Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν ἀνάστασιν, εἰς τὰ ἐγκαίνια καὶ εἰς τὸν ἅγιον τάφον

Ἐφραίμ ὁ Σύρος

Η αναίρεση των συκοφαντιών και το μυστήριο των ενταφίων σπαργάνων

Έλεγχος των ισχυρισμών περί κλοπής του Κυριακού σώματος και θεολογική ερμηνεία της εγκαταλείψεως των οθονίων και του σουδαρίου στον τάφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Οὗτος ὁ τόπος ἐστὶν ἀγγέλων διδασκαλεῖον· ἀπὸ γὰρ αὐτοῦ προσεφώνησαν τοῖς ἀποστόλοις λέγοντες· μὴ ζητεῖτε μετὰ τῶν νεκρῶν τὸν ζῶντα· ἀνέστη, οὐκ ἔστιν ὧδε. Ὢ τῶν ἀθανάτων μυστηρίων! Ἄγγελοι χειροτονοῦνται τῆς ἀναστάσεως μάρτυρες, ἐπειδὴ οἱ προφῆται ἐν Ἰουδαίοις οὐκ ἐπιστεύοντο. Πλῆθος στρατιωτῶν ἐτήρει τὸν τάφον καὶ Σαδδουκαῖοι τῶν ἀγγέλων τὴν μαρτυρίαν ψευδῆ ἐνόμιζον ὑποστήσεσθαι.

Ὑπεναντίον ἦσαν οἱ τηροῦντες, ὡς Σαδδουκαῖοι ῥᾳδίως ἐψεύδοντο, δεδοικότες τὴν κατηγορίαν, ὅτι ἀνεῖλον ἄνδρα ἀθῶον τοῦ σταυρωθῆναι. Οὐ συνέκρυπτον νοῦν τοῖς ἀποστόλοις οἱ κατὰ τῶν ἀποστόλων ἀντιπράττειν πειρώμενοι.

Ἰδοὺ τοίνυν ἀλήθεια πᾶσα τοὺς ἐναντίους ἔχειν μάρτυρας· ἀντιδίκων γὰρ συνηγορούντων, οὐδεμία ζήτησις ἀπολείπεται. Ἔκειντο καὶ τὰ ὀθόνια, παρὰ μέρος δὲ καὶ σουδάριον, ὅπερ ἂν εἴη προσμάγιον· τοῦτο γὰρ παρ᾽ Ἑβραίοις σουδάριον λέγεται.

Μὴ γυμνὸν οἱ κλέψαντες ἐλάμβανον τὸν Χριστόν; Ἢ οἱ σπουδάζοντες, εἴγε ἔκλεψαν, σχολὴν ἦγον ἀφιματοῖν καὶ πάλιν ἐνταφιάζειν; Πῶς οὖν ἵσταται ὃ ὑπέθεντο λέγειν τοῖς φύλαξιν οἱ Σαδδουκαῖοι· εἴπατε, ἐλθόντες οἱ μαθηταί, ἡμῶν κοιμωμένων, ἔκλεψαν αὐτόν· καὶ ἡμεῖς τὸν ἡγεμόνας πληροφορήσομεν;

Τίς οὖν ἡ αἰτία ὀθόνια κεῖσθαι ἐπὶ τοῦ τάφου, ἀλλ᾽ ἵνα δειχθῇ ὅτι οὐδόλως τῶν ἀπὸ τῆς γῆς χρεία ἐσθημάτων τοῖς ἐκ νεκρῶν ἀνισταμένοις; Ἀλλὰ καὶ μάρτυρα περὶ τούτου παρέξομαι τὸν μακάριον Δαυῒδ λέγοντα περὶ Χριστοῦ, ὅτι ἀναστάντος ἐπουρανίῳ στολῇ κέχρηται· ὁ Κύριος γάρ, φησίν, ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Ὅτι δὲ ἐπὶ τῆς ἀναστάσεως Χριστοῦ ὁ λόγος προείρηται, φανερόν. Μετὰ γὰρ τὴν ἀνάστασιν ἔφη· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἄρα οὖν ἐπουράνιον εὐπρέπειαν ἐνδυσάμενος τῆς εὐτελείας τῶν ἐπιγείων ἐσθημάτων περιεφρόνησε. Διατί δὲ τὸ σουδάριον κατ᾽ ἰδίαν ἔκειτο κεχωρισμένον τῶν ἄλλων ὀθονίων; Ἐπειδὴ ἱερωσύνης τεκμήριον ἐν αὐτῷ δείκνυται· ὅτι ἐπὶ κεφαλῆς δίδοται ἡ χάρις τοῦ Πνεύματος. Δηλοῖ γοῦν τὰ δύο τάγματα ἐν τῇ τοῦ Σωτῆρος κηδείᾳ· τοῦ λαοῦ καὶ τῶν ἱερέων· ὅτι ἰδιάζουσαν ἔχει τὴν κατάστασιν.

Ἀφίησι δὲ αὐτὰ ἐπὶ τοῦ τάφου, οὐ μόνον εἰς ἀπόδειξιν τῆς οἰκείας ἀναστάσεως, ἀλλὰ καὶ εἰς ἡμᾶς εὐλογίαν τῇ ἐκκλησίᾳ. Ὥσπερ ὁ Ἠλίας ἀναλαμβανόμενος τὴν μηλωτὴν Ἐλισσαίῳ κατέπεμψεν εἰς βοήθειαν, τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ἀναβαίνων εἰς οὐρανοὺς τοῖς ἀποστόλοις τὰ ἐσθήματα κατέλιπεν, ὡς συγκληρονόμοις τῆς χάριτος. Ἀφίησι τὸ περιωλένιον καὶ περικεφάλαιον εἶδος τοῖς ἀποστόλοις, καὶ τὰ λοιπὰ ὀθόνια τοῖς λοιποῖς τάγμασι τῆς ἐκκλησίας.