστι φύσει, μεταβάλλεται δὲ εἰς κακίαν διὰ τὴν αὐτεξούσιον προαίρεσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.