Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ἀσκητικός

Ἐφραίμ ὁ Σύρος

Ο παρών βίος ως προετοιμασία για τη Δευτέρα Παρουσία

Οδηγίες για τη συλλογή πνευματικών εφοδίων κατά την πρόσκαιρη ζωή, με έμφαση στο απροσδόκητο του θανάτου και την αναμονή της τελικής ανταμοιβής των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Τί δὲ ἀπετάξω τῷ κόσμῳ, ἀγαπητέ, εἰ ἔτι ἀνάπαυσιν κοσμικὴν ἐπιζητεῖς; Ἀντὶ γυμνότητος, ἐσθῆτα, καὶ ἀντὶ δίψους, οἰνοποσίαν ἐπιζητῶν; Εἰς πόλεμον κληθείς, χωρὶς ὅπλων τοῖς ἐχθροῖς θέλεις παρατάξασθαι. Ἀντὶ ἀγρυπνίας, ὕπνῳ καταφερόμενος, καὶ ἀντὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ, γέλωτα προϊέμενος, καὶ ἀντὶ ἀγάπης, μῖσος πρὸς τὸν ἀδελφὸν ἔχων. Εἰς ὑποταγήν, καὶ σὺ ἀντιλέγεις· εἰς κληρονομίαν ἐκλήθης τῆς αὑτοῦ βασιλείας, καὶ σὺ τὰ γήϊνα φρονεῖς· ἀντὶ ταπεινοφροσύνης καὶ πρᾳότητος, ἀλαζονείαν καὶ ὑπερηφανίαν περιφέρων. Τί οὖν ἐρεῖς αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ; Ὅτι ἐταπεινώθην διὰ σέ, ἢ ἐπτώχευσα καὶ ἐγυμνήτευσα καὶ ἐπείνασα ἢ ἐδίψησα, ἀγαπήσας σὲ ὅλῃ μου ψυχῇ, καὶ τὸν πλησίον ὡς ἐμαυτόν; Μὴ ἀγνοήσῃς, ὅτι οἱ λόγοι σου καὶ οἱ λογισμοί σου οὔκ εἰσιν ἀνάγραπτοι, καὶ ἡ συνείδησις δέ σου συνεργὸς ὅτι, ἐὰν ψεύδῃ, οὐκ ἐλέγξει σε. Ἢ οὐκ οἶδας ὅτι πᾶσα ἡ κτίσις, σὺν φόβῳ καὶ τρόμῳ πολλῷ, παρίσταται τῷ βήματι αὐτοῦ, χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες Ἀγγέλων κύκλῳ αὐτοῦ; Καὶ σὺ λογίζῃ ψεύδεσθαι καὶ εἰπεῖν, ὡς ταῦτα πάντα ὑπέμεινα διὰ σέ; Βλέπε μὴ πολλὴν δίκην ἀποτίσῃς ὑπὲρ τῶν πονηρῶν σου πράξεων, καὶ ὑπὲρ τοῦ ψεύδους.

Νῆψον τοίνυν ἐκ τοῦ ὕπνου σου, καὶ ἐλθὲ εἰς ἑαυτόν. Ἀπόσεισαι τοὺς λογισμούς σου, καὶ ἴδε ὅτι ἡ ἡμέρα κέκλικε. Σύνες δὲ καὶ τοῦτο, ὦ ἀδελφέ, ὅτι οἱ χθὲς σὺν ἡμῖν ὄντες ἀδελφοὶ ἡμῶν, καὶ λαλοῦντες ἡμῖν, οὔκ εἰσι μεθ᾽ ἡμῶν σήμερον· ἐκλήθησαν πρὸς τὸν Κύριον αὐτῶν τε καὶ ἡμῶν, ἵνα ἐπιδείξῃ ἕκαστος αὐτῷ τὴν ἑαυτοῦ ἐμπορίαν. Ἰδοὺ δή, καταμάθετε τὰ τῆς χθὲς ἡμέρας καὶ τὰ τῆς σήμερον· πῶς ἡ μὲν χθές, ὥσπερ ἄνθος πρωϊνόν, παρῆλθεν· ἡ δὲ σήμερον, ὥσπερ σκιὰ δειλινή. Ἐπισκόπησον δὲ καὶ τὰ τῆς ἐμπορίας σου, εἰ προκόπτει κατὰ Θεόν. Ὥσπερ γὰρ ὀξυδρόμος, αἱ ἡμέραι ἡμῶν παρέρχονται. Μακάριος οὖν ὁ ἐμπορευσάμενος τὴν ἑαυτοῦ ἐμπορίαν, ἡμέραν καὶ ἡμέραν, καὶ συνάγων εἰς ζωὴν αἰώνιον. Τί δὲ σὺ ἀμελεῖς, ὦ ἀγαπητέ; Τί ῥᾳθυμεῖς; Τί δὲ ἐμεθύσθης τῇ ἀκηδίᾳ, ὡς ἀπὸ οἴνου; Τί παροξύνῃ ἐν ἑαυτῷ; Μονὴν γὰρ ἔχεις ποιῆσαι ἐν τῷ αἰῶνι τούτῳ; Καθάπερ γάρ τινες ὁδοιπόροι δύο ἐν ὁδῷ συντυχόντες ἀλλήλοις, ἀπερχόμενος ἕκαστος αὐτῶν εἰς τὸν ἴδιον οἶκον, ἑσπέρας δὲ αὐτοὺς καταλαβούσης ἔμειναν ἀμφότεροι εἰς ἣν ἔφθασαν μονήν, καὶ πρωΐας γενομένης διεχωρίσθησαν ἀπ᾽ ἀλλήλων· ἐπίσταται δὲ ἕκαστος αὐτῶν τί ἔχει ἐν τῷ οἴκῳ αὐτοῦ· ἤτοι πλοῦτον, εἴτε πενίαν, εἴτε ἀνάπαυσιν, εἴτε θλῖψιν. Οὕτως ἐσμὲν καὶ ἡμεῖς ἐν τῷ αἰῶνι τούτῳ.

Μονῇ γὰρ ἔοικεν ὁ βίος οὗτος· ἐξ αὐτοῦ δὲ χωριζόμεθα εἰς τὸν ἴδιον τόπον ἀπιόντες, ἐπιστάμενοι τί ἔχομεν ἔμπροσθεν ἡμῶν. Ἕκαστος γὰρ οὐκ ἀγνοεῖ τί προέπεμψεν εἰς τὸν οὐρανόν· οἷόν τι λέγω ἢ εὐχὴν μετὰ δακρύων ἢ ἀγρυπνίαν καθαρὰν ἢ ψαλμῳδίαν μετὰ κατανύξεως ἢ ἐγκράτειαν μετὰ ταπεινοφροσύνης ἢ ἀποταγὴν τῶν γηΐνων πραγμάτων ἢ ἀγάπην ἀνυπόκριτον καὶ ἐπιπόθησιν τοῦ Χριστοῦ. Εἰ προέπεμψας ταῦτα, θάρσει, ὅτι εἰς ἀνάπαυσιν ἀπέρχῃ· εἰ δὲ οὐδὲν τούτων προέπεμψας, τί ἐν τῇ μονῇ παροξύνῃς τὸν πλησίον; Πρωῒ γὰρ ἔχεις χωρισθῆναι ἀπ᾽ αὐτοῦ. Τί δὲ ὑπερηφανεύῃ ἢ τί ἀλαζονεύῃ; Τί δὲ εἶ περίλυπος, μὴ θέλων αὐτὴν βαστάζειν τὴν μονὴν καθ᾽ ἑαυτοῦ; Τί δὲ φροντίζεις περὶ χιτῶνος καὶ περιβολαίου ἢ τροφῆς; Ὁ διδοὺς τοῖς κτήνεσι τροφὴν αὐτῶν σὲ οὐκ ἂν θρέψειε τὸν δοξολογοῦντα αὐτόν; Ὁ προσδοκῶν κληρονόμος τῆς αὑτοῦ βασιλείας γενέσθαι περὶ χιτῶνος καὶ περιβολαίου φροντίζεις; Ὁ τῷ κόσμῳ νεκρώσας ἑαυτὸν τὰ γήϊνα φρονεῖς; Τί τὸν Ἰατρὸν παροξύνεις, μὴ θέλων ἰαθῆναι; Τῷ καιρῷ τῆς ἰάσεώς σου τὰ τραύματά σου κρύβεις, καὶ τῷ Ἰατρῷ ἐγκαλεῖς, ὅτι οὐκ ἰάσατό σε;

Καιρὸς μετανοίας δίδοταί σοι καὶ τῆς μετανοίας ἀμελεῖς; Τί οὖν ἐγκαλεῖς τῷ Νομοθέτῃ, ὅτι ἐπήγαγε τὸν θάνατον, σοῦ καταφρονοῦντος; Μὴ ἐρεῖς τῷ θανάτῳ, ἔασόν με, ἵνα μετανοήσω; Νῆψον, ἀγαπητέ, νῆψον· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ σὲ ἡ ὥρα ἐκείνη.

Καὶ τότε ἔκπληξις λάβῃ τὴν σὴν διάνοιαν, λέγων, πῶς μετεωριζομένου μου παρῆλθον αἱ ἡμέραι μου; Καὶ πῶς ἐν λογισμοῖς ἀκαίροις παρῆλθον οἱ χρόνοι μου; Καὶ τί τὸ ὄφελος ἐν τῷ καιρῷ τοῦ θανάτου ταῦτα λογίζεσθαι, μὴ συγχωρυμένου σου ἔτι ἀναστραφῆναι ἐν τῷ αἰῶνι τούτῳ; Θὲς τοιγαροῦν τὸν νοῦν σου εἰς τὰ λεγόμενα. Εἰσελθέτω εἰς τὰς ἀκοάς σου τὰ παρὰ τοῦ Κυρίου εἰρημένα, εἴ γε πιστεύεις αὐτῷ· ἔφη γὰρ ὅτι καὶ περὶ ἀργοῦ λόγου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀποδώσομεν τὸν λόγον. Ἱκανὸς δὲ οὗτος ὁ λόγος, ἐὰν νήφῃ ἡμῶν ἡ διάνοια. Ὃς δὲ τὰ γεγραμμένα οὐ συνίει οὔτε μὴν τῶν λεγομένων ἀκούει· ἔοικεν ὁ τοιοῦτος σωλῆνι δεχομένῳ ὕδωρ καὶ μὴ αἰσθανομένῳ ὅτι δι᾽ αὐτοῦ παρέρχεται.

Τίς οὖν ἆρα μὴ κλαύσῃ; Τίς δὲ μὴ λυπηθῇ; Καὶ τίς μὴ καταπλαγῇ, ὅτι ὁ Δεσπότης οἰκουμένης δι᾽ ἑαυτοῦ τε καὶ τῶν δούλων αὐτοῦ, τῶν Προφητῶν καὶ Ἀποστόλων, κηρύττει καὶ βοᾷ, καὶ οὐκ ἔστιν ὁ ἀκούων; Τίνα δέ ἐστι τὰ κηρυττόμενα ὑπ᾽ αὐτῶν; Ὁ γάμος ἕτοιμος, φησί, καὶ τὰ σιτευτά μου τεθυμένα· ὁ Νυμφίος μετὰ δόξης καὶ μεγαλοπρεπείας κάθηται ἐν τῷ νυμφῶνι, καὶ δέχεται τοὺς εἰσερχομένους μετὰ χαρᾶς· ἡ θύρα ἀνέῳκται· οἱ ὑπηρέται σπουδάζουσι πρὸ τοῦ κλεισθῆναι τὴν θύραν. Ὀξυποδήσατε μή ποτε ἔξω μείνητε, καὶ οὐκ ἔστιν ὁ εἰσφέρων ὑμᾶς ἐπὶ τούτοις. Οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ σπουδὴν τιθέμενος, ἀλλ᾽ ἡ ῥᾳθυμία καὶ ἡ φροντὶς τοῦ αἰῶνος τούτου, ὥσπερ ἅλυσις, ἔδησεν ἡμῶν τὴν διάνοιαν!

Τὰς μὲν θείας Γραφὰς ὀρθῶς μὲν γράφομεν καὶ ὀρθῶς ἀναγινώσκομεν, ὀρθῶς δὲ τούτων ἀκοῦσαι οὐ θέλομεν, διὰ τὸ μὴ βούλεσθαι ἡμᾶς τὰ παρ᾽ αὐτῶν ἐπιτελεῖν. Τίς ἆρα ἀπεδήμησε χωρὶς ἐπισιτισμοῦ μακρὰν ὁδόν, καθάπερ ἡμεῖς βουλόμεθα, ἀφέντες τὸν ἐπισιτισμὸν ἡμῶν ἐνταῦθα, μηδὲν εἰς τὴν ἀποδημίαν ἐπιφέρεσθαι; Μακάριος ὅστις μετὰ παρρησίας ἀπεδήμησε πρὸς τὸν Κύριον, βαστάζων τὸν ἐπισιτισμὸν αὐτοῦ ἀνενδεῆ.

Ἰδοὺ δὴ καὶ αἱ δέκα παρθένοι καθεύδουσι, καὶ οἱ δοῦλοι πραγματεύονται προσδεχόμενοι τὸν Δεσπότην ἑαυτῶν, ἐπιγνόντες ὅτι ἔλαβε τὴν βασιλείαν, καὶ ἔρχεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς, στεφανῶσαι μὲν τοὺς δούλους αὐτοῦ τοὺς καλῶς πραγματευσαμένους ἐν τῷ ἀργυρίῳ, ὃ ἐκομίσαντο παρ᾽ αὐτοῦ, ἀνελεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ τοὺς μὴ θέλοντας αὐτὸν βασιλεῦσαι ἐπ᾽ αὐτούς. Ὃν τρόπον δὲ ἐν μέσῃ νυκτὶ ὕπνῳ κατεχομένης τῆς τῶν ἀνθρώπων φύσεως, αἰφνιδίως ἐκ τοῦ οὐρανοῦ γίνεται ἦχος μέγας καὶ βρονταὶ φρικταὶ καὶ ἀστραπαὶ δειματώδεις μετὰ σεισμοῦ, ἐκθροοῦνται δὲ ἐξαίφνης οἱ καθεύδοντες, καὶ μνημονεύει ἕκαστος τὰ ἑαυτοῦ ἔργα, εἴτε ἀγαθὰ εἴτε κακά· οἱ δὲ τὰ κακὰ πράττοντες τύπτουσι τὰ στήθη αὐτῶν, κείμενοι ἐπὶ τῆς κοίτης, ὅτι οὐκ ἔστι ποῦ φυγεῖν ἢ κρυβῆναι ἢ μεταμεληθῆναι ἐφ᾽ οἷς ἔπραξαν· ἥ τε γὰρ γῆ σείεται, καὶ αἱ βρονταὶ φοβοῦσιν, αἱ ἀστραπαὶ πτοοῦσι, σκοτία τε βαθεῖα κατέχει αὐτούς· οὕτω καὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὡς ἀστραπὴ ὀξυτάτη, αἰφνιδίως ἐθρόησε πᾶσαν τὴν γῆν· σάλπιγξ γὰρ μετὰ φόβου σαλπίσει ἐκ τοῦ οὐρανοῦ καὶ ἐγερεῖ τοὺς καθεύδοντας, ἐξυπνίσει τε τοὺς ἀπ᾽ αἰῶνος κοιμωμένους.

Οὗτοι γὰρ οἱ οὐρανοὶ μετὰ τῶν δυνάμεων αὐτῶν σαλευθήσονται, καὶ ἡ γῆ πᾶσα, ὥσπερ τὸ ὕδωρ τῆς θαλάσσης, τρομάσει ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ· πῦρ γὰρ φοβερὸν προτρέχει πρὸ προσώπου αὐτοῦ καθαρίζον αὐτὴν τῶν ἀνομιῶν τῶν μιανάντων αὐτήν. Ὁ ᾅδης ἀνοίγει τὰς αἰωνίους αὐτοῦ πύλας· ὁ θάνατος κατήργηται, ὁ δὲ χοῦς ὁ σαπεὶς τῆς ἀνθρωπείας φύσεως ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος ζωοποιηθήσεται. Θαῦμα γὰρ ἦν ἰδεῖν ἀληθῶς, πῶς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῷ ᾅδῃ, ὥσπερ πλῆθος ἰχθύων ἐν τῇ θαλάσσῃ στρεφομένων, οὕτως ἀναρίθμητον πλῆθος τὰ ὀστᾶ τῆς ἀνθρωπείας φύσεως ἕκαστον αὐτῶν περιέρχεται ζητοῦν τὰς ἑαυτῶν ἁρμονίας. Ἐγερθέντες κράζουσιν ἅπαντες καὶ λέγουσι· δόξα τῷ συναγαγόντι ἡμᾶς καὶ ἐγείραντι διὰ τὴν αὑτοῦ φιλανθρωπίαν.

Τότε οἱ δίκαιοι ἀγάλλονται καὶ οἱ ὅσιοι εὐφραίνονται· οἱ τέλειοι ἀσκηταὶ παρακαλοῦνται ἀπὸ τοῦ μόχθου τῆς ἀσκήσεως αὐτῶν· οἱ Μάρτυρες στεφανοῦνται, Ἀπόστολοι καὶ Προφῆται. Μακάριος ὅστις καταξιωθῇ τὴν ὥραν ἐκείνην ἰδεῖν, πῶς μετὰ δόξης ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ἀθανάτου Νυμφίου πάντες οἱ ἀγαπήσαντες αὐτόν, καὶ σπουδάσαντες ἐπιτελέσαι πάντα τὰ θελήματα αὐτοῦ· ὥσπερ δὲ ἐμεγάλυνεν ἕκαστος ἐντεῦθεν τὸ ἑαυτοῦ πτερόν, οὕτω καὶ πέταται τὰ ὑψηλά· καὶ καθὼς ἐντεῦθεν ἐκάθηρεν ἕκαστος τὴν ἑαυτοῦ διάνοιαν, οὕτω καὶ ὁρᾷ τὴν δόξαν αὐτοῦ· καὶ ὥσπερ ἐπεπόθησεν αὐτὸν ἕκαστος, οὕτω καὶ κορέννυται τῆς ἀγάπης αὐτοῦ. Θαυμάζει δὲ καὶ ὁ πρῶτος Ἀδὰμ ἐν ἐκείνῃ τῇ ὥρᾳ ὁρῶν μεγάλα καὶ φοβερά, πῶς ἀπ᾽ αὐτοῦ καὶ τῆς ὁμοζύγου αὐτοῦ, ἔθνη ἀμέτρητα καὶ πλῆθος γενεῶν προήχθη. Πλείονα δὲ θαυμάσας δοξάσει τὸν δημιουργὸν Θεόν, πῶς ἀπὸ μιᾶς φύσεως καὶ ἑνὸς γενομένων κτίσματος, καὶ ἐν τῇ βασιλείᾳ ἀπ᾽ αὐτῶν καὶ ἐν τῷ παραδείσῳ καὶ ἐν τῷ ᾅδῃ κατεκληρώθησαν.